← 辛普里丘

亚里士多德《论天》注释

§42.25-44.18

就圆周运动完全性对斐洛庞诺斯的反驳

辛普利丘引述了斐洛庞诺斯的反驳(质疑圆周运动的完全性,并主张有限直线运动因具备开端、居中与终结而属完全),指出其混淆了直线的单纯界限与赋予完全性的真正终结,从而捍卫了圆周运动的永恒性与完全性的统一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#4

καὶ εἴπερ πρῶτόν ἐστι τῇ φύσει τὸ κύκλῳ κατὰ φύσιν κινούμενον, ὁ οὐρανὸς ἂν εἴη πρῶτος ἄλλος ὢν παρὰ τὸ ὑπέκκαυμα, ὅ φαμεν εἶναι πῦρ. εἶτα συγχωρήσας τέως τέλειον εἶναι τὸν κύκλον ὡς ἀρχὴν ἔχοντα καὶ μέσον καὶ τέλος, τίς ἀνάγκη, φησί, καὶ τὴν ἐπ’ αὐτοῦ γινομένην κίνησιν τελείαν εἶναι; εἰ γὰρ ὅτι ἔχει ἀρχὴν καὶ μέσον καὶ τέλος,1 ὡς Ἀλέξανδρος ἀλλ’ οὐκ Ἀριστοτέλης εἶπεν, καὶ ἡ ἐπὶ τῆς πεπερασμένης εὐθείας ἔχει τοῦτο. καίτοι εἰ τέλειον μὲν εἶναι τὸν κύκλον τέως συνεχώρησεν, ἀτελῆ δὲ δηλονότι τὴν εὐθεῖαν, ὡς Ἀριστοτέλης ὑπέθετο, πῶς ἂν ἔχοι τέλος ἡ εὐθεῖα ἀτελὴς οὖσα, εἴπερ τέλος ἀκούειν χρὴ τὸ ποιοῦν τέλειον τὸ ἔχον καὶ μηδεμιᾶς προσθήκης δεόμενον, ἀλλ’ οὐχὶ τὸ περαῖνον μόνον, ὅπερ καὶ τοῖς προσθήκην δεχομένοις ὑπάρχει;2 ὥστε ὁ τὸν κύκλον τέλειον καὶ τὴν εὐθεῖαν ἀτελῆ ὑποθέμενος, ὅπερ οὗτος τέως ἐποίησεν, οὐκ ἔχει χώραν τελείαν λέγειν τὴν ἐπ’ εὐθείας κίνησιν, εἴπερ μὴ ἔχει τέλος ἡ εὐθεῖα, εἰ δὲ μὴ ἔχει τέλος, οὐδὲ μέσον τὸ ὡς πρὸς τὸ τέλος. ἔτι, φησίν, ἐπειδήπερ ἀίδιον τὴν ἐγκύκλιον ὑποτίθενται κίνησιν μήτε ἀρχὴν μήτε πέρας ἔχουσαν, δῆλον, ὅτι αὕτη μὲν ἀτελὴς ἂν εἴη ὡς ἄπειρος, τελεία δὲ ἡ κατ’ εὐθεῖαν τὴν πεπερασμένην· καὶ γὰρ τὴν ἄπειρον εὐθεῖαν, φησίν, ἀτελῆ λέγουσι διὰ τὸ μὴ ἔχειν ἀρχὴν καὶ μέσον καὶ τέλος, καίτοι προσαύξησιν μὴ ἐπιδεχομένην. τοῦτο ἠπόρηται μέν, οἶμαι, μετρίως, ὑφ’ οὗτινος οὖν ἠπόρηται· ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ὁ κύκλος διὰ τοῦτο τέλειος τελείως, ὅτι πᾶν μέρος ἑαυτοῦ καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος· καὶ ἡ ἐπὶ τοῦ κύκλου κίνησις κἂν ἄπειρος ὡς ἐπ’ ἄπειρον ἰοῦσα, ἀλλ’ οὐχ ὡς ἐνεστηκὸς ἔχουσα τὸ ἄπειρον καὶ ἀόριστον, ἀλλ’ ἀεὶ πεπερασμένον εἶδος ἔχει καὶ αὐτή· πᾶν γὰρ τὸ λαμβανόμενον αὐτῆς καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος ἐστὶ περιόδου τινός, ὥστε ἀεὶ τελείαν οὖσαν ἐπ’ ἄπειρον προάγειν τὴν τελειότητα· ὅλως γάρ, εἴ ποτε ἀτελὴς ἐλήφθη, οὐκ ἐδύνατο ἐπ’ ἄπειρον προελθεῖν· οὔτε γὰρ ἀτελὴς οὖσα δύναμιν ἔχειν ἄπειρον ἐδύνατο οὔτε ποτὲ τελειωθεῖσα καὶ ἀρχὴν καὶ ἀκμὴν ἐν μέρει χρόνου λαβοῦσα μὴ καὶ παρακμάζειν ἐν χρόνῳ τινί. ἐπειδὴ δὲ οὐκ ἔστι, φησί, καθ’ ὕπαρξιν εὐθεῖα ἄπειρος, δῆλον, ὅτι καὶ πᾶσα κίνησις ἐπ’ εὐθείας ἕξει καὶ ἀρχὴν καὶ πέρας καὶ τὰ τούτων μεταξύ· οὐκοῦν καὶ τελεία, ὅσον ἐπὶ τῷ τοῦ τελείου ὅρῳ. τοῦτο πάλιν τῆς αὐτῆς συγγενείας τοῖς ἄλλοις τοῖς τοῦδε τοῦ ἀνδρός ἐστιν ἀπορήμασιν, τὸ πέρας τῆς εὐθείας ὡς τέλος λαβόν, καίτοι τέλος ἐκεῖνο καὶ οὗτος λεγόμενον οἶδεν τὸ προσθήκην ἄλλην μὴ δεχόμενον ὡς ἐλλιποῦς ὄντος τοῦ προτέρου, ὅπερ τῷ κύκλῳ μὲν καὶ τῇ κύκλῳ κινήσει ὑπάρχει, τῇ δὲ εὐθείᾳ οὐχ ὑπάρχει. κἂν γὰρ ἕκαστον κίνημα τοῦ κύκλου οὐ πέρας μόνον ἀλλὰ καὶ ἀρχὴ κινήσεώς ἐστιν ἄλλης, οὐχ ὡς ἐλλειπούσης τι τῆς προτέρας τελειότητί ἐστιν, ἀλλ’ ὡς τῆς αὐτῆς τελείας οὔσης τῷ εἴδει πάλιν καὶ πάλιν γινομένης· ἡ δὲ ἐπὶ τῆς πεπερασμένης εὐθείας κίνησις, ὅταν εὐθεῖα προστεθῇ, καὶ αὐτὴ προστίθεται ἑνὸς εἴδους τοῦ μετὰ τῆς προσθήκης γινομένου. ἀλλ’ εἰ τῆς τοῦ παντὸς διαμέτρου φυσικὴν εὐθεῖαν οὐκ ἔστι μείζονα λαβεῖν, πῶς οὐκ ἔστιν αὕτη τελεία κατὰ τὸ κυρίως τέλος, ἥτις τὸ ἑαυτῆς εἶδος ἀπειληφυῖα προσθήκην οὐκ ἐπιδέχεται; ἢ καὶ πρὸς ταύτην εἴρηταί μοι τὴν ἀπορίαν,3 ὅτε τὴν τοῦ Ἀριστοτέλους ἐπειρώμην σαφηνίσαι διάνοιαν οὐκ ἀρκεσθεὶς τῇ τοῦ Ἀλεξάνδρου ἐπιβολῇ λέγοντος ὡς τῷ λόγῳ δυναμένων ἡμῶν αὔξειν πᾶσαν τὴν ληφθεῖσαν οὕτως δεῖν ἀκούειν, ἀλλ’ ἀξιῶν τὸν Ἀριστοτέλην πρὸς αὐτὸ τὸ εἶδος τοῦ τε κύκλου καὶ τῆς εὐθείας ἀποβλέπειν, τὸ μὲν τῇ ἑαυτοῦ φύσει συννεῦον, τὸ δὲ εἰς ἀοριστίαν ὅσον ἐφ’ ἑαυτῷ ἐκχεόμενον, κἂν ὥρισεν αὐτὸ καὶ ἐμέτρησεν ὁ δημιουργικὸς λόγος συνεργοῦντος, οἶμαι, καὶ τοῦ κυκλικοῦ σχήματος· συννεύσαντος γὰρ πρὸς ἑαυτὸ τούτου, καὶ αἱ εὐθεῖαι αἱ ἐν αὐτῷ πρὸς ἀπειρίαν ὅσον ἐφ’ ἑαυταῖς ὡρμημέναι πέρας τὸ προσῆκον ἀπέλαβον. ἔτι δέ, φησίν, ἡ κίνησις τοῦ οὐρανοῦ καὶ ὁ μετρητικὸς αὐτῆς χρόνος, εἰ μὲν τέλειά ἐστιν, ἔχει ἀρχὴν καὶ μέσα καὶ τέλος καὶ οὐκ ἔστιν ἄπειρα οὐδὲ ἀνέκλειπτα, ὡς Ἀριστοτέλης οἴεται· εἰ δὲ ἀνέκλειπτα, οὐκ ἔστι τέλεια· οὐ γὰρ ἔχει ἀρχὴν καὶ μέσα καὶ τέλος.

