← 辛普里丘

亚里士多德《论天》注释

§428.15-429.19

天体的单纯性与弛缓和强化的相关性

辛普里修通过月下复合物与天体单一性的对比以三段论推导出天体运动的均匀性,并探讨了亚历山大关于弛缓与强化相互关联的疑难与解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23#2

ἡ γὰρ σύστασις, φησίν, αὐτῶν ἐκ σωμάτων ἐστὶν οὐδὲ αὐτῶν κατὰ φύσιν ἐχόντων τελέως· ἔστι γὰρ ἐκ τῶν τεσσάρων στοιχείων, ὧν ἄλλος ἄλλου κατὰ φύσιν ὁ τόπος ἐστὶ καὶ οὐχ ὁ αὐτὸς πάντων, ἐν ᾧ τὰ ζῷα καὶ τὰ φυτά· οὐθὲν γὰρ τῶν ἐν τούτοις μερῶν ἤτοι στοιχείων τὴν χώραν εἰλικρινῶς κατέχει· οὔτε γὰρ ἐν γῇ κυρίως ἐστὶ ταῦτα οὔτε ἐν ὕδατι οὔτε ἐν ἀέρι καθαρῷ ἢ πυρί, ἀλλ’ ἐν τῷ περὶ τὴν γῆν τόπῳ σύμφυρσιν ἔχοντι τῶν στοιχείων, καὶ ἐν αὐτοῖς δὲ τοῖς τῶν ζῴων μορίοις καὶ τῇ ἄνω καὶ τῇ κάτω συγκέκριται· διὸ παρὰ φύσιν διακείμενα κάμνει καὶ ἀδυναμίας αἴτια τοῖς συγκειμένοις ἀφ’ ἑαυτῶν γίνεται καὶ τῆς παρὰ φύσιν καὶ αὐτοῖς διαθέσεως. καὶ οὐ μάτην νῦν τὴν αἰτίαν τῆς ἀδυναμίας καὶ τοῦ παρὰ φύσιν προστέθεικεν, ἀλλ’ ἵνα δείξῃ, ὅτι τὸ θεῖον σῶμα ἁπλοῦν ὂν καὶ μὴ ἐξ ἐναντίων συνεστηκός, ἀλλὰ καὶ ἐν τῇ ἑαυτοῦ χώρᾳ ἀεὶ ἱδρυμένον, οὔτε παρὰ φύσιν γίνεται ποτε οὔτε ἀδυναμεῖ οὔτε ἄνεσιν καὶ ἐπίτασιν ὑφίσταται οὔτε ἀνωμάλως κινεῖται. καὶ συνελόντι φάναι τὸ θεῖον σῶμα παρὰ φύσιν οὐ διατίθεται· τὸ ἀνωμάλως κινούμενον παρὰ φύσιν διατίθεται· τὸ θεῖον ἄρα σῶμα ἀνωκαλῶς1 οὐ διατίθεται· ἐν δευτέρῳ σχήματι ἡ συναγωγή. Ἐπειδὴ δὲ ἡ ἀδυναμία ἀνέσεώς ἐστιν αἰτία προσεχῶς, διὰ τοῦτο εἰπὼν οὐδ’ ἂν ἀδυναμία εἴη ἐπήγαγεν ὥστε οὐδὲ ἄνεσις. ἐπειδὴ δὲ ἡ ἄνεσις μετὰ ἐπίτασίν ἐστιν, οὐ τὴν ὁμαλότητος ἐπίτασιν, ἀλλὰ τὴν πρὸς ἄνεσιν λεγομένην, ἐπήγαγεν οὐδὲ ἐπίτασις· εἰ γὰρ ἐπίτασις, καὶ ἄνεσις· πρὸς ἄλληλα γάρ ἐστι καὶ λέγεται ταῦτα, ὥσπερ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον. Ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς, ἐν οἷς κατὰ τὴν ἀρχήν ἐστιν ἡ ἀκμὴ καὶ μετὰ τὴν ἀκμὴν ἡ ἄνεσις, ὡς ἐπὶ τῶν παρὰ φύσιν κινουμένων εἴρηται, μετὰ τὴν ἐπίτασιν ἡ ἄνεσίς ἐστιν ἐπιτάσεως ὅλως ἐκεῖ μὴ οὔσης, ἢ πῶς, ἐν οἷς ἐπὶ τέλει ἡ ἀκμή, ὡς ἐπὶ τῶν κατὰ φύσιν κινουμένων, μετὰ ἄνεσιν ἡ ἐπίτασις ἀνέσεως ὅλως ἐκεῖ μὴ οὔσης· καὶ λύει τὴν ἀπορίαν λέγων· “μήποτε οὐ παρὰ μέρος ταῦτα γίνεσθαί φησιν ἐξ ἀνάγκης, ἀλλὰ συνοδεύειν ἀλλήλοις· τό τε γὰρ ἀνιέμενον κατὰ τὴν ἐπίτασιν τὴν ἐνοῦσαν ἐν αὐτῷ ἀνίεται· εἰ γὰρ μὴ ἐνῆν ἐπίτασις αὐτῷ, οὐδὲ ἂν ἀνίεσθαι ἐδύνατο· ὁμοίως καὶ τὸ ἐπιτεινόμενον ἐπιτείνεται, καθ’ ὅσον ἀνέσεως μετέχει, ὡς, εἰ μηδὲν ἦν ἀνειμένον ἐν αὐτῷ, οὐδ’ ἂν ἐπίτασιν ἐχώρει”. καὶ λέγει καλῶς, εἴπερ ἡ μὲν ἐπίτασις τὸ ἐφεξῆς θᾶττον ἔχει τοῦ προηγησαμένου, ἡ δὲ ἄνεσις τὸ ἀνάπαλιν. δυνατὸν δὲ ἴσως καὶ τοῦτο λέγειν, ὅτι, ἐφ’ ὧν μετὰ τὴν ἀκμὴν ἡ ἄνεσις, ὡς πρὸς ἐπιτεταμένην τὴν ἀκμὴν ἄνεσις λέγεται,2 καὶ ἐφ’ ὧν πρὸ τῆς ἀκμῆς ἐπίτασις, ὡς ἐπὶ τῶν κατὰ φύσιν, πρὸς τὴν ἀνειμένην ἐν ἀρχῇ διάθεσιν ἡ ἐπὶ τὴν ἀκμὴν ἰοῦσα ἐπιτείνεσθαι λέγεται. Μήποτε δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ αἱ κατὰ προαίρεσιν γινόμεναι ἀνέσεις τὴν αὐτὴν αἰτίαν τὴν ἀδυναμίαν ἔχουσι· φόβῳ γὰρ τοῦ καταναλωθῆναι τὴν δύναμιν3 τῇ ἀνέσει χρώμεθα.

