- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:441.21-443.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘借助光线反射模型解释了为何山地更为寒冷并诠释了亚里士多德的用语,指责亚历山大声称亚里士多德忽略了光的成因这一看法,并引述了亚历山大关于天体可触知性与无相反性的探讨。
διὰ τοῦτο δὲ καὶ τὰ ὄρη τῶν πεδιάδων ἐστὶ ψυχρότερα, ὅτι πρὸς αὐτῇ τῇ ἀνακλάσει συνημμέναι μᾶλλόν εἰσιν αἱ ἀκτῖνες καὶ μᾶλλον τὸν ἀέρα συνθλίβουσιν, ἀνιοῦσαι δὲ διίστανται μᾶλλον, διόπερ ὁ μετεωρότερος ἀὴρ ψυχρότερός ἐστιν. καίτοι εἰ ἄνωθεν διὰ τὴν κίνησιν ἡ ἐκπύρωσις ἤρχετο, θερμότερα ἐχρῆν εἶναι τὰ μετεωρότερα1 ἅτε ἐγγυτέρω μᾶλλον ὄντα τῶν κινουμένων. ὅταν οὖν λέγῃ ὁ Ἀριστοτέλης, ὅτι γίνεται θερμότης πλησιάζοντος τοῦ ἡλίου καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμῶν ὄντος, πλησιάζοντος μὲν λέγει τὸ κατὰ κορυφὴν ἡμῶν, ἀνίσχοντος δὲ ὑπὲρ γῆν ὄντος, ἀλλὰ μὴ ὑπὸ γῆν, ὑπὲρ ἡμῶν δὲ ὄντος τουτέστι μεσημβριάζοντος· τὰ γὰρ τρία ταῦτα συνελθόντα θερμαίνεσθαι τὰ τῇδε μάλιστα ὑπὸ τοῦ ἡλίου ποιεῖ. καὶ ταῦτα μὲν σωματικῶς καὶ φυσικῶς ἀπολελόγισται. λεγέσθω δὲ καί, ὅτι, ὥσπερ ὑγείας καὶ νόσους καὶ πλούτους καὶ πενίας καὶ τέχνας ἄλλοις ἄλλας τῶν ὑπὸ σελήνην παρέχουσι κατὰ τὰς ἑαυτῶν κινήσεις καὶ τοὺς σχηματισμούς, οὕτω δὲ καὶ τὰς κατὰ ποιότητα διαφοράς· εἰ γὰρ μὴ μόνον θερμαίνουσιν, ἀλλὰ ψύχουσιν οἱ κατ’ οὐρανόν, οὐ μόνον τὰς κινήσεις, ἀλλὰ πρὸ τούτων τὰς ἰδιότητας αἰτιατέον. Σημειοῦται δὲ ὁ Ἀλέξανδρος, ὡς προέθετο μὲν περὶ τῆς ἀπὸ τῶν ἄστρων θερμότητός τε καὶ τοῦ φωτὸς εἰπεῖν, ἐπεὶ μὴ πύρινά ἐστιν, εἴρηκε δὲ περὶ τῆς θερμότητος μόνης, ὡς μὲν δόξαι ἄν τισι,2 διὰ τὸ ἕπεσθαι τῇ θερμότητι καὶ τῇ ἐκπυρώσει τὸ καὶ φωτίζειν τὸ διαφανές· οὐ μὴν οὕτως ἔχει, ἀλλ’ ὅτι μὴ μόνον τὸ πῦρ φωτίζει, ἀλλὰ καὶ ἄλλα τινὰ καὶ αὐτά γε τὰ θεῖα. ἐρεῖ οὖν περὶ φωτὸς καὶ ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς, ὅτι ἐστὶ τὸ φῶς γινόμενον ὑπὸ πυρὸς ἢ τοῦ θείου σώματος ἐν διαφανεῖ· ὥστε τὸ φωτίζειν ἔχει καὶ τὰ ἄστρα αὐτά, εἰ καὶ μὴ τὸ θερμαίνειν, ὡς ἐν ἄλλοις ἐρεῖ· διὸ νῦν παρῆλθε τὸν περὶ τούτου λόγον. Ταῦτα τοῦ Ἀλεξάνδρου παρεθέμην ἄλλως ὄντα χρήσιμα, ἐπεὶ θαυμάζω, πῶς λέγει μὴ εἰπεῖν ἐν τούτοις, πῶς ἀπὸ τῶν ἀστέρων γίνεται τὸ φῶς, ἀλλὰ μόνον, πῶς ἡ θερμότης, καίτοι ἀκούων λέγοντος αὐτοῦ ἡ δὲ θερμότης ἀπ’ αὐτῶν καὶ τὸ φῶς γίνεται παρεκτριβομένου τοῦ ἀέρος ὑπὸ τῆς ἐκείνων φορᾶς. εἰ οὖν περὶ τοῦ φωτὸς μηδὲν εἶπε, μηδὲ περὶ θερμότητος εἶπέ τι· οὐ γὰρ ἄλλο τι περὶ αὐτῆς εἶπεν, ἢ ὅτι παρεκτριβομένου τοῦ ἀέρος ὑπὸ τῆς ἐκείνων φορᾶς γίνεται ἡ θερμότης· τὰ γὰρ ἐφεξῆς λεγόμενα πάντα πρὸς τὴν τούτου πίστιν παρείληπται. Παρακείσθω δὲ καὶ ταῦτα τοῦ Ἀλεξάνδρου· εἰπόντος γὰρ τοῦ Ἀριστοτέλους τῇ τρίψει θερμαίνειν τὰ ὑπ’ αὐτὰ τὰ οὐράνια, “πῶς ἂν εἴη τοῦτο” φησὶν “ἀληθές, εἰ μὴ ἁπτὰ εἴη; ἐζήτησα οὖν, φησίν, ἐπειδὴ πᾶν ἁπτὸν κατά τινα ἐναντίωσιν τοιοῦτον, καὶ τά γε πρῶτα κατὰ τὰς πρώτας, πρῶται δὲ ἁπταὶ ἐναντιώσεις δείκνυνται ἐν τῷ δευτέρῳ Περὶ γενέσεως καὶ φθορᾶς θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης, εἰ κατὰ ταύτας εἰδοποιεῖται καὶ τὸ κυκλοφορητικὸν ἢ κατ’ ἄλλας·3 εἰ μὲν γὰρ κατὰ τούτων τινάς, τῶν τεσσάρων τινάς, εἰ δὲ κατὰ ἄλλας, πρῶτον μὲν ἄτοπον δόξει τὸ μὴ κατὰ τὰς πρώτας τὸ πρῶτον τῶν σωμάτων· ἔπειτα καὶ οὕτως, εἰ κατά τινα ἁπτὴν ἐναντίωσιν, οὐκ ἀίδιον· ἔσται γάρ τι αὐτῷ ἐναντίον. μήποτε οὖν, φησί, ῥητέον ἁπτὸν μὲν αὐτὸ εἶναι καὶ εἰδοποιεῖσθαι καὶ αὐτὸ κατὰ ἁπτὴν ποιότητα, οὐ μὴν κατὰ ἐναντίωσιν. τὰ μὲν γὰρ ἐν γενέσει καὶ φθορᾷ κατὰ ἁπτὰς ἐναντιώσεις, ὅτι ἔνυλά τε καὶ μεταβαλεῖν αὐτὰ εἰς ἄλληλα ἀνάγκη, τοῦτο δὲ οὐ τοιοῦτον, εἰδοποιεῖται δὲ ποιότητι ἁπτῇ τῇ κυκλοφορίᾳ, ᾗ οὐδέν ἐστιν ἐναντίον.
