← 辛普里丘

亚里士多德《论天》注释

§429.20-431.2

推动者能力的四分法与无限加减速之否定

为了论证天的运动并非非均匀的,文中提出了关于推动者能力与无能力之四分法,并论述了无限时间的弛缓与强化之不可能。随后论及阿芙罗狄西亚的亚历山大对该划分的揭示,并引证了艾盖的亚历山大、赫尔米诺和阿斯帕西奥斯的早期见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24#1

" Ἔτι δὲ καὶ ἄλογον ἄπειρον χρόνον ἀδύνατον εἶναι ἕως τοῦ ἄπειρον ἀνιέναι χρόνον." Δείξας ἀπὸ τοῦ κινουμένου, ὅτι οὐχ οἷόν τε ἀνωμάλως κινεῖσθαι τὸν οὐρανόν, νῦν ἀπὸ τοῦ κινοῦντος ποιεῖ τὴν ἐπιχείρησιν ἐκ διαιρέσεως αὐτήν, ὡς ἔοικε, προάγων τοιαύτης· εἰ ἀνωμάλως κινεῖται ὁ οὐρανός, ἤτοι ἄπειρον χρόνον ἀνίεται αὐτοῦ ἡ κίνησις καὶ ἄπειρον ἐπιτείνεται ἢ μόνον ἀνίεται ἢ μόνον ἐπιτείνεται ἐπ’ ἄπειρον ἢ κατά τινας περιόδους ἐναλλὰξ νῦν μὲν ἀνίεται, νῦν δὲ ἐπιτείνεται. καὶ τὸ μὲν πρῶτον δείκνυσιν οὕτως κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν·1 εἰ ἄπειρον χρόνον ἡ τοῦ οὐρανοῦ κίνησις ἀνίεται καὶ ἄπειρον ἐπιτείνεται, ἐπειδὴ τὸ καὶ ἀνίεσθαι καὶ ἐπιτείνεσθαι αὐτὴν παρὰ τὴν ἀδυναμίαν καὶ δύναμιν τοῦ κινοῦντος γίνεται, ἄπειρον ἂν χρόνον τὸ κινοῦν ἀδυναμίαν ἔχοι καὶ ἄπειρον χρόνον δύναμιν· εἰ οὖν ἡ ἀδυναμία παρὰ φύσιν, ἄπειρον ἂν χρόνον τὸ κινοῦν παρὰ φύσιν ἔχοι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐθὲν γὰρ φαίνεται ὂν ἄπειρον χρόνον παρὰ φύσιν, εἴπερ ἐκτροπὴ καὶ παρυπόστασίς ἐστι τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν. ἀδύνατον ἄρα καὶ τὸ ἡγούμενον, ᾧ τοῦτο ἠκολούθησεν·2 ἦν δὲ τὸ ἄπειρον χρόνον τὴν τοῦ οὐρανοῦ κίνησιν ἀνίεσθαι καὶ ἄπειρον ἐπιτείνεσθαι. καὶ ἄλλο δὲ ἐκ τῶν αὐτῶν λημμάτων συμπέρασμα συνάγει· εἰ γὰρ ἄπειρον χρόνον δυνατόν, τουτέστι κατὰ φύσιν, καὶ ἄπειρον χρόνον ἀδύνατον, τουτέστι παρὰ φύσιν, ἐστὶ τὸ κινοῦν, τὸν ἴσον ἂν χρόνον παρὰ φύσιν εἴη καὶ κατὰ φύσιν, ταὐτὸν δὲ εἰπεῖν, ἀδύνατον καὶ δυνατόν· τοῦτο δὲ ἄτοπον τὸ ἰσοχρόνιον εἶναι τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν καὶ τὸ ἀδύνατον τῷ δυνατῷ, εἴπερ προηγούμενον μὲν τὸ κατὰ φύσιν καὶ τὸ δυνατόν, ἀποτυχία δὲ τούτων τὸ παρὰ φύσιν καὶ τὸ ἀδύνατον· ὥστε ἄτοπον πάλιν καὶ ἀδύνατον