- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:438.28-440.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德论述星宿的热与光源于运动引发的点燃而非其自身属火的篇章(289a19),辛普利丘通过考察飞矢的比喻并批判亚历山大的诠释,详细解释了天体运动如何造成季节与昼夜的温差。
" Ἡ δὲ θερμότης ἀπ’ αὐτῶν καὶ τὸ φῶς ἕως τοῦ ταῦτα ἡμῖν εἰρήσθω περὶ αὐτῶν." Μνημονεύσας τῶν πύρινα τὰ ἄστρα λεγόντων, διότι καὶ ὁ οὐρανὸς πύρινός ἐστι, καὶ τοσοῦτον ἀπὸ τοῦ λόγου λαβὼν εἰς τὴν ἑαυτοῦ δόξαν τὸ καὶ ἐκείνους ὁμοούσια τῷ οὐρανῷ λέγειν τὰ ἄστρα, ἀπαρεσκόμενος δὲ τὸ πύρινα εἶναι, ἀναιρεῖ τοῦτο διελέγχων τὸ πιθανὸν ἐν τῷ λόγῳ δοκοῦν. εἰ γὰρ θερμαίνουσι τὰ τῇδε, τὸ δὲ θερμαίνειν πυρός, πῶς οὐ πύρινα, φασίν, ἐστι τὰ οὐράνια; καὶ ὅτι μὲν εἰς τοῦτο τείνει ὁ λόγος αὐτῷ, δηλοῖ τὸ συμπέρασμα λέγον· ὅτι μὲν οὖν οὔτε πύρινά ἐστιν οὔτε ἐν πυρὶ φέρεται, ταῦτα ἡμῖν εἰρήσθω περὶ αὐτῶν. ὅτι δέ, κἂν θερμαίνῃ τὰ τῇδε, οὐκ ἀνάγκη πύρινα ὄντα αὐτὰ θερμαίνειν, ἀλλ’ ἀρκεῖ πρὸς τοῦτο ἡ κίνησις αὐτῶν, πιστοῦται τοῦτο ἐκ τοῦ καὶ τὰ στερεώτατα διὰ κινήσεως ἐξάπτεσθαι· καὶ γὰρ ξύλα καὶ λίθοι καὶ σίδηρος. καὶ τὸ τῶν βελῶν δι’ ἀέρος φερομένων παράδειγμα ἐναργὲς παρατίθεται· ταῦτα γὰρ διὰ τὴν κίνησιν οὕτως ἐκπυροῦται, ὡς καὶ τὰς μολιβδίδας τὰς τὸν σίδηρον ἐν τῷ ξύλῳ συνεχούσας τήκεσθαι καὶ τὸν πέριξ αὐτῶν ἀέρα συνεκπυροῦσθαι. ὡς οὖν ὑπὸ τῆς κινήσεως ἐκπυρουμένου1 συνεκπυροῦται ὁ παρακείμενος ἀήρ, οὕτως ὑπὸ τῆς οὐρανίου κινήσεως κινουμένου προσεχῶς τοῦ ὑπεκκαύματος καὶ ἐκπυρουμένου εὔλογον τὸν ἀέρα ἐγγυτέρω τοῦ πυρὸς ὄντα2 θερμαίνεσθαι. ὁ δὲ Ἀλέξανδρος ἀέρα τὸ ὑπέκκαυμα ἀκούει, ὃ ἐν ἄλλοις, φησίν, ὡς στοιχεῖον πῦρ καλεῖ ὁ Ἀριστοτέλης. καίτοι πῶς ἐγγύτερον τοῦ πυρὸς ἔλεγε τὸν ἀέρα, εἴπερ ἀέρα τὸ ὑπέκκαυμα ἐνόμιζε; πῶς δὲ τὴν πρὸς τὸ βέλος ἀναλογίαν