← 辛普里丘

亚里士多德《论天》注释

§431.2-432.14

早期注释家关于无限弛缓必然性的阐释

辛普里丘考察了赫尔米诺和阿斯帕西奥斯关于天体运动中弛缓与强化的看法,以及阿芙罗狄西亚的亚历山大主张补充“在无限强化之后”的解释,并主张亚里士多德之所以认为无限弛缓是必然的,乃是基于运动的永恒性与第一推动者的超越性,而非以先前的无限强化为前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24#2

ἀλλὰ μήν, εἰ καὶ ἄνεσίς ἐστιν, ἐπ’ ἄπειρον πάλιν ἐστὶν αὕτη· τί γὰρ τὸ αἴτιον τὸ τὴν ἄνεσιν ἀναληψόμενον ταύτην, καὶ διὰ τί μέχρι τοῦδε ἀνίεται, οὐχ οἷόν τε αἰτίαν ἀποδοῦναι εἰς ἄπειρον κινουμένου τοῦ σώματος. ὥστε ἐπ’ ἄπειρον καὶ ἡ ἄνεσίς ἐστιν· ἐπιτάσεως μὲν γὰρ ἡ ἄνεσις1 ἄνεσις, ἀπείρου δὲ ἐπιτάσεως ἄπειρος ἡ ἄνεσις· διὰ τί γὰρ μέρους τῆς ἐπιτάσεως ἡ ἄνεσις ἔσται, οὐ πάσης δέ; ἀλλὰ μὴν ἡ ἄνεσις κατὰ ἀδυναμίαν, τοῦτο δὲ παρὰ φύσιν, τὸ δὲ παρὰ φύσιν οὐχ οἷόν τε ἴσον εἶναι τῷ κατὰ φύσιν· ὁδὸς γὰρ ἐπὶ φθορὰν τὸ παρὰ φύσιν· ὥστε οὐκ ἂν εἴη ἄνεσις· εἰ δὲ μὴ ἄνεσις, οὐδὲ ἐπίτασις.” ταῦτα μὲν οὖν τὰ τοῦ Ἑρμίνου κατὰ τὸν Ἀσπάσιον εἰρημένα. καὶ δῆλον, ὅτι καὶ οὗτοι οὐχ ὡς κατὰ τὴν τῆς διαιρέσεως ἀνάγκην ληφθὲν τὸ ἐπ’ ἄπειρον ἀνιέναι καὶ ἐπ’ ἄπειρον ἐπιτείνεσθαι ἐνόησαν, ἀλλ’ ὡς ἐξ ἀνάγκης, εἴ ἐστιν ἀνώμαλος ἡ κίνησις, ἀνέσεως καὶ ἐπιτάσεως οὔσης. καὶ τοῦτο μὲν δῆλον, ἀλλ’ ὅτι καὶ ὡς ἄπειροι πάντως ἐσόμεναι ἥ τε ἄνεσις καὶ ἡ ἐπίτασις ὑπὸ τοῦ Ἀριστοτέλους ἐλέγχονται· ὅτι δὲ οὐχ οὕτως εἴληπται, δηλοῖ τὰ ἐφεξῆς τμήματα τῆς διαιρέσεως, ἐν οἷς φησιν· ἀλλὰ μὴν οὐδὲ ἐπιτείνειν ἀεὶ ἢ πάλιν ἀνιέναι δυνατόν, καὶ πάλιν λείπεται δὴ λέγειν ἐναλλὰξ εἶναι τῇ κινήσει τὸ θᾶττον καὶ τὸ βραδύτερον· ἐν γὰρ τούτοις καὶ τὰ ἄλλα τμήματα τῆς διαιρέσεως ἐλέγχει τὰ μὴ ἄπειρον ἐπίτασιν καὶ ἄνεσιν ὑποτιθέμενα, ἀλλ’ ἢ ἀεὶ ἐπίτασιν ἢ ἀεὶ ἄνεσιν ἢ ἐναλλάξ. Ἐκεῖνο δὲ ἄξιον ζητεῖν, διὰ τί προστέθεικεν ὁ Ἀριστοτέλης τὸ ἀνάγκη δέ, εἰ ἀνίησιν ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον· τοῦτο γὰρ τὸ ἀνάγκη καὶ τοὺς προτέρους ἐποίησεν ἐξηγητὰς μὴ ὡς ἐκ διαιρέσεως τεθὲν ἀκούειν, ἀλλὰ τὴν αἰτίαν τῆς ἀνάγκης ζητεῖν. ὁ δὲ Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς ἐπιστήσας τούτῳ “δεῖ” φησὶ “προσυπακούειν τῷ εἰρημένῳ τὸ μετὰ τὴν ἐπ’ ἄπειρον ἐπίτασιν· εἰ γὰρ μετὰ τὴν ἐπ’ ἄπειρον χρόνον ἐπίτασιν ἀνίησιν ἡ κίνησις, καὶ μὴ μόνον ἐπίτασίς ἐστιν, ἀλλὰ καὶ ἄνεσις, ἄπειρον ἀνήσει χρόνον. τοῦτο δὲ ἦν μὲν καὶ ἄλλως ὑποκείμενον, οὐ μὴν ἀλλὰ καὶ ἀναγκαίως ἑπόμενον αὐτὸ δείκνυσι τῇ προγεγενημένῃ ἐπ’ ἄπειρον ἐπιτάσει· εἰ γὰρ ἡ ἄνεσις δι’ ἀδυναμίαν τοῦ κινοῦντός ἐστιν ἀρξαμένη γίνεσθαι, λοιπὸν ἐπ’ ἄπειρον ἔσται· τί γὰρ τὸ τὴν ἀδυναμίαν ἀναληψόμενον τὴν τοῦ κινοῦντος ἀιδίου τῆς κινήσεως οὔσης καὶ ἐπιτεινομένης ἀεὶ τῆς ἀνέσεως; καὶ διὰ τοῦτο οὖν ἐπ’ ἄπειρον ἡ ἄνεσις ἔσται, καὶ διότι τῆς ἀπείρου ἐπιτάσεως ἄπειρος ἡ ἄνεσις· οὕτως δὲ ἴσον χρόνον ἔσται τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν, ὅπερ ἐστὶν ἄτοπον”. μήποτε δὲ οὐκ ἀνάγκη προσυπακούειν τὸ μετὰ τὴν ἄπειρον ἐπίτασιν·2 ὁ γὰρ Ἀριστοτέλης ἐκ διαιρέσεως ἀναιρῶν τοὺς τῆς ἀνωμαλίας τρόπους ἀναθεὶς τοῦτον τὸν λέγοντα ἄπειρον χρόνον ἐπιτείνεσθαι καὶ πάλιν ἄλλον χρόνον ἄπειρον ἀνίεσθαι3 καὶ ἐλέγξας αὐτὸν διχῶς ἔκ τε τοῦ μηδὲν ἄπειρον χρόνον παρὰ φύσιν εἶναι καὶ ἐκ τοῦ μηδὲν τὸν ἴσον χρόνον παρὰ φύσιν καὶ κατὰ φύσιν εἶναι ἐπέστησεν, ὅτι τῷ λέγοντι ἀνίεσθαι ὅλως τὴν τοῦ οὐρανοῦ κίνησιν οὐ καθ’ ὑπόθεσιν μόνον ἀκολουθεῖ τὸ ἄπειρον χρόνον λέγειν ἀνίεσθαι, ἀλλὰ καὶ ἐξ ἀνάγκης ἕπεται ἀιδίου τῆς κινήσεως ὑποκειμένης διὰ τὸ μηδὲν εἶναι τὸ ἀναληψόμενον τὴν τοῦ πρώτου κινοῦντος ἀδυναμίαν πάντων ὄντος ἐπέκεινα, ἀλλ’ οὐ διὰ τὸ ἄπειρον ἐπίτασιν προηγεῖσθαι τῆς ἀνέσεως· τοῦτο γάρ, κἂν ἀληθὲς ᾖ, οὐ φαίνεται νῦν ὡς ἀναγκαῖον ἀλλ’ ὡς ἐξ ὑποθέσεως ὁ Ἀριστοτέλης λαβών, τῇ δὲ ἀνέσει μόνον ἐπιστήσας, ὅτι ἀνάγκη, εἰ ἀνίησιν ὅλως ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον.