正因如此,山地比平原更冷,因为在紧挨着反射之处,光线结合得更紧密,对空气的挤压也更强烈,而在上升时它们更为发散;因此,较高处的空气更为寒冷。然而,如果燃烧是由运动从上方发端的,那么较高处既然更加接近运动的物体,理应更为炎热才是。因此,当亚里士多德说热量随着太阳的接近、升起以及处于我们上方而产生时,他所说的“接近”是指朝向我们的天顶,“升起”是指处于地面之上而非地下,而“处于我们上方”则是指处于正午(居于中天);因为这三者结合在一起,使得此界的物体受到太阳最强烈的加热。以上是从物体和自然学的角度做出的解释。但亦应当说:正如天体根据自身的运动和构型向月下界的各种事物赋予各自不同的健康与疾病、财富与贫困以及技艺,它们同样赋予了性质上的差异;因为如果天上的诸天体不仅使之发热而且使之冷却,那么不仅应当将运动视为原因,而且在此之前应当将它们特有的属性视为原因。 亚历山大指出,亚里士多德虽然提议论述由诸天体产生的热与光(因为它们并非由火构成),但他却仅论述了热——如某些人可能会认为的那样,这是因为照亮透明体亦伴随着热与燃烧;事实并非如此,而是因为不仅火能够照亮,某些其他事物以及神圣的物体自身亦能照亮。因此在《论灵魂》第二卷中,他谈及光时亦将说,光是在透明体中由火或神圣物体所产生者;所以即便星体不具有加热的能力(正如他在别处将要谈到的那样),照亮的能力亦属于星体自身;因此他现在略过了关于此事的论述。 我之所以引证亚历山大的这些论述(在其他方面它们是有益的),是因为我很惊异他为何说亚里士多德在这段文字中并未说明光如何从星体产生,而仅说明了热如何产生,尽管他明明听到亚里士多德说:“由它们而来的热与光,是在空气受到它们的运行摩擦时产生的。”因此,如果他对光一无所说,那么他对热也未说什么;因为关于热,除了说热是在空气受到它们的运行摩擦时产生的之外,他并未谈及任何别的内容;因为接下来所说的一切,都是为了确立这一论断的可信度而引入的。 亚历山大的以下论述亦不妨载录于此:因为当亚里士多德说天体通过摩擦加热其下方的事物时,他说:“若非它们是可触知的,这怎能为真呢?因此我曾探究过,”他说,“既然凡可触知之物皆依据某种对立性而成为此种存在,且原初之物依据原初的对立性,而原初的可触知对立性在《论生成与消灭》第二卷中被证明为热与冷、干与湿,那么作圆周运动的物体亦是依据这些对立性被赋予种相,还是依据其他对立性?因为如果它是依据这些当中的某些,就必定是这四者中的某些;但若依据其他,首先,原初的物体不依据原初的对立性便会显得荒谬;其次,即便如此,若它依据某种可触知的对立性,它就不是永恒的;因为必定存在某种与它相反之物。因此或许,”他说,“应当说它自身固然是可触知的,且自身亦依据可触知的性质被赋予种相,但决非依据对立性。因为处于生成与消灭之中的事物依据可触知的对立性,乃是因为它们是有质料的且必然相互转化,但这具物体并非如此,而是依据一种没有任何相反者的可触知性质——即圆周运动——被赋予种相。”
- 2.30καίτοι εἰ ἄνωθεν διὰ τὴν κίνησιν ἡ ἐκπύρωσις ἤρχετο, θερμότερα ἐχρῆν εἶναι τὰ μετεωρότερα
表与现在事实相反的非真实条件句结构。条件从句采用εἰ加未完成过去时(ἤρχετο),结论从句则采用表示必要性的非人称动词未完成过去时(ἐχρῆν)后接不定式(εἶναι),未带潜在小词ἄν而表达现在未实现的推论。
- 2.30ὡς μὲν δόξαι ἄν τισι
由连词ὡς与潜在希求法(δόξαι ἄν)构成的插入性限定从句(“如在某些人看来可能会显得的那样”)。它有保留地引出亚历山大所预设并加以否定的他人看法(即认为亚里士多德仅论述热是因为照亮随热而产生)。
- 2.30εἰ μὲν γὰρ κατὰ τούτων τινάς, τῶν τεσσάρων τινάς, εἰ δὲ κατὰ ἄλλας
两难选择(εἰ μέν... εἰ δέ...)中省略谓语动词的结构。动词εἰδοποιεῖται(被赋予种相)承前文的间接疑问句(εἰ κατὰ ταύτας εἰδοποιεῖται...)而省略;同时,短语τῶν τεσσάρων τινάς作为同位修饰语,对介词短语κατὰ τούτων τινάς作了进一步的具体阐明。