而如果依自然作圆周运动者在自然上次序居首,那么天体就将居首,且是在易燃物(我们说这就是火)之外的另一物体。随后,[他]姑且承认圆作为具有开端、居中与终结之物是完全的,却说:“有什么必然性要求在其上发生的运动亦是完全的呢?因为如果说这是由于具有开端、居中与终结,正如亚历山大而非亚里士多德所言,那么在有限直线上的运动亦具有这一点。”然而,如果他姑且承认圆是完全的,而直线正如亚里士多德所假定的那样显然是不完全的,那么直线既然是不完全的,又怎能具有终结呢?如果确实应当将‘终结’理解为使具有者得以完全且不再需要任何增添之物,而不仅是起限制作用之物(这亦属于接受增添之物)的话。因此,假定圆完全而直线不完全的人(正如这个人刚才所做的那样),便没有余地称直线运动为完全的,如果直线确实不具有终结;而如果不具有终结,也就不具有相对于终结的居中。“此外,”他说,“既然他们假定圆周运动是永恒的,既无开端亦无界限,显然此运动作为无限者将是不完全的,而在有限直线上发生的运动反而是完全的;因为他们说,”他说,“无限直线之所以被称为不完全,乃是由于不具有开端、居中与终结,尽管它并不接受进一步的增长。”我想,无论这是由谁提出的,这一疑难都提得不无分量;但值得注意的是,圆之所以是完全完全的,亦在于它的每一个部分都兼具开端、居中与终结;而在圆上的运动即使作为走向无限者是无限的,却并非作为现成处于实际状态者而具有无限与不定,而是其自身亦始终具有有限的形式。因为凡取自该运动的任何部分,都是某一旋转周期的开端、居中与终结,从而在始终完全的状态下将完全性推进至无限。因为总的来说,如果它曾在某一时刻被作为不完全者来取,它就不可能推进至无限;因为作为不完全者,它既不可能拥有无限的能力,亦不可能在某一时间部分中被完全化并取得开端与极盛后,却不在某一时间内衰退。“然而,”他说,“既然在现实实存中并不存在无限直线,显然直线上的每一种运动亦将兼具开端、界限与处于二者之间者;因此,就完全者的定义而言,它亦是完全的。”这又是与此人的其他疑难出于同源,将直线的界限当作终结来取;然而就连他自己亦知晓,所谓‘终结’乃是指不因前者有所欠缺而接受另一增添之物,这一属性属于圆及圆周运动,却不属于直线。因为即使圆的每一个运动不仅是界限,而且是另一运动的开端,这并不是因为前者在完全性上有所欠缺,而是因为在形式上同一的完全者一次又一次地发生;相反,在有限直线上的运动,当一条直线被增添时,运动本身亦被增添,连同增添一起形成单一的形式。“然而,如果不可能取一条大于全宇宙直径的自然直线,那么这条已经获得自身形式且不接受增添的[直径],依照本真意义的终结怎能不是完全的呢?”或者说,对于这一疑难,岂非亦已经被我解答过了吗?那是我在试图阐明亚里士多德的思想时,并不满足于亚历山大所采取的方式(他说由于我们在思想中能够增大任意所取的直线,因而应当这样来理解),而是认为亚里士多德注视着圆与直线本身的形式——前者向着自身自然收敛,后者就其自身而言则流溢入不定之中,即便造物之理限定并度量了它,我想圆形亦在其中起到了协力作用;因为当此[圆形]向自身收敛时,其内部那些就自身而言奔向无限的直线,亦获得了恰当的界限。“此外,”他说,“天的运动以及度量该运动的时间,如果它们是完全的,就具有开端、居中与终结,从而绝非如亚里士多德所认为的那样是无限且不息的;但如果它们是不息的,它们就不是完全的;因为它们不具有开端、居中与终结。”

