- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:435.10-436.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引介《论天》第二卷第七章,阐述亚里士多德关于星体与其所处天球具有相同实体的论证,并结合柏拉图的四元素说,探讨了亚历山大关于第五实体的单一性与星体可见差异之间的疑难及其解答。
" Περὶ δὲ τῶν καλουμένων ἀστέρων ἕως τοῦ ὁμοίως καὶ ἡμεῖς λέγομεν." Ἕβδομον μὲν τοῦτο τὸ κεφάλαιόν ἐστι τῶν ἐν τούτῳ τῷ βιβλίῳ προβαλλομένων, μετὰ δὲ τὴν τῶν ὅλων σφαιρῶν θεωρίαν καὶ τὰ συμφυῆ μέρη αὐτῶν τὰ κατὰ τὰς τοπικὰς σχέσεις ἐν αὐτοῖς θεωρούμενα τό τε δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν καὶ τὰ περὶ τῆς κινήσεως αὐτῶν παντοδαπὰ προβλήματα ἐπὶ τὴν θεωρίαν τῶν περιεχομένων ἐν αὐταῖς ἀστέρων μεταβαίνει νῦν μὲν κοινῶς περὶ πάντων τῶν ἀστέρων προβαλλόμενος ζητεῖν, τίνα τε οὐσίαν ἔχουσι καὶ σχῆμα ὁποῖον καὶ κατὰ τίνα τρόπον κινήσεως κινοῦνται, ὕστερον δὲ διαπορήσει τι καὶ περὶ τῆς τῶν πλανωμένων πρὸς τὰς ἀπλανεῖς διαφοράς. λέγει οὖν πρῶτον περὶ τῆς οὐσίας αὐτῶν, ὅτι τῆς αὐτῆς οὐσίας εἰσὶν οἱ ἀστέρες καὶ τοῦ αὐτοῦ σώματος ταῖς σφαίραις,1 ἐν αἷς περιεχόμενοι περιφέρονται. ἑπόμενον δὲ τοῦτο τοῖς εἰρημένοις αὐτῷ φησιν εἶναι, διότι ἀπὸ τῶν ἁπλῶν καὶ πρώτων δύο κινήσεων τῆς τε ἐπ’ εὐθείας καὶ τῆς κύκλῳ δύο κατὰ γένος ὑπέθετο τὰ πρῶτα σώματα, τὸ μὲν κυκλοφορητικὸν οὐράνιον πᾶν, τὸ δὲ εὐθυπορούμενον τὸ ὑπὸ σελήνην· οἱ οὖν ἀστέρες ἐν οὐρανῷ ὄντες καὶ τὴν οὐρανίαν κίνησιν κινούμενοι τῆς οὐρανίας ἂν εἶεν οὐσίας. εἰ δὲ διάφορον ὁρᾶται τὸ τῶν ἀστέρων σῶμα παρὰ τὸ οὐράνιον, οὐκ ἀνάγκη διὰ τοῦτο διάφορον οὐσίαν ἔχειν αὐτούς. καὶ πιστοῦται τοῦτο ἀπὸ τῶν πύρινα τὰ ἄστρα πρὸς τὴν φαντασίαν εἰπόντων διὰ τὸ καὶ τὸν οὐρανὸν πύρινον ὅλον ὑπολαμβάνειν. μήποτε δὲ καὶ τὸν οὐρανὸν πύρινον ἀπὸ τῶν ἄστρων ὑπέλαβον οἱ οὕτως ὑπολαβόντες. ὁ δὲ θεῖος Πλάτων τὸν ὅλον κόσμον ἐκ τῶν τεσσάρων στοιχείων συνεστάναι λέγων διὰ τὰς εἰρημένας πρότερον αἰτίας τὸν οὐρανὸν ἐκ τῶν ἀκροτήτων τῶν στοιχείων συνεστάναι βούλεται, καὶ ὥσπερ ἐν τοῖς ἐνταῦθα σώμασιν ἐκ τῶν τεσσάρων στοιχείων καὶ αὐτοῖς συνεστηκόσιν, ἐσχάτοις δὲ οὖσιν, ἐπικρατεῖ τὸ τῶν στοιχείων ἔσχατον τὸ γήϊνον, οὕτω καὶ ἐν τοῖς θείοις σώμασιν ἐκ τῶν ἀκροτάτων συνεστηκόσιν ἐπικρατεῖ ἡ τοῦ πρώτου τῶν στοιχείων ἀκρότης τοῦ πυρός. γράφει δ’ οὖν ἐν Τιμαίῳ “τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ τοῦ πυρὸς ἀπειργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη.” Ἀπορεῖ δὲ καλῶς ὁ Ἀλέξανδρος, πῶς ἁπλῆς οὔσης τῆς πέμπτης λεγομένης οὐσίας τοῦ κυκλοφορητικοῦ σώματος τοσαύτη φαίνεται διαφορὰ τοῦ τῶν ἄστρων σώματος πρὸς τὸ οὐράνιον· εἰ δὲ διαφέρει ὅλως πυκνότησιν ἢ μανότησιν ἢ κατὰ χρώματα ἢ κατά τινα ἄλλα τοιαῦτα εἴδη, πῶς ἁπλᾶ λέγεται ἢ πῶς ἀπαθῆ, εἴπερ τὰ πάθη κατὰ ταύτας γίνεται τὰς διαφορὰς καί εἰσιν αἱ διαφοραὶ πάθη. καὶ λέγει, ὅτι “οὐδὲν ἄτοπον, ὥσπερ καὶ πρότερον εἴρηται, εἶναι τοιαύτας διαφορὰς ἐν τῷ οὐρανίῳ σώματι καὶ ποιότητας οὐ διὰ πάθους ἐγγινομένας αὐτοῖς, ἀλλ’ ἐνυπαρχούσας· ἀπαθῆ γὰρ οὐχ ἁπλῶς ἐστιν, ἀλλὰ πάσης θνητῆς δυσχερείας, τοῦτο δὲ αὐτοῖς ὑπάρχει τῷ τῇ οὐσίᾳ αὐτῶν καὶ τῷ εἴδει, καθ’ ὃ ἔστι, μηδὲν ἐναντίον ὑπάρχειν,2 εἰς ὃ οἷόν τε μεταβάλλοντα φθαρῆναι. τὸ μέντοι συμβεβηκέναι αὐτοῖς τινα ἐναντίωσιν ἔχοντα πρός τινα οὐδὲν ἐπικοινωνοῦντα τῇ οὐσίᾳ αὐτῶν οὐδὲν ἄτοπον.
“关于所谓的星体”直至“我们也同样主张”。 这是本书中所提出的各章中的第七章,在考察了整个诸天球、以及它们之中按照方位关系被考察的同生部分——即右与左、上与下、前与后——以及关于它们运动的各种问题之后,他过渡到对包含在其中的星体的考察。现在他共同就一切星体提出探究:它们具有怎样的实体,具有何种形状,并按照何种运动方式运动;之后他还会就行星与恒星的区别提出一些疑难。因此,他首先就它们的实体说明,诸星体与包含并承载它们运行的天球具有相同的实体和相同的物体。并且他说,这与他之前所说的相符,因为从直线运动和圆周运动这两种简单而居首的运动出发,他按属假定了两个居首的物体,即作圆周运动的全体属天者,以及作直线运动的月下者;因此,星体既然居于天界并以属天运动而运动,就当属于属天的实体。即使星体的物体看起来与属天[天球]的物体不同,也没有必要因此认为它们具有不同的实体。这一点由那些根据表象而主张诸星体为火者所证实,因为他们也假定整个天都是由火构成的。然而,或许那些如此假定的人正是由星体推知天是由火构成的。但神圣的柏拉图由于之前所述的原因,在主张全宇宙由四种元素构成时,倾向于认为天是由各元素的顶端构成的;正如这里的物体虽然自身也是由四种元素构成的,但属于最底层的,因此各元素中最底层的土性居于支配地位,在由各极顶端构成的神圣物体中,各种元素之首的火的顶端同样居于支配地位。他在《蒂迈欧篇》中写道:“于是,他以火构成了神圣之物的大部分外观,以便它尽可能地最为明亮,且在视觉上最为优美。”亚历山大恰当地提出了疑难:圆周运动物体的所谓第五实体既然是简单的,为何星体的物体与属天的物体之间会显现出如此巨大的差异?如果它在稠密或稀薄、颜色或任何其他此类形式上有任何区别,那么既然受动是按照这些差异产生的且诸差异即是受动,它们又如何被称为简单的,或者如何被称为无受动的呢?他说:“正如先前所言,在属天的物体中存在这样的差异和性质,它们不是通过受动在其中生成的,而是固有于其中的,这毫无荒谬之处;因为它们并非单纯地是无受动的,而是免于一切会死之痛苦的无受动,而这之所以属于它们,乃是由于它们的实体以及它们赖以存在的形式并不存在任何它们可能转化为之并毁灭的对立者。然而,某些对另一些具有对立性却与它们的实体毫不相干的属性附着于它们,这毫无荒谬之处。”
- 2.29ταῖς σφαίραις
与格ταῖς σφαίραις受表示同一性的结构τῆς αὐτῆς οὐσίας ... καὶ τοῦ αὐτοῦ σώματος支配(即ὁ αὐτός + 与格,“与……相同”)。表明星体与包容它们的天球具有相同的实体和物体。
- 2.29τῷ τῇ οὐσίᾳ αὐτῶν καὶ τῷ εἴδει, καθ’ ὃ ἔστι, μηδὲν ἐναντίον ὑπάρχειν
带冠词不定词与格τῷ ... μηδὲν ἐναντίον ὑπάρχειν作原因与格,解释前句τοῦτο δὲ αὐτοῖς ὑπάρχει(即它们无受动性这一属性之所以属于它们)的根据。在不定词短语内部,τῇ οὐσίᾳ ... καὶ τῷ εἴδει作为ὑπάρχειν的与格补足语。