因为据他所言,它们的构成来自于那些自身并非完全处于自然状态的物体;因为它是来自于四种元素,对于这四种元素而言,其自然处所彼此不同,对于它们全体而言并不是同一个处所,动物和植物正存在于其中。因为这些之中的任何部分——即各元素——都没有纯粹地占据其处所;因为它们既非本义地存在于土中,也非存在于水中,亦非存在于纯净的空气或火中,而是存在于大地周围具有诸元素混合的处所中,并且就在动物的各个部分自身之中,它们也与上方之物和下方之物结合在一起。因此,处于反乎本性的状态中,它们感到疲倦,并从自身出发成为复合物中无能力的根源,并且对于它们〔复合物〕而言也是反乎本性状态的根源。他现在补充无能力以及反乎本性的原因并非徒劳,而是为了表明神圣物体作为单一者且非由对立者构成,而且总是定居于其自身的处所,它既绝不会处于反乎本性的状态,也不会丧失能力,既不会承受弛缓与强化,也不会作非均匀的运动。简而言之:神圣物体不是反乎本性地处于某种状态;非均匀运动之物是反乎本性地处于某种状态;所以神圣物体绝不处于非均匀的状态。这一推论是在第二格中得出的。既然无能力直接是弛缓的原因,因此在说了“也不会有无能力”之后,他又接着说“从而也就没有弛缓”。又既然弛缓是在强化之后——不是均匀性的强化,而是相对于弛缓所说的那种强化——他就接着说“也没有强化;因为如果有强化,也就有弛缓”。因为这些是互相关联存在并被表述的,正如“更多”与“更少”、“更大”与“更小”一样。 然而亚历山大提出了疑难:在那些高潮处于开端而弛缓在高潮之后的事物中(正如对反乎本性运动之物所说的),既然那里完全不存在强化,弛缓怎么会是在强化之后呢?或者在那些高潮处于终点的事物中(如顺乎本性运动之物),既然那里完全不存在弛缓,强化怎么会是在弛缓之后呢?他化解了这一疑难,说道:“或许他并非指这些必然是交替产生的,而是说它们彼此相随。因为被弛缓之物是依照其内在的强化而被弛缓的;因为如果在它之内不存在强化,它甚至根本不可能被弛缓。同样,被强化之物也是在其分有弛缓的限度内被强化的,以至于如果其内没有任何被弛缓之物,它甚至根本不能容纳强化”。他说得很好,如果强化确实是使随后的东西比在先的东西更快,而弛缓则相反的话。但或许也可以这样说:在弛缓处于高潮之后的事物中,弛缓是相对于被强化的高潮而言的;而在强化处于高潮之前的事物中(如顺乎本性之物),走向高潮的过程是相对于开端处被弛缓的状态而言被称为强化的。 亚历山大还说,出于抉择而产生的弛缓或许也具有同样的原因,即无能力;因为由于害怕能力被耗尽,我们才采取弛缓。

语法注3 条
  1. 2.23ἀνωκαλῶς

    抄本中的 ἀνωκαλῶς 被理解为此前出现的 ἀνωμάλως(“非均匀地”)的抄写讹误(或异文),作为第二格三段论的结论,按 ἀνωμάλως 的含义理解。

  2. 2.23ὡς πρὸς ἐπιτεταμένην τὴν ἀκμὴν ἄνεσις λέγεται

    介词短语 πρὸς ἐπιτεταμένην τὴν ἀκμήν(“相对于被强化的高潮”)作状语,表示表语名词 ἄνεσις(“弛缓”)的参照标准,表明在反乎本性的运动中,弛缓是相对于高潮、而非作为时间上的先后相继而言的。

  3. 2.23φόβῳ γὰρ τοῦ καταναλωθῆναι τὴν δύναμιν

    原因与格 φόβῳ(“由于害怕”)带有一个充当客观属格的带冠词不定词 τοῦ καταναλωθῆναι(“被耗尽”),τὴν δύναμιν(“能力”)作该不定词的受格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:428.15-429.19