- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:427.15-428.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修斯就亚里士多德《论天》第二卷第六章进行注解,阐明关于天的运动之非均匀性不可能产生于被运动者(天体)本身的证明。他将运动的非均匀性划分为部分的非均匀性与整体的非均匀性,概述了亚里士多德如何根据恒星相对位置保持恒定的现象否定部分运动的非均匀性,进而通过能力的弛缓(无能力)不可能存在于合乎本性的天体之中来否定整体运动的非均匀性。
" Καὶ γάρ, εἰ γίνεται ἀνώμαλος ἕως τοῦ εἰ γὰρ ἐπίτασις, καὶ ἄνεσις." Ἐν τῷ δευτέρῳ ἐπιχειρήματι τῶν δεικνύντων, ὅτι ὁμαλής ἐστιν ἡ κίνησις τοῦ οὐρανοῦ, λαβών, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ ὅτι, εἰ ἀνώμαλος ἐν τῷ οὐρανῷ κίνησις, ἢ παρὰ τὸ κινούμενον ἂν ἦν ἢ παρὰ τὸ κινοῦν ἢ παρ’ ἄμφω, καὶ δείξας συντόμως, ὅτι οὔτε παρὰ τὸ κινούμενον δυνατὸν ἀνωμαλίαν εἶναι ἐν τῇ τοῦ οὐρανοῦ οὔτε πολλῷ μᾶλλον παρὰ τὸ κινοῦν, ἐν τούτοις μερίσας ἐκεῖνο τὸ ἐπιχείρημα δι’ ἄλλων ἐπιβολῶν κατὰ μὲν τὸ τρίτον τοῦτο δείκνυσιν,1 ὅτι παρὰ τὸ κινούμενον οὐκ ἂν γένοιτο ἀνώμαλος ἡ τοῦ οὐρανοῦ κίνησις, κατὰ δὲ τὸ ἐφεξῆς, ὅτι οὐδὲ παρὰ τὸ κινοῦν. καὶ ὅτι μὲν οὐ παρὰ τὸ κινούμενον, δείκνυσιν οὕτως· εἰ γὰρ γίνεται, ἤτοι ἡ ὅλη κίνησις, τουτέστιν ἡ ὅλου τοῦ σώματος, μεταβάλλει καὶ ὁτὲ μὲν γίνεται θάττων ὁτὲ δὲ βραδυτέρα πάλιν, ἢ τὰ μέρη τῆς κινήσεως μεταβάλλει· μέρη δὲ κινήσεως λέγει τὰς τῶν μερῶν τοῦ οὐρανοῦ κινήσεις, ὥσπερ καὶ ὅλην τὴν τοῦ ὅλου· εἰ οὖν δειχθείη μήτε τὸ ὅλον μήτε τὰ μέρη μεταβάλλοντα τὴν κίνησιν ὡς ποτὲ μὲν ἐπιτείνεσθαι ποτὲ δὲ ἀνίεσθαι, οὐκ 〈ἂν〉 ἀνωμάλως κινηθείη.2 καὶ πρῶτον μέν, ὅτι ἐν τοῖς μέρεσιν οὐκ ἔστιν ἀνωμαλία, δείκνυσιν ἐκ τῶν φαινομένων. εἰ γὰρ ἐν τοσαύταις ἐτῶν μυριάσιν, ἀφ’ οὗ μνήμη τῆς τῶν οὐρανίων θέσεως διεσώθη, οὐδεμία φαίνεται παραλλαγὴ γενομένη τῆς πρὸς ἀλλήλους τῶν ἀστέρων σχέσεως οὐδὲ διαφορὰ τῆς διαστάσεως αὐτῶν, ὡς αἱ νῦν σχηματογραφίαι δηλοῦσιν οὐδὲν πρὸς τὰς πάλαι παραλλάττουσαι, δῆλον, ὅτι οὐδεμία γέγονεν ἀνωμαλία τῆς τῶν μερῶν πρὸς ἄλληλα κινήσεως, ὥστε τὰ μὲν θᾶττον κινηθῆναι, τὰ δὲ βραδύτερον· πάντως γὰρ ἄν ἠμείβετο καὶ τὰ διαστήματα καὶ τὰ σχήματα πρὸς ἀλλήλους. εἰ γὰρ ἅμα πάντα θᾶττον ἢ ἅμα πάντα βραδύτερον ἐκινεῖτο, οὐκ ἦν τῶν μερῶν ἡ τοιαύτη ἀνωμαλία, ἀλλὰ τοῦ ὅλου, περὶ ἧς ὅτι καὶ αὕτη ἀδύνατος ἀποδείκνυσιν οὕτως·3 ἡ ἀνωμαλία τῆς κινήσεως κατὰ ἄνεσιν γίνεται καὶ ἐπίτασιν· ἡ ἄνεσις πανταχοῦ διὰ ἀδυναμίαν συμβαίνει μὴ δυναμένης τῆς οἰκείας δυνάμεως ἐπαρκεῖν πρὸς τὴν ὁμοίαν καὶ ὁμαλῆ διὰ παντὸς ἐνέργειαν· πᾶσα δὲ ἀδυναμία παρὰ φύσιν ἐστί, καὶ τούτου μὲν μαρτύριον τὸ καὶ τὰς ἐν ζῴοις ἀδυναμίας καὶ παρακμὰς παρὰ φύσιν εἶναι, ὡς τὸ γῆρας ὁρῶμεν καὶ τὰς νόσους. προστίθησι δὲ καὶ τὸ αἴτιον τῆς ἐν τοῖς ζῴοις καὶ δηλονότι καὶ ἐν τοῖς φυτοῖς ἀδυναμίας.