语法注3 条
  1. 1.12εἰ γὰρ ὅτι ἔχει ἀρχὴν καὶ μέσον καὶ τέλος

    承接前文疑问句“τίς ἀνάγκη... τὴν ἐπ’ αὐτοῦ γινομένην κίνησιν τελείαν εἶναι;”而提出的假设性理由条件从句,省略了条件从句的谓语“τελεία ἐστίν”(它是完全的)。应补足理解为:“因为如果[圆周运动是完全的乃是]由于它具有开端、居中与终结”。

  2. 1.12ἀλλ’ οὐχὶ τὸ περαῖνον μόνον, ὅπερ καὶ τοῖς προσθήκην δεχομένοις ὑπάρχει

    从属于“εἴπερ τέλος ἀκούειν χρὴ...”的对比结构。关于“τέλος”(赋予完全性的终结)的本质定义“τὸ ποιοῦν τέλειον τὸ ἔχον...”(使拥有者完全之物)与“ἀλλ’ οὐχὶ τὸ περαῖνον μόνον”(而非仅起限制作用之物)相对立。辛普利丘在句法和概念上将直线端点这种单纯的外在界限(περαῖνον)与代表真正自足的“终结”(τέλος)严格区分开来。

  3. 1.12ἢ καὶ πρὸς ταύτην εἴρηταί μοι τὴν ἀπορίαν

    连词“ἤ”用于引出自问自答式的转折(“或者说,岂非……”),用来驳斥前句斐洛庞诺斯提出的反驳。完成时被动动词“εἴρηται”与动作发出者与格“μοι”结合,意为“或者说,对于这一疑难,岂非亦已经被我解答过了吗”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:42.25-44.18