← 辛普里丘

亚里士多德《论天》注释

§432.15-433.10

基于终点限定否定运动的无限强化与弛缓

辛普里丘注解了亚里士多德对天体非均匀运动的第二种方式(始终强化或始终弛缓)的驳斥,阐明了凡自然运动皆受终点限定,而无限强化或弛缓则缺乏确定终点(“向何处”),因而两者皆不可能的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.25

" Ἀλλὰ μὴν οὐδὲ ἐπιτείνειν ἀεὶ ἕως τοῦ ἔκ τινος εἴς τι εἶναι καὶ ὡρισμένην." Δείξας, ὅτι τῷ ἀνώμαλον οὕτως ὑποτιθεμένῳ τὴν τοῦ οὐρανοῦ κίνησιν, ὡς ἄπειρον εἶναι τὴν ἄνεσιν καὶ ἄπειρον τὴν ἐπίτασιν, δύο ἄτοπα ἕπεται τό τε ἀίδιον λέγειν τὸ παρὰ φύσιν καὶ ἰσοχρόνιον τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν, νῦν τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως προτίθησι τὸ λέγον ἀνώμαλον γίνεσθαι τὴν κίνησιν τῷ τὸ ἕτερον ἐπ’ ἄπειρον ἐν αὐτῇ εἶναι,1 ὡς ἢ ἀεὶ ἐπιτείνεσθαι ἢ ἀεὶ ἀνίεσθαι, καὶ δείκνυσι καὶ τοῦτο ἀδύνατον οὕτως· πᾶσα κίνησις ἔκ τινος εἴς τι γίνεται καὶ ὥρισται τῷ ποθὲν ποι· ἡ δὲ ἀεὶ ἐπιτεινομένη ἢ ἀεὶ ἀνιεμένη οὐχ ὥρισται οὐδὲ ἔχει τὸ ποθέν ποι· οὐδεμία ἄρα κίνησις ἀεὶ ἐπιτείνεται ἢ ἀεὶ ἀνίεται. ὅτι δὲ τὸ ἀεὶ ἐπιτεινόμενον ἀόριστόν ἐστι καὶ οὐκ ἔχει τό ποι, δῆλον ἐντεῦθεν· ἡ ἐπίτασις τοῖς κατὰ φύσιν κινουμένοις γίνεται κατὰ τὸ πλησιάζειν ἀεὶ τῷ ἐφ’ ὃ φέρεται· τῷ δὲ ἐπ’ ἄπειρον ἐπιτεινομένῳ οὐδὲν ἔσται τὸ ἐφ’ ὃ κινεῖται· ἀεὶ γὰρ τό, ἐφ’ ὃ ἐπιτεινόμενον κατὰ τὴν κίνησιν φέρεται, ἄλλο ἔσται τοῦ πρὸ αὐτοῦ, καὶ τῷ ἐπ’ ἄπειρον τοῦτο πάσχειν ἐπ’ ἄπειρον εἰς ἄλλο μεταβήσεται· ὥστε οὐχ ἕξει τὸ ἐφ’ ὃ οὐδὲ τὸ ποθέν ποι οὐδὲ ὥρισται ἡ ἀεὶ ἐπιτεινομένη κίνησις. ἐπ’ ἄπειρον μὲν γὰρ οἷόν τέ τι κινεῖσθαι ἐν τῷ αὐτῷ κινούμενον τῷ πάλιν καὶ πάλιν κινεῖσθαι τὴν αὐτὴν κίνησιν, ὡς ἐπὶ τῆς ἐγκυκλίου φορᾶς λέγομεν, οὐ μέντοι ἐπ’ ἄπειρον ἐπιτείνεσθαι· οὐ γὰρ ἡ αὐτὴ κίνησις ἔτι ἔσται, ἀλλ’ ἡ παροῦσα τῆς πρὸ αὐτῆς ἑτέρα τε καὶ ἀνόμοιος ἀεὶ μετὰ προσθήκης γινομένη. καὶ εἰ ἦν τι κυκλικὸν οὕτως ἐπιτεινόμενον, ἢ ἀριθμόν τινα περιφορῶν ἔσπευδε πληρῶσαι2 ἢ ἐπὶ πέρας τῆς κατὰ τὴν κίνησιν ταχύτητος ἐλθεῖν, ὧν οὐδέτερον συμβαίνει τῷ ἐπ’ ἄπειρον μετ’ ἐπιτάσεως τοιαύτης κινουμένῳ. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῆς ἐπ’ ἄπειρον ἀνέσεως· οὐδὲ γὰρ ἐπὶ τούτων ἐστὶ τό ποι καὶ τὸ ἐφ’ ὃ ἡ κίνησις, εἴπερ πλησίον ἀεὶ τοῦ ἐφ’ ὃ ἡ ἀκμὴ τοῦ τάχους ἐστί, τὰ δὲ ἀεὶ ἀνιέμενα ἀεὶ πορρωτέρω τῆς ἀκμῆς καὶ τοῦ ἐφ’ ὃ γίνεται. εἰ οὖν πᾶσα μὲν κίνησις ἡ κατὰ φύσιν ποθέν ποι, οὐδεμία δὲ ἐπ’ ἄπειρον ἀνιεμένη ποθέν ποι, οὐδεμία ἄρα κίνησις ἐπ’ ἄπειρον ἀνιεμένη ἐστί. τῆς δὲ αὐτῆς οὔσης συναγωγῆς τῶν λόγων καὶ ἐπὶ τῆς ἐπ’ ἄπειρον ἐπιτάσεως καὶ ἐπὶ τῆς ἐπ’ ἄπειρον ἀνέσεως μίαν ὁ Ἀριστοτέλης ἐπ’ ἀμφοῖν ἐποιήσατο.