ἂν εἴη καὶ τὸ ἡγούμενον, ᾧ τοῦτο ἠκολούθησε, τὸ ἄπειρον χρόνον ἀνίεσθαι τὴν τοῦ οὐρανοῦ κίνησιν καὶ ἄπειρον ἐπιτείνεσθαι. Λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι χρησάμενος τῷ ἄπειρον χρόνον ἐπιτείνεσθαι καὶ ἄπειρον ἀνίεσθαι οὐκ ἀπέδειξε ταῦτα, ἀλλὰ τὸ μὲν τῆς ἐπιτάσεως καὶ τέλειον παρέλειπε, περὶ δὲ τῆς ἀνέσεως τοσοῦτον ἐπήνεγκεν· ἀνάγκη δέ, εἰ ἀνίησιν ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον· εἰ γὰρ τὸ πρῶτόν ἐστι τὸ ταύτην τὴν κίνησιν τὴν ἀδύναμον ἀϊδίως κινοῦν, τί τούτου τὴν ἀδυναμίαν ἀναλήψεται; ὥστε, εἰ ἀεὶ κινεῖ, κατὰ τὴν ἀδυναμίαν ἀεὶ κινεῖ. τὸ δέ, ὅτι καὶ ἡ ἐπίτασις εἰς ἄπειρον, παρῆκε· δῆλον γάρ, ὡς, εἰ ἡ ἀδυναμία εἰς ἄπειρον παρὰ φύσιν οὖσα, καὶ ἡ δύναμις κατὰ φύσιν οὖσα ἔτι μᾶλλον εἰς ἄπειρον· οὐ γὰρ δεῖ τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν ἐπ’ ἔλαττον εἶναι, ὅπου γε οὐδὲ ἐπ’ ἴσης. καὶ ταῦτα εἰπὼν ὁ Ἀλέξανδρος ἐφιστάνει καλῶς, ὅτι οὐ προὔκειτο νῦν τῷ Ἀριστοτέλει δεῖξαι, ὅτι, εἰ ἀνωμάλως κινεῖται ἀνιέμενον καὶ ἐπιτεινόμενον, ἐπ’ ἄπειρον ἀνεθήσεται καὶ ἐπ’ ἄπειρον ἐπιταθήσεται, ἀλλ’ ὅτι προθέμενος δεῖξαι ὁμαλὴν τὴν τοῦ οὐρανοῦ κίνησιν πάντας ἀναιρεῖ τοὺς τῆς ἀνωμαλίας τρόπους ἐκ διαιρέσεως αὐτοὺς λαβών, ἧς ἤδη προεξεθέμην. Ἀσαφεστέρα δέ, φησίν, ἡ λέξις ἐστὶ τῷ μὴ θεῖναι τὴν διαίρεσιν πρώτην. καὶ ἔοικε τούτῳ τῷ ἐκ διαιρέσεως εἰλῆφθαι τὴν ἀπόδειξιν πρῶτος αὐτὸς ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος ἐπιστῆσαι· τὴν γοῦν προειρημένην ἐξήγησιν τοῦ ἀναγκαίαν εἶναι τὴν ἐπ’ ἄπειρον ἄνεσιν διὰ τὸ μὴ εἶναι τὸ ἀναληψόμενον τὴν δύναμιν τοῦ πρώτου κινοῦντος καὶ διορθῶσον τὴν ἀδυναμίαν ὡς Ἀλεξάνδρου τοῦ Αἰγαίου παρατίθεται. “Ἑρμίνου δέ”, φησίν, “ἤκουσα, καθὰ ἦν καὶ ἐν τοῖς Ἀσπασίου φερόμενον, εἰ ἔστιν ἄνεσις περὶ τὸ θεῖον σῶμα, ἦν ἐπίτασις πρὸ τοῦ· πᾶσα γὰρ ἄνεσις ἐπιτάσεως. ἀλλὰ μήν, εἰ ἦν ἐπίτασις πρὸ τῆς ἀνέσεως, ἐπ’ ἄπειρον ἦν αὕτη· διὰ τί γὰρ μέχρι τοῦδε ἦν καὶ οὐχὶ καὶ πρὸ ἀπείρου τῆς κινήσεως οὔσης,3 οὐχ οἷόν τε εὔλογον εἰπεῖν αἰτίαν.