διασώζει, εἴπερ τὸ ἐξάπτον τὸν ἀέρα βέλος ἀνάλογον ἦν τῷ πυρί; ὅτι καὶ τὸ βέλος ὑπὸ τοῦ ἀέρος παρατριβομένου ἤκουσε θερμαίνεσθαι ὁ Ἀλέξανδρος, ἀλλ’ οὐχὶ τὸν ἀέρα ὑπὸ τοῦ βέλους, καίτοι τοῦ Ἀριστοτέλους εἰπόντος, ὅτι τὰ βέλη αὐτά τε ἐκπυροῦται οὕτως ὑπὸ τῆς κινήσεως ὥστε τήκεσθαι τὰς μολιβδίδας, καὶ ἐπείπερ ἐκπυροῦνται αὗται, ἀνάγκη καὶ τὸν κύκλῳ αὐτῶν ἀέρα τὸ αὐτὸ πάσχειν. καὶ ἴσως ἀπὸ τοῦ ἐφεξῆς λεγομένου ταύτην ἔσχε τὴν ὑπόνοιαν ὁ Ἀλέξανδρος· λέγει δέ, ὅτι τὰ μὲν ἐνταῦθα δι’ ἀέρος φερόμενα ὑπὸ τῆς ἐν αὐτῇ τῇ κινήσει πληγῆς καὶ παρατρίψεως αὐτὰ ἐκπυροῦται, τῶν δὲ ἀστέρων ἕκαστος ἐν τῇ καθ’ ἑαυτὸν τοῦ οὐρανοῦ σφαίρᾳ φερόμενος αὐτὸς μὲν οὐκ ἐκπυροῦται· οὐδὲ γὰρ πέφυκε· τὸν δὲ ἀέρα· νῦν δὲ ἀέρα τὸν ὅλον μετὰ τοῦ ὑπεκκαύματος καλεῖ· τοῦτον οὖν ὑπὸ τὴν σφαῖραν ὄντα τοῦ κυκλοφορητικοῦ σώματος κινουμένης ἐκείνης καὶ συγκινούσης αὐτὸ δῆλον ὅτι ἀνάγκη ἐκθερμαίνεσθαι· καὶ γὰρ οὐ μόνον τὸ ὑπέκκαυμα συγκινεῖται τῷ οὐρανῷ, ἀλλὰ καὶ ὁ πλησιάζων αὐτῷ ἀήρ, καὶ μέχρι σχεδὸν τοῦ περὶ τὴν γῆν τοῦ λιμνάζοντος καὶ ὑπὸ τῶν ἀκρωρειῶν κατεχομένου. Ἐπειδὴ δὲ τοῦτο εἰπόντος παντὸς ἦν ἀπορεῖν,3 διὰ τί τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ ἀστέρων καὶ ἐν νυξὶν ὁμοίως ὡς ἐν ἡμέρᾳ κινουμένων καὶ ἐν χειμῶσιν ὁμοίως ὡς καὶ ἐν θέρει καὶ τοῦ ὑποκειμένου ἀέρος ὁμοίως ὡς ἑνὸς ἀεὶ συγκινουμένου αἱ ἡμέραι ὅμως τῶν νυκτῶν καὶ τὰ θέρη τῶν χειμώνων ἐστὶ τοσούτῳ θερμότερα, ταύτην λύων τὴν ἔνστασιν προστέθεικεν, ὅτι ταύτῃ μάλιστα ὁ οὐρανὸς περιφερόμενος τὸν ὑποκείμενον ἀέρα θερμαίνει, ᾗ ὁ ἥλιος τετύχηκεν ἐνδεδεμένος, καὶ διὰ τοῦτο ἐν μὲν τῷ θέρει πλησιάζοντος αὐτοῦ τῷ κατὰ κορυφὴν ἡμῶν, ἐν ἡμέρᾳ δὲ ἀνίσχοντος καὶ ὑπὲρ ἡμῶν ὄντος μᾶλλον γίνεται θερμότης.
