← 辛普里丘

亚里士多德《论天》注释

§433.11-434.18

最小时间公理与天之运动无限强化的否定

辛普里丘阐释了基于凡运动皆存在最小时间这一公理(288b30)的反证法,指出若天的运动走向无限强化,则将在少于最小时间之内完成公转而导致矛盾,并进而论述了强化与弛缓的相对性以及使强化走向无限所必需的增加量条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26

" Ἔτι δέ, εἴ τις λάβοι εἶναί τινα χρόνον ἐλάχιστον ἕως τοῦ καὶ ἄπειρον χρόνον." Ἄλλο τοῦτο ἐπιχείρημα τοῦ αὐτοῦ μετὰ πολλῆς ἐναργείας κατασκευαστικὸν τοῦ μὴ δύνασθαι οὕτως ἀνώμαλον εἶναι τὴν τοῦ οὐρανοῦ κίνησιν ὡς ἀεὶ ἐπιτείνεσθαι ἢ ἀεὶ ἀνίεσθαι. προλαμβάνει δὲ ἀξίωμα τὸ εἶναί τινα χρόνον ἐλάχιστον, οὗ οὐκ ἐνδέχεται ἐν ἐλάττονι κινηθῆναι τὸν οὐρανόν, καὶ τοῦτο ἐκ τῆς ἐπαγωγῆς πιστοῦται τῷ πάσης πράξεως καὶ παντὸς τοῦ κινουμένου εἶναί τινα χρόνον ἐλάχιστον, οὗ οὐχ οἷόν τε ἐν ἐλάττονι κινηθῆναι τὴν κίνησιν τὴν αὐτοῦ, οἷον τοῦ στάδιον δραμεῖν ἢ νόμον τινὰ κιθαρίσαι ἢ ᾆσαι· εἰ δὲ τοῦτο, καὶ τῆς τοῦ οὐρανοῦ περιφορᾶς τῆς ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ εἴη ἄν τις χρόνος ἐλάχιστος, οὗ ἐν ἐλάττονι οὐχ οἷόν τε περιενεχθῆναι. καθόλου μὲν γὰρ οὐκ ἔστι χρόνος ἐλάχιστος διὰ τὸ τὰ συνεχῆ πάντα ἐπ’ ἄπειρον εἶναι διαιρετά, πρός τι δὲ καί τινων ἔστι τις ἐλάχιστος χρόνος, ὥσπερ καὶ τῶν κινήσεων. τούτου οὖν οὕτως ἔχοντος, εἰ τὸ ἐπιτεινόμενον ἐν ἐλάττονι χρόνῳ τὸ αὐτὸ διάστημα κινεῖται, εἴ τι ἀεὶ ἐπιτείνοιτο, ἀεὶ ποιήσει τοῦτο πρὸς ἀναλογίαν τῆς ἐπιτάσεως ἀεὶ συστελλομένου τοῦ χρόνου· εἰ δὲ τοῦτο, ἔσται καὶ τοῦ ἐλαχίστου χρόνου, ἐν ᾧ κινεῖται, ἐλάττων ποτέ, ἐν ᾧ καὶ αὐτῷ κινήσεται,1 ὅπερ ἀδύνατον· ἀδύνατον ἄρα καί, ᾧ τοῦτο ἠκολούθησε,2 τοῦτο δὲ ἦν τὸ ἀεὶ ἐπιτείνεσθαι κινούμενον. Δείξας δὲ οὕτως, ὅτι οὐκ ἔστιν ἐπίτασις ἐπ’ ἄπειρον, ἐπάγει, ὅτι, εἰ μὴ ἐπίτασις,3 οὐδὲ ἄνεσις· ὡς γὰρ ἄν τὸ ἕτερον αὐτῶν ἔχῃ, οὕτως ἔχει καὶ ἀμφότερα, διότι πρὸς ἄλληλα λέγεταί τε καὶ ἔστιν, ὡς τὸ μᾶλλον καὶ τὸ ἧττον· ἡ γὰρ ἄνεσις ἡ ἄπειρος ἐπιτάσεως ἀπείρου καὶ ἡ ἐπίτασις ἀνέσεως· οὐ γὰρ ἄλλο τι ἀνίεται ἢ τὸ ἐπιτεταμένον, καὶ ἐφ’ ὅσον ἐπιτέταται, ἐπὶ τοσοῦτον ἀνίεται, ὥστε, εἰ δέδεικται τὸ ἐπίτασιν μὴ εἶναι εἰς ἄπειρον, δέδεικται καὶ τὸ μηδὲ ἄνεσιν εἰς ἄπειρον εἶναι. Ἐπειδὴ δὲ ἡ μὲν ἐπίτασις κατὰ προσθήκην γίνεται, ἡ δὲ ἄνεσις κατὰ ὑφαίρεσιν, οὐ πᾶσα δὲ προσθήκη ἐπίτασιν ἁπλῶς ποιεῖ, ὥστε καὶ ἄνεσιν ἔχειν, μετὰ τὸ εἰπεῖν, ὅτι ὁμοίως ἄμφω καὶ θάτερον, ἐπάγει, πῶς ἐχούσης τῆς προσθέσεως γίνεται ἡ ἐπίτασις, πρὸς ἣν ἀνάγκη τὴν ἄνεσιν ἀποδίδοσθαι, καὶ ἐφ’ ἧς ἀληθὲς τὸ ὁμοίως ἄμφω καὶ θάτερον. ἀληθὲς γάρ, εἴπερ αἱ προσγινόμεναι προσθῆκαι τῷ λεγομένῳ ἐπιτείνεσθαι ἢ ἶσαι ἀλλήλαις εἰσὶν ἢ μείζων ἡ ἑπομένη τῆς προηγησαμένης· τότε γὰρ κυρίως καὶ μόνως ἐπίτασίς ἐστιν· ἐὰν δὲ αἱ προσθῆκαι ἐπὶ τὸ ἔλαττον προΐωσιν, ὡς νῦν μέν, εἰ τύχοι, δέκα δακτύλων τάχος προστίθεσθαι, αὖθις δὲ ἐννέα καὶ ἐφεξῆς οὕτως, πρῶτον μὲν οὐκ ἔστιν ἡ τοιαύτη μόνον ἐπίτασις, ἀλλὰ καὶ ἄνεσις, διὸ οὐδὲ ἄλλη τις ἔστι ταύτης ἄνεσις, ἔπειτα οὐδὲ εἰς ἄπειρον χρόνον ταύτην γίνεσθαι δυνατόν· δαπανηθήσεται γὰρ τὸ προστιθέμενον ἀεὶ μειούμενον. διὰ τοῦτο οὖν εἰπὼν ὁμοίως γὰρ ἄμφω καὶ θάτερον ἐπήγαγεν εἴπερ τῷ αὐτῷ ἐπιτείνεται τάχει ἢ μείζονι καὶ ἄπειρον χρόνον. ἡ μέντοι ἄνεσις, κἂν ἶσα ἀλλήλοις ᾖ τὰ ἀφαιρούμενα, κἂν τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, ἄνεσις μένει. τότε δὲ ἡ ἄνεσις ἀνάλογον ἔχει τῇ ἐπιτάσει, ὅταν αἱ ἀφαιρέσεις ἀνάλογον ταῖς προσθήκαις γίνωνται.