“因为确实,如果它成为非均匀的”直至“因为如果有强化,也就有弛缓”。 在表明天的运动是均匀的诸论证中的第二个论证中,他在假定凡被运动之物都是被某种事物所运动,并且如果天中的运动是非均匀的,它要么归因于被运动者,要么归因于推动者,要么归因于两者,并在简要展示了天的运动中既不可能因被运动者而存在非均匀性,更不可能因推动者而存在非均匀性之后;在这些段落中,他通过其他切入点对那一论证进行了区分,在这第三个论证中展示出天的运动不可能因被运动者而成为非均匀的,并在接下来的论证中展示出它也不会因推动者而如此。至于并非因被运动者,他展示如下:因为如果产生[非均匀性],要么是整体运动(即整个物体的运动)发生变化,时而变快,时而又变慢;要么是运动的各部分发生变化;他所说的运动的各部分,是指天的各部分的运动,正如整体运动是指整体的运动一样。因此,如果能够表明无论是整体还是各部分都不改变其运动(以至于时而强化、时而弛缓),它就不会作非均匀的运动。首先,他根据现象表明在各部分中并不存在非均匀性。因为如果在保存天体位置记忆的这数万年间,恒星彼此间的关系未见发生任何改变,它们之间的距离也未见任何差异——正如现在的星图所表明的,与古代的星图毫无出入——那么显而易见,各部分彼此之间的运动绝未产生任何非均匀性,以至于某些部分运动得较快,而另一些部分运动得较慢;因为如果是这样,它们彼此之间的距离和图形无论如何都会发生改变。因为如果所有的部分是一同运动得较快或一同运动得较慢,那么这种非均匀性就不是各部分的,而是整体的,关于这一点他也证明它同样是不可能的,方式如下:运动的非均匀性是依照弛缓与强化而产生的;弛缓在所有地方都是由于无能而发生的,即本有的能力无法足以始终维持同等且均匀的活动;而一切无能力都是违反本性的,对此的证明在于动物中的无能力和衰退也是违反本性的,正如我们所见的衰老和疾病。并且他还补充了动物中——显然植物中亦然——存在无能力的原因。
- 2.23ἐν τούτοις μερίσας ἐκεῖνο τὸ ἐπιχείρημα δι’ ἄλλων ἐπιβολῶν κατὰ μὲν τὸ τρίτον τοῦτο δείκνυσιν
句首的一连串分词短语(λαβών... καὶ δείξας... μερίσας)修饰主要动词 δείκνυσιν。ἐν τούτοις 指亚里士多德文本的这一段落,κατὰ μὲν τὸ τρίτον τοῦτο[省略 ἐπιχείρημα]意为“在第三个论证/论点中”,与后文的 κατὰ δὲ τὸ ἐφεξῆς 相对应。
- 2.23οὐκ 〈ἂν〉 ἀνωμάλως κινηθείη
带有校订者增补之〈ἄν〉的希求语气,构成前面条件从句 εἰ οὖν δειχθείη...(希求语气)的主句,表达逻辑结论:“如果能够表明……,它就不会非均匀地运动”。
- 2.23περὶ ἧς ὅτι καὶ αὕτη ἀδύνατος ἀποδείκνυσιν οὕτως
介词关系短语 περὶ ἧς[补 τῆς τοῦ ὅλου ἀνωμαλίας]承接前文整体的非均匀性而置于句首,与后接的主句 ἀποδείκνυσιν ὅτι καὶ αὕτη ἀδύνατος(“他证明这一点也是不可能的”)相联系。此处的倒装构成了句意的前后衔接。
