- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:440.5-441.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出了亚历山大关于太阳因致密和运动阻力而致热这一解释的疑难,进而主张天体不受动,提出热量是通过光线的几何反射和空气受挤压摩擦而产生的。
καὶ λέγει ὁ Ἀλέξανδρος, ὅτι οὐκ ἄλογον κατὰ τὸ μέρος τοῦτο τοῦ περιφερομένου σώματος ὡς ἑνός, καθ’ ὃ μέγα σῶμά ἐστιν ἐν αὐτῷ καὶ πεπιλημένον καὶ μὴ πολὺ ἀφεστώς, μᾶλλον γίνεσθαι καὶ πλείω τὴν ἐκ τῆς κινήσεως θερμότητα ἐν τῷ ὑποκειμένῳ σώματι ἀντιβατικωτέρας πως κατὰ τὸ μέρος τοῦτο διὰ τὴν πυκνότητα καὶ τὸ μέγεθος γινομένης τῆς κατὰ τὴν κίνησιν ἁφῆς·1 μάλιστα οὖν κατ’ ἐκεῖνο τὸ μέρος διὰ τοῦτο ἡ τοῦ οὐρανοῦ περιφορὰ θερμαίνει τὸν ἀέρα, καθ’ ὃ ὁ ἥλιος ἐνδέδεται. Ἀλλ’ ἔτι μοι δοκεῖ μένειν τὸ ἄπορον, πῶς ὁ ἥλιος σχεδὸν ἴσον ἡμῶν πανταχόθεν ἀφεστώς,2 εἴπερ καὶ πρὸς τὴν τοῦ ἡλίου σφαῖραν ἡ γῆ σημείου σχεδὸν καὶ κέντρου λόγον ἐπέχει ἐλαχίστης οὔσης τῆς παραλλάξεως, πλέον ἐν θέρει τὸν περὶ ἡμᾶς ἀέρα θερμαίνει ἤπερ ἐν χειμῶνι τοῦ τόπου τούτου μηδὲν σχεδὸν ἔλαττον ἐν θέρει διεστηκώς· πῶς δὲ μεσουρανῶν θερμαίνει μᾶλλον ἢ ἀνατέλλων τε καὶ δύνων τῆς αὐτῆς οὔσης πρὸς τὸ ὑποκείμενον ἀποστάσεως; πῶς δέ, κἂν μέγα καὶ πυκνὸν ᾖ τὸ τοῦ ἡλίου σῶμα, ἀντιβατικωτέρα ἡ κατὰ τὴν κίνησιν τοῦ οὐρανίου σώματος ἁφὴ πρὸς τὸ ὑπὸ σελήνην κατ’ ἐκεῖνο γίνεται τὸ μέρος τοσούτων ὄντων οὐρανίων μεταξὺ σωμάτων. Ἀλλὰ ταύτην μὲν τὴν ἔνστασιν καὶ πρότερον καὶ νῦν λύων ὁ Ἀλέξανδρος λέγει πολλὰ πάθη πολλοῖς ἐνδίδοσθαι διὰ μέσων τινῶν τῶν μέσων μὴ πασχόντων τὸ αὐτὸ πάθος, διαβιβαζόντων δὲ αὐτὸ πρὸς τὰ πάσχοντα, ὥσπερ, φησί, τὰ ὑπὸ ἡλίου ἐξαπτόμενα φρύγανα τῶν μέσων μὴ ἐξαπτομένων· πρότερον δὲ καὶ τὸ ὑπὸ τῆς θαλασσίας νάρκης τοῖς ἀνθρώποις ἐνδιδόμενον πάθος ἐμαρτύρετο διὰ μέσων τῶν δικτύων μὴ ναρκώντων. μήποτε δὲ ποιότητας μέν τινας οὕτω μεταδίδοσθαι οὐδὲν θαυμαστὸν τῶν μέσων οἷον ἀγγείων τινῶν ἀψύχων γινομένων πρὸς τὴν διαπόρθμευσιν, σωματικὸν δὲ ὠθισμὸν καὶ ἀντέρεισιν