- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:436.16-437.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修斯批判性地考察了亚历山大为调和天体的多样性与无受动性而提出的雪的比喻,并通过论证对立者只有在天然生成于同一基质中时才会彼此毁灭并导致变化,以此解释属天对立性质的共存。
καὶ γὰρ καὶ ἐν τοῖς φθαρτοῖς τε καὶ γενητοῖς σώμασίν ἐστί τινα, οἷς ἔστιν ἐναντία, ὡς τῇ χιόνι τὸ λευκὸν τὸ ψυχρόν· ἔστ’ ἂν γὰρ χιὼν ᾖ, ἀχώριστον αὐτῆς τὸ λευκόν, καὶ οὐ, διότι ἔστι τὸ ἐναντίον αὐτῷ, διὰ τοῦτο μεταβάλλει ἡ χιὼν κατὰ χρῶμα· καὶ γὰρ ἁπλᾶ ἐστιν ὡς σώματα, ὧν οὐδὲν ἁπλῶς ἁπλοῦν, εἴ γε ἐξ ὑποκειμένου καὶ εἴδους”. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος αὐταῖς λέξεσι τὸ μὲν ὑπάρχειν1 τινὰς ἐν τοῖς οὐρανίοις ποιότητας ἐχούσας πρὸς ἀλλήλας ἐναντίωσιν κατά τε χρῶμα καὶ κατὰ μέγεθος, ἴσως δὲ καὶ κατὰ σχῆμα· καὶ γὰρ εὐθύγραμμα σχήματά ἐστιν ἐν τοῖς οὐρανίοις σχηματισμοῖς, ὡς τὸ Δελτωτόν, καὶ περιφερόγραμμα, ὡς ὁ Στέφανος· τὸ μὲν οὖν ὑπάρχειν ταύτας τὰς ἐναντιώσεις ἐκεῖ χωρὶς θνητῆς δυσχερείας καὶ φθοροποιοῦ πάθους ἀποδέξαιτο ἄν τις τοῦ Ἀλεξάνδρου, τὸ μέντοι λέγειν· κἂν ᾖ ἐναντία τῷ λευκῷ καὶ τῷ ψυχρῷ τῷ ἐν τῇ χιόνι, οὐ διὰ τοῦτο μεταβάλλει ἡ χιὼν κατὰ χρῶμα καὶ ποιότητας· ἐπισκέψεως ἄξιον εἶναί μοι δοκεῖ. εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι μένουσα χιὼν οὐκ ἂν μεταβάλλοι κατὰ ταῦτα, λέγει μὲν ἀληθῶς, οὐδὲν δέ, οἶμαι, πρὸς τὸ προκείμενον· οὐδὲ γὰρ ἄλλο τι μένον, ὅπερ ἐστί, μεταβάλλει, ἀλλὰ τὸ ὑποκείμενον ἄλλας ἐξ ἄλλων μεταλαμβάνον διαφορὰς μεταβάλλειν λέγεται. εἰ δέ, ὅτι οὐ μεταβάλλει ὅλως διὰ τὴν ἐναντίωσιν, πῶς ἀληθὴς ὁ λόγος, εἴπερ μέχρι τοῦ νῦν διετελέσαμεν λέγοντες, ὅτι ἐν τοῖς ἐναντίοις εἰσὶν αἱ γενέσεις καὶ φθοραί, διότι καὶ τὰ γινόμενα ἐξ ἐναντίων γίνεται καὶ τὰ φθειρόμενα εἰς ἐναντία φθείρεται. καὶ γὰρ ἡ χιὼν πεπηγὸς οὖσα νέφος ἤδη μὲν μεταβάλλον εἰς ὕδωρ, πολὺ δὲ ἔτι τὸ ἀερῶδες ἔχον καὶ οἷον ἀφρῶδες καὶ διὰ τοῦτο λελευκασμένον, ἐπειδὴ ὑπὸ ψύξεως εἰς τοιοῦτον εἶδος συνεκρίθη, ὅταν θερμότητι πελάσῃ, διακρίνεται πάλιν εἰς ἐκεῖνα, ἐξ ὧν συνέστη, καὶ τὸ μὲν ἐξαεροῦται θερμαινόμενον, ᾧ συναπέρχεται τὸ λευκόν, τὸ δὲ ἐξυδατοῦται χεόμενον· καὶ εἴπερ μὴ τῇ ψύξει θερμότης καὶ τῇ πήξει καὶ συγκρίσει χύσις καὶ διάκρισις ἠναντιοῦντο, οὐκ ἄν ποτε χιὼν διελύθη. μήποτε οὖν ἐκεῖνο ἀληθές ἐστιν, ὅτι τὰ μὲν γινόμενα καὶ φθειρόμενα ἐν τοῖς ἐναντίοις ὑφέστηκε, καὶ ὅπου μὴ ἔστιν ἐναντίωσις, ἐκεῖ γένεσιν ἢ φθορὰν ἀδύνατον εἶναι, οὐ μέντοι καὶ ἐκεῖνο ἔτι ἀληθές, ὅτι, ὅπου ἂν ἐναντίωσις ᾖ, γένεσιν ἀνάγκη καὶ φθορὰν ὑπάρχειν, ἀλλ’ ἐπ’ ἐκείνων μόνων τῶν ἐναντίων τοῦτο ἀληθές, ὅσα ἐν τῷ αὐτῷ ὑποκειμένῳ πεφυκότα γίνεσθαι συνυπάρχειν ἀλλήλοις ἀδυνατεῖ· ταῦτα γὰρ ἀντιποιούμενα τοῦ εἶναι2 καὶ περὶ τοῦ εἶναι μαχόμενα φθείρειν ἄλληλα πέφυκεν, οἱ δὲ ἐν τῇ ἐπιστήμῃ τῶν ἐναντίων λόγοι, λευκοῦ καὶ μέλανος, θερμοῦ καὶ ψυχροῦ, ἅτε ἀδιάστατοι ἐν ἀδιαστάτῳ ὄντες συνυπάρχειν ἀλλήλοις πεφυκότες οὐ μόνον οὐ φθείρουσιν ἀλλήλους, ἀλλὰ καὶ συνιστῶσιν· ἀλλ’ οὐδὲ τὸ ἐν τῇ ἐπιστήμῃ λευκὸν πρὸς τὸ ἐν τῇ ὕλῃ μέλαν μάχεται, οὔτε φθείρει ἄλληλα οὔτε γίνεται ἐξ ἀλλήλων, διότι μὴ πέφυκεν ἐν τῷ αὐτῷ γίνεσθαι ὑποκειμένῳ. οὕτως οὖν καὶ τὸ ἐν οὐρανῷ πυκνόν, εἰ τύχοι, καὶ τὸ ἐνταῦθα μανὸν οὔτε μάχεται πρὸς ἄλληλα οὔτε μεταβάλλει εἰς ἄλληλα διὰ τὸ μὴ πεφυκέναι ἐν τῷ αὐτῷ γίνεσθαι ὑποκειμένῳ ἀλλόφυλα ὄντα.
因为即使在可灭且可生成的物体中,也存在某些具有对立者的东西,例如对于雪而言的白与冷;因为只要它还是雪,白就与它不可分离,并不能因为存在与白对立的东西,雪就因此在颜色上发生变化;因为即使是作为物体的简单物,如果由基质和形式构成,也没有什么是绝对简单的。”亚历山大以原话如此说明,对于属天之物中存在在颜色和大小、或许还在形状上彼此具有对立性的某些性质——因为在属天的构形中确实既有直线形状如三角座,也有环线形状如北冕座——,因此,对于这些对立性在彼处免于会死的痛苦和毁灭性的受动而存在这一点,人们可以接受亚历山大的看法;然而,他说“即使雪中的白与冷存在对立者,雪也不会因此在颜色和性质上发生变化”,这在我看来值得考察。因为如果他是说,雪在保持为雪期间不会按照这些发生变化,那么他固然说得对,但我认为与所探讨的问题毫不相干;因为任何其他事物在保持其所是的状态下都不会改变,而是基质通过接替摄取不同的差异才被称为发生变化。但如果他是说它根本不因对立性而发生变化,那么这种说法怎能是真的呢?如果直至目前我们一直坚持主张:生成与毁灭存在于对立者之中,因为生成之物由对立者生成,毁灭之物向对立者毁灭。事实上,雪作为凝结的云,虽然已经向水转化,却仍含有许多空气般的、宛如泡沫之物,并因此显白,它既然是由于冷却而结合成这种形式,一旦接近热,便再次离析为其原本由之构成的那些东西:一部分受热化为气体,白也随之消逝;另一部分融化而化为液体;如果热与冷却不对立、融化与离析不对抗凝结与结合,雪就绝不会消融。因此,或许那一命题是真实的:生成与毁灭的事物定立于对立者之中,凡无对立之处,便不可能有生成或毁灭;然而,凡有对立之处就必然存在生成与毁灭,这一命题却并不普遍为真,而只对这样一些对立者为真:它们天然适于在同一基质中生成而无法彼此共存;因为它们争夺存在,为了存在而争斗,天然会彼此毁灭;但在认知中对立者的各定义,如白与黑、热与冷,由于在无延展的认知中作为无延展者存在,天然适于彼此共存,不仅不会彼此毁灭,反而相辅相成;而且认知中的白也不会与质料中的黑相争,既不会彼此毁灭,也不会由彼此生成,因为它们天然不会在同一基质中生成。因此,天界中的稠密(若果真有的话)与此处的稀薄,由于属于异类、天然不会在同一基质中生成,既不彼此争斗,也不会相互转化。
- 2.29ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος αὐταῖς λέξεσι τὸ μὲν ὑπάρχειν
在独立属格(ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος αὐταῖς λέξεσι)之后,句式被插入语(καὶ γὰρ εὐθύγραμμα ... ὁ Στέφανος)打断,随后通过句式破格由 τὸ μὲν οὖν ὑπάρχειν ... ἀποδέξαιτο ἄν τις 重新承接。与之形成对比的 τὸ μέντοι λέγειν 引导的从属结构,则充当主句谓语 ἐπισκέψεως ἄξιον εἶναί μοι δοκεῖ 的主语。
- 2.29ἀντιποιούμενα τοῦ εἶναι
中动分词 ἀντιποιούμενα 支配属格 τοῦ εἶναι,意为“主张存在为自身所有”或“争夺存在”。它与随后的介词短语 περὶ τοῦ εἶναι μαχόμενα(为存在而争斗)形成平行结构,用以说明在同一基质中诸对立者之间的排他性对抗。