“此外,在无限的时间内处于无能力也是不合理的[……]直到在无限的时间内弛缓。” 在从被运动者的角度证明了天不可能作非均匀运动之后,现在他又从推动者的角度展开推证,似乎是从如下这样的划分中推进这一论证的:如果天作非均匀运动,要么它的运动在无限时间内弛缓且在无限时间内强化,要么仅在无限时间内弛缓,要么仅在无限时间内强化,要么依照某些周期交替地时而弛缓、时而强化。对于第一种情况,他依照假言推理的第二[格]推证如下:如果天的运动在无限时间内弛缓且在无限时间内强化,既然它的弛缓和强化都是由于推动者的无能力和能力而产生的,推动者就将在无限时间内具有无能力,并在无限时间内具有能力;那么,如果无能力是反乎本性的,推动者就将在无限时间内处于反乎本性的状态。但这显然是不可能的;因为如果反乎本性之物乃是顺乎本性之物的偏离与寄生状态,那么没有任何东西可见在无限时间内处于反乎本性的状态。因此,这一点所由随出的前件也是不可能的;而那前件就是天的运动在无限时间内弛缓且在无限时间内强化。此外,他也从相同的前提出发推导出了另一个结论:因为如果推动者在无限时间内是有能力的(即顺乎本性的),且在无限时间内是无能力的(即反乎本性的),那么它在相等的时间内就既是反乎本性的又是顺乎本性的——换句话说,既是无能力的又是有能力的。但这乃是荒谬的,即反乎本性之物与顺乎本性之物同等历时,无能力与有能力同等历时,假若顺乎本性之物与有能力之物乃是在先的,而反乎本性之物与无能力乃是这些事物的失败;从而,这一点所由随出的前件——即天的运动在无限时间内弛缓并在无限时间内强化——也同样将既是荒谬的又是不可能的。 亚历山大说,他虽然采用了在无限时间内强化并在无限时间内弛缓这一说法,却没有证明这些,而是完全忽略了关于强化的一面,关于弛缓则仅补充了这么多:“如果运动在弛缓,就必然在无限时间内弛缓;因为如果第一推动者是永恒地推动这无能力的运动之物,又有何物能恢复它的无能力呢?因此,如果它总是在推动,它就总是依照无能力在推动”。但他略去了强化也是走向无限这一论断;因为显而易见,如果无能力作为反乎本性之物是走向无限的,那么能力作为顺乎本性之物就更应当是走向无限的;因为顺乎本性之物不应当比反乎本性之物历时更短,既然它们甚至不能平起平坐。亚历山大在说了这些之后,很好地指出:亚里士多德当前的意图并不是要表明,如果它由于弛缓和强化而作非均匀运动,它就将在无限中被弛缓并在无限中被强化;而是为了表明天的运动是均匀的,他在从划分中列出所有非均匀运动的方式之后,将它们通通予以消除,关于这个划分我刚才已经预先陈述过了。他说,文句之所以较不清楚,是因为没有把这一划分放在最前面。似乎阿芙罗狄西亚的亚历山大自己是第一个注意到推证是取自划分的人;至少,他把前面所提到的那种解释——即由于没有东西能恢复第一推动者的能力并纠正其无能力,从而无限的弛缓是必然的——归于艾盖的亚历山大。他说:“但我从赫尔米诺那里听闻(正如阿斯帕西奥斯的著述中所载的那样):如果神圣物体存在弛缓,此前就存在强化;因为一切弛缓都是强化的〔弛缓〕。然而,如果在弛缓之前存在强化,这强化就是走向无限的;因为在运动是无限的前提下,为什么〔强化〕只到这里为止,而不是在此前也存在,人们不可能说出一条合理的理由。”

语法注3 条
  1. 2.24κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν

    指古代逻辑(斯多亚派和逍遥学派)中假言三段论的第二格(否定后件律,modus tollens:“如果A则B;非B;所以非A”)。

  2. 2.24ᾧ τοῦτο ἠκολούθησεν

    关系代词 ᾧ 为与格,受动词 ἠκολούθησεν 支配,其先行词是前面的 τὸ ἡγούμενον(前件)。τοῦτο(这)指代刚被证明为不可能的后件。此句体现了前件与后件的逻辑推理结构。

  3. 2.24διὰ τί γὰρ μέχρι τοῦδε ἦν καὶ οὐχὶ καὶ πρὸ ἀπείρου τῆς κινήσεως οὔσης

    ἀπείρου τῆς κινήσεως οὔσης 为独立属格结构(“在运动是无限的前提下”)。πρὸ 作副词用(“此前”)。整句为一个间接疑问结构,质问既然运动是无限的,为何强化只到此为止,而不是在更早之前就存在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:429.20-431.2