“然而始终强化也是不可能的”,直至“出于某物而向着某物且受限定”。 在表明了对于将天的运动假设为由于弛缓无限且强化无限而使得运动非均匀的人而言,会随出两个荒谬结论——既主张反乎本性之物是永恒的,又主张反乎本性之物与顺乎本性之物具有相等的时间——之后,〔亚里士多德〕现在提出了划分的第二个环节,即主张由于其中之一在运动中走向无限(即或者始终强化或者始终弛缓)而使得运动成为非均匀的环节;并且他通过如下方式证明这同样是不可能的: 凡运动皆由某物向某物产生,并由“从何处向何处”所限定;但始终强化或始终弛缓的运动并未受限定,也不具有“从何处向何处”;因此,没有任何运动是始终强化或始终弛缓的。 而始终强化之物是不定的且不具有“向何处”,这一点从下述情况是显而易见的: 对于顺乎本性而运动之物而言,强化是通过始终接近其所运向的目标而产生的;但对于走向无限而强化之物而言,将没有任何它所运向的目标;因为在运动中强化着运向的目标,将始终不同于在此之前的目标,并且由于走向无限地承受这一点,它将走向无限地转入另一个目标;从而始终强化的运动将既没有所运向的目标,也没有“从何处向何处”,更未受限定。 因为,尽管某物可以通过一次又一次作同一种运动而在同一场所内运动,从而走向无限地运动(正如我们在圆周运动中所说的那样),然而走向无限地强化却是不可能的;因为这不再是同一种运动,而是现有的运动由于始终伴随着增加而产生,而与此前的运动既不同且不相似。 而且,如果有某种圆周运动之物这样被强化,它必定致力于完成某一转数,或者达到其运动速度的极点,而这两者对于伴随这种强化而走向无限运动之物而言,都不会发生。 同样的论理也适用于走向无限的弛缓;因为在这些情况下也不存在“向何处”以及运动所运向的目标,如果说速度的顶点始终靠近所运向的目标,而始终弛缓之物则始终变得远离顶点以及所运向的目标。 因此,如果顺乎本性的凡运动皆是从某处向某处,而走向无限弛缓的运动没有任何一个是从某处向某处,那么没有任何运动是走向无限弛缓的。 既然论证的推论在走向无限的强化和走向无限的弛缓上是相同的,亚里士多德便对二者作了一个统一的论证。

语法注2 条
  1. 2.25τῷ τὸ ἕτερον ἐπ’ ἄπειρον ἐν αὐτῇ εἶναι

    带冠词不定式短语在此充当表示原因的与格,意为“由于其中之一(强化或弛缓)在它[运动]之中走向无限”。在句法上,它为前述分词短语 τὸ λέγον 所陈述的内容提供原因说明。

  2. 2.25εἰ ἦν τι κυκλικὸν οὕτως ἐπιτεινόμενον, ἢ ἀριθμόν τινα περιφορῶν ἔσπευδε πληρῶσαι

    这是表示与事实相反的虚拟条件句(反事实假设)。归结分句中的未完成过去时动词 ἔσπευδε 未带有小词 ἄν,这属于古典希腊语中表示努力、意图或倾向的动词在反事实归结分句中省略 ἄν 的常见惯用结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:432.15-433.10