τοιαύτην διὰ μέσου γίνεσθαί τινος μὴ ὠθουμένου καὶ αὐτοῦ καὶ ἀντερείδοντος οὐδὲ πλάσαι νομίζω δυνατόν, ἀλλ’ ἀναγκαῖον ἦν τὸ ὑπὸ τὸν ἥλιον οὐράνιον σῶμα πυκνούμενον καὶ αὐτὸ ὑπὸ τοῦ κατὰ τὸν ἥλιον μέρους καὶ ὠθούμενον οὕτω τὸ πάθος εἰς τὸ ὑπὸ σελήνην διαβιβάζειν. εἰ οὖν τῶν τοιούτων παθῶν ἀνεπίδεκτόν ἐστι τὸ οὐράνιον, ἄλλως χρὴ τὴν τῶν ἀπόρων λύσιν ἀπολογίζεσθαι, καὶ μάλιστα ὅτι οὐδὲ ὁ Ἀριστοτέλης τῇ πυκνώσει καὶ ἀντερείσει προσεχρήσατο πρὸς τὸ θερμαίνειν τὰ τῇδε τὸν ἥλιον, ἀλλὰ τῷ πλησιάζειν ἡμῖν καὶ ὑπὲρ ἡμᾶς γίνεσθαι. ῥητέον τοίνυν ἀπὸ τοῦ ἡλιακοῦ σώματος ἀκτῖνας ἐκδιδομένας σωματικὰς φέρεσθαι διὰ τοῦ οὐρανίου σώματος ἐπὶ τὰ ὑπὸ σελήνην τὸ μὲν οὐράνιον ὡς ἄυλον ἀύλους οὔσας ἀύλως τε καὶ ἀκωλύτως διεξιούσας,3 διὰ δὲ τοῦ ὑπὸ σελήνην μηκέτι χωρούσας οὕτως, ἅτε τούτου ἐνύλου ὄντος· καὶ γὰρ τὰς ἀσωμάτους τῶν οὐρανίων ἐλλάμψεις τινὲς μὲν ψυχαὶ δι’ ἐπιτηδειότητα δέχονται, τινὲς δὲ τῆς ἐπιτηδειότητος ἀντεμφραττούσης οὐ δέχονται· οὕτω δὲ καὶ τὰ ὑπὸ σελήνην. ἀλλὰ δι’ ἀέρος μὲν διὰ τῶν πόρων δίασιν, ἀπὸ δὲ τῶν στερεμνίων ἀνακλῶνται πρὸς ἴσας γωνίας· μεσολαβούμενος οὖν ὑπ’ αὐτῶν ὁ ἀὴρ καὶ συγκινούμενος καὶ πρὸς αὐτὸν παρατριβόμενος διὰ τὴν πίλησιν ἐκθερμαίνεται καὶ μάλιστα ἐν ἐκείνοις τοῖς τόποις, ἐν οἷς αἱ ἀκτῖνες πρὸς ἑαυτὰς ἀνακλώμεναι τὸν μεταξὺ ἀέρα πυκνοῦσι· καὶ διὰ τοῦτο τῶν μὲν τροπῶν ἡ θερινὴ θερμοτέρα, ὅτι κατ’ ἐκείνην ὁ ἥλιος, οὐχ ἡμῶν ἁπλῶς γίνεται πλησιέστερος ἀεὶ σχεδόν, ὡς εἶπον, ἴσον ἡμῶν ἀφεστηκώς, ἀλλὰ τῷ κατὰ κορυφὴν ἡμῶν πλησιάζειν τὰς ἀκτῖνας κατὰ τὴν μεσημβρίαν μάλιστα καὶ περὶ ἐκείνην εἰς ἑαυτὰς ἀνακλᾶσθαι ποιῶν τὸν ἀπολαμβανόμενον ἀέρα συμπιλεῖσθαι καὶ συντρίβεσθαι παρασκευάζει· ἐν δὲ τῷ χειμῶνι καὶ καθ’ ἡμέραν πρὸς ἀνατολαῖς καὶ πρὸς δύσει τοῦ ἡλίου ὄντος αἱ ἐπὶ τὴν ἡμετέραν οἴκησιν πεμπόμεναι ἀκτῖνες οὐκέτι ὁμοίως πρὸς ἑαυτὰς ἀνακλώμεναι, ἀλλὰ κεχηνυῖαι μᾶλλον, οὐχ ὁμοίως τὸν ἀέρα συνθλίβουσι.