“然而,如果也存在弛缓,这弛缓同样是走向无限的;因为什么是能恢复这一弛缓的原因,以及在物体作无限运动的情况下为何只弛缓到这里为止,人们不可能给出原因。从而弛缓也是走向无限的;因为弛缓乃是强化的弛缓,而无限强化的弛缓也是无限的;因为凭什么弛缓只是强化的一部分的弛缓,而不是全部的弛缓呢?然而弛缓是依照无能力的,而这是反乎本性的,反乎本性之物不可能与顺乎本性之物同等;因为反乎本性之物乃是走向毁灭之途;从而不可能存在弛缓;而若没有弛缓,也就没有强化。”这些就是赫尔米诺依照阿斯帕西奥斯所说的话。显而易见,他们也没有理解在无限时间内弛缓和在无限时间内强化乃是依照划分的必然性而被采纳的,而是理解为如果运动是非均匀的,在存在弛缓和强化的情况下就出于必然[而随出]。这一点固然明显,但亚里士多德乃是将弛缓与强化作为无论如何都将是无限的来加以驳斥的;而它并非如此被采纳,这一点由划分随后的各个环节表明了,在这些环节中他说:“然而始终强化或者反过来始终弛缓也是不可能的”,以及“那么剩下的就是说运动中较快与较慢是交替的”;因为在这些文句中,他也驳斥了划分中那些并未设定无限强化与弛缓、而是设定或者始终强化、或者始终弛缓、或者交替进行的其余环节。 但有一点值得探究:亚里士多德为何补充了“但如果运动在弛缓,就必然在无限时间内弛缓”呢?因为这个“必然”使得较早的注释家们也没有将其理解为出于划分而设立的,而是去寻求这一必然性的原因。阿芙罗狄西亚的亚历山大注意到了这一点,说:“必须在所说的话中补充理解‘在走向无限的强化之后’;因为如果在无限时间的强化之后运动弛缓,且不仅存在强化而且也存在弛缓,它就将在无限时间内弛缓。这一点虽然也是通过别的方式设定的,但他不仅如此,还表明它必然伴随着此前已发生的走向无限的强化;因为如果弛缓是由于推动者的无能力而开始产生的,其余的时间就将是走向无限的;因为在运动是永恒的且弛缓不断加剧的情况下,又有何物能恢复推动者的无能力呢?因此,弛缓不仅由于这个缘故将是走向无限的,而且也因为无限强化的弛缓本身也是无限的;而这样一来,反乎本性之物与顺乎本性之物就将具有相等的时间,这乃是荒谬的”。但或许并没有必要补充理解“在无限强化之后”;因为亚里士多德在通过划分消除非均匀运动的诸方式时,在提出了主张在无限时间内强化、又在另一无限时间内弛缓的这一个[环节],并从没有任何东西在无限时间内反乎本性、以及没有任何东西在反乎本性与顺乎本性上具有相等时间这两方面对其加以驳斥之后,他指出:对于断言天的运动有所弛缓的人来说,主张在无限时间内弛缓不仅是依照假设而随出的,而且在设定运动是永恒的前提下,由于没有任何东西能恢复处于万物之上的第一推动者的无能力,这也是出于必然伴随而来的,而不是由于无限的强化先于弛缓;因为这一点哪怕是真的,亚里士多德现在似乎也不是作为必然的采纳它,而是依照假设采纳它,他仅仅针对弛缓指出:如果运动有所弛缓,就必然在无限时间内弛缓。

