- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:437.21-438.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明属天诸性质的相反性由于基质各异且由不动原因产生因而并不引起毁灭,论证这与亚里士多德关于天体不生不灭的学说相一致。随后他考察了星宿与其承载天球是否同质的疑难,并通过在圆周运动这一共同本性之下切近种存在差异来予以解决。
ἀλλ’ οὐδὲ τὸ ἐν τῷ οὐρανῷ πυκνὸν πρὸς τὸ ἐκεῖ μανὸν μάχεται οὐδὲ στάσις πρὸς κίνησιν, ὅτι καὶ τὰ ὑποκείμενα διάφορα κατὰ φύσιν ἐστίν, οἱ πόλοι, φέρε εἰπεῖν, καὶ ὁ ἰσημερινὸς κύκλος, οἱ μὲν πρὸς στάσιν πεφυκότες, ὁ δὲ πρὸς κίνησιν· καὶ ὁ ἥλιος, εἰ τύχοι, καὶ οἱ ἀστέρες πυκνοὶ δοκοῦντες, τὰ δὲ τῶν οὐρανῶν σώματα μανοῖς ἐοικότα οὐ μεταβάλλει εἰς ἄλληλα διὰ τε τὴν τοῦ ὑποκειμένου φύσιν πρὸς ἓν τὸ αὐτὸ ἀεὶ πεφυκότος εἶδος καὶ διὰ τὴν τοῦ εἴδους ἀμετάβλητον οὐσίαν ὑπὸ ἀκινήτου προσεχῶς αἰτίου γινομένην. Καὶ ταῦτα οὐ διαφέρεται πρὸς τὰ ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τῷ πρώτῳ βιβλίῳ δεδειγμένα περὶ τοῦ ἀγένητον καὶ ἄφθαρτον εἶναι τὸν οὐρανόν. λέγει γὰρ ἐν ἐκείνοις γίνεσθαι μὲν ἅπαν τὸ γινόμενον ἐξ ἐναντίου τε καὶ ὑποκειμένου τινὸς καὶ φθείρεσθαι ὡσαύτως ὑποκειμένου τέ τινος καὶ ὑπὸ ἐναντίου καὶ εἰς ἐναντίον, καθάπερ εἴρηται ἐν τοῖς πρώτοις λόγοις. καὶ ταῦτα ὑποθέμενος ἐκ τῶν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως δεδειγμένων προσαποδείκνυσι λοιπόν, ὅτι τῷ οὐρανίῳ σώματι οὐδὲν ἔστιν ἐναντίον, εἰς ὃ ἂν μεταβάλλοι, τοῦ αὐτοῦ ὑποκειμένου μένοντος·1 ἦν γὰρ ἂν καὶ τῇ νῦν κινήσει αὐτοῦ ἐναντία κίνησις, ἣν κατὰ φύσιν ἂν ἐκινεῖτο ἐκεῖνο τὸ ἐξ οὗ καὶ εἰς ὃ μετέβαλε. δείξας οὖν, ὅτι καὶ τῇ κύκλῳ κινήσει, ἣν κινεῖται ὁ οὐρανός, οὐκ ἔστιν ἐναντία κίνησις, συνήγαγεν, ὅτι οὐδὲ σῶμα ἔστι τῷ οὐρανίῳ σώματι ἐναντίον, ἐξ οὗ ἂν καὶ εἰς ὃ μετέβαλεν· ὥστε διὰ πάντων δῆλον, ὅτι ἡ μὲν γένεσις καὶ ἡ φθορὰ ἐν τοῖς ἐναντίοις ἐστὶ πάντως, καὶ ὅπου μὲν οὐκ ἔστιν ἐναντία, οὐκ ἔστι γένεσις οὐδὲ φθορά, οὐ μέντοι, ἔνθα τὰ ἐναντία ἐστίν, ἐκεῖ ἀνάγκη πάντως γένεσιν εἶναι καὶ φθοράν, εἰ μὴ καὶ ὑποκείμενον εἴη τοῖς ἐναντίοις κοινὸν καὶ διάστατον τοῦτο καὶ μεριστόν,2 ὥστε συνυπάρχειν ἀλλήλοις ἐν αὐτῷ τὰ ἐναντία μὴ δύνασθαι. Ἀλλ’ ἔτι μοι δοκεῖ τὸ τοῦ Ἀλεξάνδρου μένειν ἄπορον. κἂν γὰρ ἀγένητα καὶ ἄφθαρτα μὴ κωλύηται εἶναι τὰ ἄστρα ἐναντίας ἔχοντα ποιότητας, ἀλλὰ τό γε τῆς αὐτῆς οὐσίας εἶναι τοῖς οὐρανίοις σώμασιν, ἐν οἷς φέρεται, πῶς ἀληθὲς δόξει τοσαύτης οὔσης διαφορᾶς ἔν τε χρώμασι καὶ συστάσεσι καὶ δηλονότι καὶ ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἐνεργείαις; μήποτε οὖν ὁ Ἀριστοτέλης ταύτην ἔλυεν αὐτὸς τὴν ἀπορίαν ἐπαγαγὼν τὸ ἐπειδὴ ἔφαμέν τι εἶναι, ὃ κύκλῳ φέρεσθαι πέφυκεν.3 ὡς γὰρ τὰ ὑπὸ σελήνην ἁπλᾶ σώματα τὰ εὐθυπορούμενα γένος μὲν ἔχει κοινόν, καθὸ εὐθυπορούμενα γενητά τε καὶ φθαρτά ἐστι καὶ εἰς ἄλληλα μεταβάλλοντα, εἴδη δὲ τὰ προσεχῆ τοσοῦτον ἀλλήλων διαφέροντα, ὅσον οὐ μόνον ὁ λόγος ἡμῶν ἀλλὰ καὶ ἡ αἴσθησις σημαίνει, οὕτω καὶ τὰ οὐράνια σώματα τὸ κυκλοφορητικὸν ἔχοντα κοινὸν καὶ διὰ τοῦτο καὶ τὸ ἀγένητον καὶ ἄφθαρτον κατὰ τὰ προσεχῆ εἴδη οὐδὲν κωλύεται πολλὴν ἔχειν τὴν πρὸς ἄλληλα διαφοράν. Ἀλλ’ ἐπὶ τὰ ἑξῆς τῶν τοῦ Ἀριστοτέλους λόγων ἰτέον.