“此外,如果有人设定存在某个最小时间”,直至“以及无限时间”为止。 这是关于同一论题的另一个论据,以极大的明白性确立了天的运动不可能以始终强化或始终弛缓的方式是非均匀的。 〔亚里士多德〕预先确立了一条公理:存在某个最小时间,天不可能在少于该时间之内运动;而这是通过归纳被证实的,即对于一切活动和每一个运动之物而言,都存在某个最小时间,其自身的运动不可能在少于该时间之内进行,例如跑过一斯塔德,或用基萨拉琴弹奏某一乐调,或唱歌。 如果这是如此,那么天的从同一处到同一处的公转,也将存在某个最小时间,在少于该时间之内它不可能完成旋转。 因为从普遍意义上讲,确实不存在最小时间,因为一切连续之物都是走向无限可分的;但相对于某物并且对于某些特定事物而言,存在着某个最小时间,正如对于运动而言也是如此。 既然情况如此,如果强化之物在更少的时间内运动相同的距离,那么若某物始终被强化,它将始终如此行事,时间将相应于强化的比例而始终缩减。 如果这是如此,那么某个甚至少于它在其中运动的最小时间的时间将某时存在,而在该时间本身之内它也将运动,这是不可能的。 因此,导致这一结论的那个前提也是不可能的;而这前提就是运动之物始终被强化。 在如此证明了不存在走向无限的强化之后,〔亚里士多德〕接着指出,如果不存在强化,也就没有弛缓;因为它们之中的无论哪一个处于何种状态,两者也就同样处于何种状态,因为它们如更多与更少一样,是彼此相对而言且相对存在的;因为无限的弛缓是对于无限强化的[弛缓],而强化也是对于弛缓的[强化];因为除了已经被强化之物以外,没有任何别的东西被弛缓,并且它被强化了多少,也就被弛缓了那么多;从而如果已经证明了强化不是无限的,也就证明了弛缓同样不是无限的。 然而,由于强化是通过增加而产生,而弛缓是通过减少而产生,且并非一切增加都能单纯地造成强化从而也具有弛缓,因此在说了“两者与其中之一是同样的情形”之后,〔亚里士多德〕接着说明:在增加处于何种状态时产生强化——对于这一强化,弛缓必然与之对应,并且对于这一强化而言,“两者与其中之一是同样的情形”才是真实的。 因为如果向被称为强化的运动所附加上去的增加量要么彼此相等,要么后继者大于前行者,那么这是真实的;因为在那时,才本真地且纯粹地存在强化;但如果增加量朝着较少的方向递减,例如假设现在增加十指宽的速度,接下来是九指,依次类推,那么首先,这样的运动不仅是强化,而且也是弛缓,因此不存在有别于此的另一种弛缓;其次,这种情况也不可能走向无限的时间而发生;因为始终递减的被增加之物将被耗尽。 因此正因为这个缘故,在说了“因为两者与其中之一是同样的情形”之后,〔亚里士多德〕补充道:“只要它是以相同的速度或更大的速度被强化,并且在无限的时间内”。 然而弛缓,无论被减去之物是彼此相等,抑或一个较大一个较小,都仍然是弛缓;而弛缓只有在减少量与增加量成比例产生时,才与强化成比例。