语法注3 条
  1. 2.24ἐπιτάσεως μὲν γὰρ ἡ ἄνεσις ἄνεσις, ἀπείρου δὲ ἐπιτάσεως ἄπειρος ἡ ἄνεσις

    属格 ἐπιτάσεως 依附于名词 ἄνεσις,表达相关关系:“弛缓乃是强化的弛缓,而无限强化的弛缓是无限的”。后半句中 ἄπειρος 作表语形容词,与主语 ἡ ἄνεσις 一致。

  2. 2.24μήποτε δὲ οὐκ ἀνάγκη προσυπακούειν τὸ μετὰ τὴν ἄπειρον ἐπίτασιν

    副词 μήποτε 引出委婉的断定或异议(“或许并不……”),支配无人称句式 οὐκ ἀνάγκη [ἐστί] 及其不定式 προσυπακούειν。带冠词的短语 τὸ μετὰ τὴν ἄπειρον ἐπίτασιν 作不定式的直接宾语,表示需补充理解的语句内容。

  3. 2.24ἀναθεὶς τοῦτον τὸν λέγοντα ἄπειρον χρόνον ἐπιτείνεσθαι καὶ πάλιν ἄλλον χρόνον ἄπειρον ἀνίεσθαι

    分词 ἀναθείς 在此处意为“提出/设定”(作为划分的一项提出以供考察),与主语 ὁ Ἀριστοτέλης 一致。其宾语 τοῦτον τὸν λέγοντα 指代前文划分中主张“在无限时间内强化、又在另一无限时间内弛缓”的那一论题或环节。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:431.2-432.14