“来自它们的热和光……至于关于它们的内容,便由我们论及于此。” 在提及那些因天是火性的而说星宿也是火性的人之后,[亚里士多德]从那个论述中仅仅为他自己的见解吸取了他们也主张星宿与天具有同等本质这一点,但由于不赞同它们是火性的,他通过驳斥该论述中看似合理的观点而推翻了它。因为他们说,如果星宿温热此处的诸物,而致热属于火,那么属天的诸体怎会不是火性的呢?他的论证指向这一点,从其结论可以表明,结论说:“因此,至于它们既非火性,也不是在火中运行,关于它们的内容便由我们论及于此。”然而,即便它们温热此处的诸物,也并不必然是因其为火性而致热,相反,它们的运动对此已然足够,这一点从即使最坚硬之物也会由于运动而点燃这一事实中得到了证实;因为木头、石头和铁确实如此。空中飞行的箭矢这一显明的例子也被援引出来;因为它们由于运动而极度燃烧,以至于在木头上固定铁件的铅块也熔化了,且它们周围的空气也一同燃烧起来。正如[飞矢]因运动而被点燃从而邻近的空气也一同燃烧一样,由属天的运动带动直下的引火层运动并被点燃,从而使得更靠近火的空气被温热,乃是合乎情理的。然而亚历山大将引火层理解为空气,他说,亚里士多德在其他地方将这称为元素火。但是,假若他认为引火层是空气,他又怎能说空气“更靠近火”呢?而且如果点燃空气的箭矢相当于火,他又怎能保持与箭矢的类比呢?这是因为亚历山大理解为箭矢是由受到摩擦的空气所加热,而不是空气由箭矢所加热,尽管亚里士多德曾说,箭矢自身因运动而被点燃以致铅块熔化,并且既然这些被点燃了,它们周围的空气也必然遭受同样的情况。也许亚历山大是从接下来所说的内容中产生了这一推测;亚里士多德说,此处在空中运行之物因运动本身的撞击和摩擦而自身被点燃,而每颗星宿在它所属的天球中运行时,自身并不被点燃(因为它并不具有这种本性);至于空气——此处他将包含引火层在内的整体称为“空气”——既然它处于作圆周运行之物体的天球之下,当那天球运动并带动它一同运动时,显然它必然被充分加热;因为不仅引火层与天一同运动,靠近它的空气亦然,并且几乎直至大地周围停滞且被山峰阻留的[空气]。然而,由于他说过这话之后,任何人都可以提出疑难:天及其中的星宿在夜间正如在白天一样运动,在冬季正如在夏季一样运动,而其下的空气也始终如一地同样被带动运转,为何白天依然比黑夜、夏季依然比冬季热这么多呢?为了解决这一异议,他补充道,运转的天最主要是在太阳恰好被固定之处加热其下的空气,因此在夏季太阳接近我们的天顶时,以及在白天太阳升起并处于我们上方时,产生更多的热量。
- 2.30ὑπὸ τῆς κινήσεως ἐκπυρουμένου
此为属格绝对结构,但分词 ἐκπυρουμένου 的逻辑主语名词在上下文中被省略;需承接前文补出飞矢(βέλος 或从 τὰ στερεώτατα 推导出的单数概念),解作“[飞矢]因运动而被点燃”。
- 2.30τὸν δὲ ἀέρα· νῦν δὲ ἀέρα τὸν ὅλον μετὰ τοῦ ὑπεκκαύματος καλεῖ· τοῦτον οὖν ὑπὸ τὴν σφαῖραν ὄντα
破绽句法(破格文)。以宾格 τὸν δὲ ἀέρα 置于句首引入新论题,随后插入说明句 νῦν δὲ ἀέρα...,再借由复指助词 οὖν 与指示代词 τοῦτον 重新衔接,作为非人称句式 ἀνάγκη ἐκθερμαίνεσθαι 的宾格主语完成全句。
- 2.30παντὸς ἦν ἀπορεῖν
属格 παντός 与不定词 ἀπορεῖν 连用,属于表示特征或所属的述语性属格,意为“任何人都会提出疑难”或“对任何人而言感到困惑都是自然的”。