语法注3 条
  1. 2.26ἔσται καὶ τοῦ ἐλαχίστου χρόνου, ἐν ᾧ κινεῖται, ἐλάττων ποτέ, ἐν ᾧ καὶ αὐτῷ κινήσεται

    动词 ἔσται 的主语省略了名词 χρόνος,ἐλάττων ποτέ 为表语(“将在某时存在一个更短的[时间]”)。属格 τοῦ ἐλαγίστου χρόνου(原文拼写错误,实为 ἐλαχίστου)为比较级的比较属格,由 ἐλάττων 支配。关系从句 ἐν ᾧ κινεῖται 修饰先行词 τοῦ ἐλαχίστου χρόνου,而后面的关系从句 ἐν ᾧ καὶ αὐτῷ κινήσεται 则修饰被省略的主语 ἐλάττων [χρόνος]。

  2. 2.26ἀδύνατον ἄρα καί, ᾧ τοῦτο ἠκολούθησε

    在连词 καί(“也”)之后,省略了作表语形容词 ἀδύνατον 的主语代词 ἐκεῖνο。关系代词 ᾧ(与格)由动词 ἠκολούθησε 支配,其先行词即为省略的 ἐκεῖνο。整体构成否定后件律(modus tollens)的推论骨架:“因此,这个[荒谬结论]所伴随的那个[前提]也是不可能的”。

  3. 2.26ἐπάγει, πῶς ἐχούσης τῆς προσθέσεως γίνεται ἡ ἐπίτασις

    此句引导了一个由疑问副词 πῶς 构成的间接疑问从句 πῶς ... γίνεται,其中属格独立结构 ἐχούσης τῆς προσθέσεως 与 πῶς 述谓性地结合(“在增加处于何种状态时”)。随后由 πρὸς ἣν 与 ἐφ’ ἧς 引导的两个关系从句皆修饰先行词 ἡ ἐπίτασις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:433.11-434.18