天上的稠密既不与彼处的稀薄相争,静止也不与运动相争,因为它们的基质在自然本性上也是各异的,例如天极与赤道圈,前者天然适于静止,后者天然适于运动;而太阳和星宿假若显现为稠密,诸天的天体则宛如稀薄之物,它们并不相互转化,这既是由于基质的本性天然始终只朝向唯一且相同的形式,也是由于形式的不可变质的本质乃是由不动的原因直接生成的。而且这些说法与亚里士多德在第一卷中关于天是未生成且不灭的所作的论证并不相悖。因为在那些论述中他说,一切生成之物皆由某一相反者和某一基质生成,毁灭之物同样在具有某一基质的前提下由某一相反者所致并毁灭向某一相反者,正如在初阶论述中所言。他在根据《物理学》第一卷所证明的原理设定这些之后,进而论证说:在同一基质保持的前提下,属天的物体并不存在任何可以转化为之的相反者;因为若是如此,它的当前运动也将存在相反的运动,即那个它从中转化而来并转化为之的物体依照本性所应作的运动。既然他指出了天所作的圆周运动不存在相反运动,他就得出结论:对属天的物体而言,也不存在它从中转化而来并转化为之的相反物体;因此,通过所有这些显然可知,生成与毁灭固然完全处于相反者之中,凡没有相反者之处,就没有生成与毁灭;但并非凡有相反者之处,就必然完全有生成与毁灭,除非在相反者之下还存在共同的基质,且这基质具有延展并且可分,以至于相反者在其中无法彼此共存。然而在我看来,亚历山大的问题依然悬而未决。因为即使星宿具有相反的性质并不妨碍它们是未生成且不灭的,但在颜色和构成结构上、而且显然在潜能与现实活动上存在如此巨大差异的情况下,断言它们与承载它们运行的属天诸体具有同一本质,怎能被看作是真的呢?莫非亚里士多德自己通过引出“既然我们说过存在某种天然适于作圆周运行之物”这一语句,就已经解决了这个疑难?因为正如作直线运行的月下简单物体具有共同的属(就它们直线运行、可生成且可灭并相互转化而言),而它们切近的种却彼此差异巨大(不仅我们的理性而且感觉都表明了这一点),属天的诸体也是如此,它们共同具有作圆周运行的性质,并因此共同具有未生成性和不灭性,这丝毫不妨碍它们在切近的种上彼此存在巨大的差异。然而,我们应当转向亚里士多德接下来的论述了。
- 2.29τοῦ αὐτοῦ ὑποκειμένου μένοντος
属格绝对结构,表条件或限制(“在同一基质保持的前提下”)。由于实体变化(生成与毁灭)的前提是基质持存而形式向相反者转化,该条件从句构成了亚里士多德论证属天物体不存在相反者的关键限定。
- 2.29εἰ μὴ καὶ ὑποκείμενον εἴη τοῖς ἐναντίοις κοινὸν καὶ διάστατον τοῦτο καὶ μεριστόν
带希求法的例外条件从句(εἰ μή + 希求法 εἴη),修饰前面的否定陈述。它限定了“有相反者之处未必有生成与毁灭”的主张,指明唯有满足三个条件(存在共同基质、该基质具有延展、可分)时生成毁灭才会发生。
- 2.29τὸ ἐπειδὴ ἔφαμέν τι εἶναι, ὃ κύκλῳ φέρεσθαι πέφυκεν
带冠词的中性引语短语,作分词 ἐπαγαγών 的直接宾语。此处用中性冠词 τό 将亚里士多德《论天》289a13–14 的原句名词化加以引用。
