- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:434.19-435.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德对天体非均匀运动的最后一种假说(交替加速与减速)的反驳(基于缺乏合理解释以及并置感知的明显性),随后解释了总结第一卷至第二卷前半部分关于天体单一性、均匀性、唯一性与永恒性学说的总括性结论。
" Λείπεται δὴ λέγειν ἐναλλὰξ ἕως τοῦ εὐαισθητότερα γὰρ τὰ παρ’ ἄλληλα τιθέμενα." Τοῦτο τῷ ὄντι λοιπόν ἐστι τὸ τρίτον τῆς διαιρέσεως τμῆμα τὸ λέγον ἀνώμαλον γίνεσθαι τὴν κίνησιν τῷ ἐναλλὰξ ἐν αὐτῇ κεῖσθαι τὸ θᾶττον καὶ τὸ βραδύτερον. ἐλέγχει δὲ καὶ ταύτην τὴν ὑπόθεσιν ἔκ τε τοῦ μὴ ἔχειν εὔλογον εἰπεῖν αἰτίαν τοῦ σήμερον μέν, εἰ τύχοι, θᾶττον, αὔριον δὲ βραδύτερον κινεῖσθαι τὸν οὐρανόν,1 διότι τὰ ἐν τοῖς λόγοις πλάσματα τὸ μὴ ὂν λέγοντα οὐδὲ αἰτίαν εὔλογον εἰπεῖν ἔχει τοῦ λεγομένου. δεύτερον δὲ ἔλεγχον ἐπάγει τῷ λόγῳ τὸ μὴ ἂν λαθεῖν τοῦτο γινόμενον·2 τὰ γὰρ διάφορα καὶ ἀνόμοια καὶ ἐναντία παρ’ ἄλληλα τιθέμενα εὐφώρατον ἔχει τὴν διάκρισιν, εἴτε αἰσθητὰ εἴτε νοητὰ τυγχάνει.
“因此剩下的就是说交替地,直至因为并置之物更易被感知为止。” 这实际上是分类中剩下的第三部分,即主张由于较快与较慢交替处于运动之中而使运动成为非均匀的。 而亚里士多德也反驳了这一假说,理由是人们无法为天假使今天运动较快、明天较慢说出合理的因由;因为言谈中的虚构之物由于在言说不存在之事,所以根本无法为所言之事说出合理的因由。 其次,亚里士多德又向论证中补充了第二个反驳:如果这种情况发生,它绝不可能未被察觉;因为相互差异、不同和相反的事物并置在一起时,无论它们碰巧是可感觉的还是可理知的事物,其区分都是容易被觉察的。
"Ὅτι μὲν οὖν εἷς τε μόνος ἐστὶν ὁ οὐρανὸς ἕως τοῦ ἐπὶ τοσοῦτον εἰρήσθω." Συμπέρασμα τοῦτο κοινὸν ἐπάγει τῶν τε ἐν τῷ πρώτῳ βιβλίῳ καὶ τῶν ἐν τούτῳ περὶ τοῦ οὐρανοῦ ῥηθέντων. δέδεικται γὰρ περὶ αὐτοῦ, ὅτι ἁπλοῦς καὶ ἁπλῆν κίνησιν κυκλοφορητικὴν κινούμενος καὶ ταύτην ὁμαλήν, καὶ ὅτι εἷς μόνος, οὐχ ὅτι μία σφαῖρα· οἶδε γὰρ ἄλλο τὸ πλανώμενον παρὰ τὸ ἀπλανὲς καὶ τοῦ πλανωμένου τὴν εἰς πλείονα διάκρισιν· ἀλλ’ ὅτι ἓν ὀκτάσφαιρον ἑνὸς κόσμου καὶ οὐχὶ πλείονες οὐρανοὶ οὕτως ὡς πλείονας κόσμους ἐμπληροῦντες, καὶ ὅτι οὕτως ἀγένητός ἐστιν, οὐχ ὡς ἀναίτιος, ἀλλ’ ὡς ἀΐδιος καὶ μὴ ἐν μέρει χρόνου γενόμενος μηδὲ πρότερον μὲν ὢν ὕστερον δὲ μὴ ὤν. εἰκότως δὲ νῦν τοῦτο τέθεικε τὸ συμπέρασμα, ὅτε τὰ περὶ τοῦ οὐρανίου σώματος συμπληρώσας ἐπὶ τὴν τῶν ἀστέρων θεωρίαν μεταβιβάζει τὸν λόγον.
“因此,天是一且唯一的,直至说到此为止。” 这是亚里士多德所补充的、第一卷以及本卷中关于天所言之事的共同结论。 因为关于天,已经证明了天是单一的,且进行单一的圆周运动,并且这运动是均匀的;天是唯一的一,这并非指它是一个单一的球体——因为他知道行星天球有别于恒星天球,也知道行星天球被进一步分为多个——而是指它是单个宇宙的单一的八天球系统,并非是充满多个宇宙的多个天;而且它以这种方式是非生成的,这并非指它没有原因,而是指它是永恒的,既不是在时间的某个部分中生成的,也不是先前存在而后来不存在。 因此,当亚里士多德在完成了关于天体的讨论、并将论述转移到对诸星辰的考察时,他现在立下这一结论是合情合理的。
- 2.27ἔκ τε τοῦ μὴ ἔχειν εὔλογον εἰπεῖν αἰτίαν τοῦ σήμερον μέν, εἰ τύχοι, θᾶττον, αὔριον δὲ βραδύτερον κινεῖσθαι τὸν οὐρανόν
由介词 ἐκ 支配的定冠词不定词短语 τοῦ μὴ ἔχειν 表明反驳的依据。不定词 εἰπεῖν 修饰名词 αἰτίαν(“可言说的原因”)或作为形容词 εὔλογον 的补足语(“合情理以致于可言说的”),其后带属格冠词的不定词短语 τοῦ ... κινεῖσθαι τὸν οὐρανόν 则作为解释性属格,说明 αἰτίαν 的具体内容。
- 2.27τὸ μὴ ἂν λαθεῖν τοῦτο γινόμενον
不定词 λαθεῖν 与 ἄν 连用,表达潜势或非现实情况,并依据 λανθάνω+分词(“未被察觉地做某事”)的惯用句法接补充成分分词 γινόμενον。由中性单数冠词 τὸ 引导的整个定冠词不定词短语作为主句动词 ἐπάγει 的直接宾语(宾格),并与前面的 δεύτερον ἔλεγχον 构成同位语。