亚历山大说,在作圆周运动的整体中,在包含着巨大且紧实且相距不远的物体的那个部分,下方的物体中由运动产生的热量变得更大且更多并非没有道理,因为由于密度和体积,这一部分在运动中的接触在某种程度上变得更具阻力;因此,天体的旋转正是在太阳固定的那个部分最强烈地加热空气。但在我看来,疑难似乎依然存在:既然太阳从四面八方与我们的距离几乎相等——如果大地相对于太阳天球而言也几乎占有一个点和中心的比例,其视差微乎其微——它在夏季与此地的距离几乎并不比冬季更近,又怎能在夏季比在冬季更强烈地加热我们周围的空气呢?而在下到地面的距离相同的情况下,它在中天时又怎能比在升起和落下时加热得更多呢?而且,即使太阳的物体巨大且致密,在中间存在如此多天体的情况下,天体在运动中对月下界的接触又怎能在那个部分变得更具阻力呢?然而,亚历山大无论在之前还是现在解决这一异议时都说,许多受动是通过某些媒介赋予许多事物的,而媒介本身并不遭受同样的受动,而是将其传递给受动之物——正如他说,柴薪被太阳点燃,而中间的媒介并未被点燃;此前他还曾以电鳐通过渔网这一媒介赋予人类的受动作为证据,而渔网本身并未麻木。但是,或许某些性质以这种方式被传递固然不足为奇,因为媒介如同某种用于转运的无灵魂容器;然而,物理的推挤和此类阻力通过自身并未被推挤或产生阻力的某种媒介而发生,我认为是连想象都不可能的;相反,太阳下方的天体必然自身也受到太阳所在部分的压实和推挤,从而将这一受动传递至月下界。因此,如果天体不能接受此类受动,就必须以另一种方式来解释疑难的解决,特别是亚里士多德在解释太阳加热此界诸物时,也并未借助压实和阻力,而是借助它接近我们以及处于我们上方。因此应当说,从太阳本体发射出的物体性光线穿过天体运送至月下界,它们作为非质料性的存在,非质料性且无阻碍地穿过作为非质料的天体,但在穿过月下界时不再如此前行,因为月下界是有质料的;正如某些灵魂因其适宜性而接受天体的无形照耀,而另一些灵魂则因缺乏适宜性而无法接受;月下界的事物亦是如此。但是光线在空气中穿过微孔前行,而在固体上则以相等的角度反射;因此,空气被它们截留、一同被带动,并因压缩而在相互摩擦中被充分加热,尤其是在光线相互反射从而使中间空气致密的那些地方;因此在至点中,夏至更为炎热,因为在那时,太阳并非简单地距离我们更近(正如我说过,它距我们几乎始终等距),而是通过接近我们的天顶,使光线尤其在正午及其前后相互反射,促使被封闭的空气受到挤压与摩擦;而在冬季,以及每天太阳处于东方与西方时,射向我们居所的光线不再同样地相互反射,而是更加发散,因而不以同样的方式挤压空气。
- 2.30ἀντιβατικωτέρας πως κατὰ τὸ μέρος τοῦτο διὰ τὴν πυκνότητα καὶ τὸ μέγεθος γινομένης τῆς κατὰ τὴν κίνησιν ἁφῆς
属格独立结构。主语为 τῆς κατὰ τὴν κίνησιν ἁφῆς(运动中的接触),谓语为比较级形容词 ἀντιβατικωτέρας(更具反抗力的、更具阻力的)。该句总结了亚历山大的论据,解释了为何在太阳所在的部分接触会产生更大的物理阻力。
- 2.30πῶς ὁ ἥλιος σχεδὸν ἴσον ἡμῶν πανταχόθεν ἀφεστώς
间接疑问句的核心框架是 πῶς ὁ ἥλιος... πλέον ἐν θέρει τὸν περὶ ἡμᾶς ἀέρα θερμαίνει(太阳如何在夏季更多地加热空气)。在主语 ὁ ἥλιος 之后插入了分词短语 σχεδὸν ἴσον... ἀφεστώς、条件从句 εἴπερ καὶ... 以及属格独立结构 ἐλαχίστης οὔσης τῆς παραλλάξεως,从而与主动词 θερμαίνει 形成了较长的语序倒置与离隔(hyperbaton)。
- 2.30τὸ μὲν οὐράνιον ὡς ἄυλον ἀύλους οὔσας ἀύλως τε καὶ ἀκωλύτως διεξιούσας
在由 ῥητέον 统领的带不定式的宾格结构(ῥητέον... ἀκτῖνας... φέρεσθαι)中,这些是与主语 ἀκτῖνας(光线)一致的阴性宾格复数分词短语。ἀύλους οὔσας(作为非质料性的)表示状态或原因,而 διεξιούσας 则以 τὸ μὲν οὐράνιον 为直接宾语,意为“穿过天体”。
