- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:425.27-427.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释《论天》288a27及以下的论证,将第一重天运动之均匀性的第二个证明(基于推动者与被运动者的不可变性)整理为三段论,并讨论了居间媒介的问题以及该论证对行星的适用性。
" Ἔτι, ἐπεὶ πᾶν κινούμενον ὑπό τινος κινεῖται ἕως τοῦ ὥστε καὶ τὴν φορὰν ἀδύνατον ἀνώμαλον εἶναι." Δεύτερον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι οὐκ ἔστιν ἀνώμαλος ἡ τοῦ πρώτου οὐρανοῦ κίνησις, ἐπὶ δύο ἀξιώμασι περαινόμενον, ἑνὶ μὲν τῷ λέγοντι, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ὅπερ ἐν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως οὕτως ἔχον ἀποδέδεικται, δευτέρῳ δὲ τούτῳ ἑπομένῳ τῷ λέγοντι, ὅτι ἡ ἀνωμαλία τῆς κινήσεως ἢ παρὰ τὸ κινοῦν γίνεται, ὅταν ἄλλοτε ἄλλο ᾖ τὸ κινοῦν ἢ τὸ αὐτὸ μὲν ᾖ, ἄλλοτε δὲ ἄλλῃ δυνάμει κινῇ, ἢ παρὰ τὸ κινούμενον, ὅταν ἄλλοτε ἄλλως διακείμενον ᾖ καὶ μὴ ἀεὶ δυνάμενον ὁμοίως ὑπακούειν τῇ τοῦ κινοῦντος δυνάμει, ἢ παρ’ ἄμφω διαφόροις χρώμενα δυνάμεσιν.1 ἡ οὖν ἀνώμαλος κίνησις γίνεται ἢ τοῦ κινουμένου ἢ τοῦ κινοῦντος ἢ ἀμφοῖν μεταβαλλόντων, περὶ δὲ τὸν οὐρανὸν οὐδὲν τοιοῦτον συμβαίνειν δυνατόν· οὔτε γὰρ αὐτὸν οὔτε τὸ κινοῦν αὐτὸν οὔτε ἄμφω μεταβάλλειν δυνατόν· καὶ τὸ συμπέρασμα, ὅτι περὶ τὸν οὐρανὸν ἀνωμαλία γενέσθαι ἀδύνατόν ἐστιν. Ἐν δευτέρῳ σχήματι κἀνταῦθα ἡ συναγωγή, καὶ ἡ μὲν μείζων πρότασις ὡς ἐναργὴς παρείληπται, τὴν δὲ ἐλάττονα τὴν λέγουσαν, ὅτι περὶ τὸν οὐρανὸν οὐκ ἂν γένοιτο οὔτε τοῦ κινουμένου οὔτε τοῦ κινοῦντος οὔτε ἀμφοῖν μεταβολή, δείκνυσι πρῶτον ἐπὶ τοῦ κινουμένου τοῖς προἀποδεδειγμένοις ἐπ’ αὐτοῦ συγχρώμενος. τὸ κινούμενον πρῶτον τῶν σωμάτων ἐστὶ καὶ ἁπλοῦν καὶ ἀγένητον καὶ ἄφθαρτον, ὡς δέδεικται, τὸ δὲ τοιοῦτον ἁπλῶς καὶ τελέως ἀμετάβλητόν ἐστιν, εἶτα, ὅτι καὶ τὸ κινοῦν τὸν οὐρανὸν ἀμετάβλητόν ἐστιν, ἐκ τοῦ μᾶλλον ἐπιχειρῶν δείκνυσιν· εἰ γὰρ τὸ κινοῦν τὸ πρῶτον τῶν κινουμένων καὶ ἁπλοῦν καὶ ἀγένητον καὶ ἄφθαρτον, καί ἐστι τὸ μὲν κινούμενον σῶμα, τὸ δὲ κινοῦν ἀσώματον, πολὺ μᾶλλον τὸ κινοῦν ἀμετάβλητον ἂν εἴη καὶ ἀναλλοίωτον· ἔδειξε δὲ καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως, ὅτι τὸ πρώτως κινοῦν ἀκίνητον παντελῶς ἐστιν. εἰ οὖν ἑκάτερον αὐτῶν ἀμετάβλητόν ἐστι, δῆλον, ὅτι καὶ ἄμφω· ἡ δὲ ἀνώμαλος φορὰ γίνεται ὁποτέρου τούτων ἢ ἀμφοῖν μεταβαλλόντων· ἀδύνατον ἄρα τὴν κυκλοφορίαν ἀνώμαλον εἶναι. Τὸ δὲ εἴτε ἄμφω μεταβάλλοι, οὐδὲν κωλύει ἀνωμάλως κινεῖσθαι ἀσφαλῶς εἴρηται· ἐνδέχεται γάρ ποτε ἀμφοτέρων μεταβαλλόντων ὁμαλῆ κίνησιν γίνεσθαι, ἐὰν κατὰ ἀναλογίαν ἡ μεταβολὴ γίνεται· διὸ οὐδὲν κωλύει εἰπεῖν· εἰ μὴ ἄρα, κἂν γένηται ὁμαλὴς διὰ τὴν τῆς μεταβολῆς ἀναλογίαν, οὐχ ὁμοία ἡ τοιαύτη κίνησις τῇ πρὸ τῆς μεταβολῆς ἔσται,2 καὶ οὕτως ἀνώμαλον πάλιν ἀνάγκη γενέσθαι. ἀσφαλῶς δὲ τὴν σύγκρισιν ἐποιήσατο τοῦ κινουμένου σώματος πρὸς τὸ ἀκίνητόν τε καὶ ἀσώματον· σώματι γὰρ κατὰ φύσιν μᾶλλον τὸ μεταβάλλειν ἢ ἀσωμάτῳ καὶ κινουμένῳ ἢ ἀκινήτῳ· καθόλου γὰρ σωμάτων αἱ τοιαῦται μεταβολαί. Δοκεῖ δὲ καὶ ἄλλην αἰτίαν τῆς ἐν τῇ κινήσει ἀνωμαλίας παραλείπειν τὴν τοῦ μεταξὺ διαφοράν, δι’ οὗ ἡ κίνησις, ἄλλην οὖσαν παρὰ τὸ κινοῦν καὶ κινούμενον· καὶ γὰρ λεπτομεροῦς μὲν ὄντος τοῦ μεταξὺ θάττων ἡ κίνησις γίνεται παρὰ τοῦτο, παχυτέρου δὲ βραδυτέρα. ἀλλὰ συνεχὲς ὂν ἑαυτῷ τὸ οὐράνιον σῶμα καὶ μηδὲ ἐκτὸς ἔχον τι οὐδὲν ἔχει τὸ μεταξύ. Καὶ τοῦτο δὲ τὸ ἐπιχείρημα οὐ μόνον ἐπὶ τοῦ πρώτου οὐρανοῦ φαίνεται ἁρμόττον, ἀλλὰ καὶ ἐπὶ τῶν πλανᾶσθαι λεγομένων. καὶ γὰρ ἐκείνων ἕκαστος ὑπὸ κινοῦντος ἀκινήτου καὶ ὑπὸ ἀσωμάτου αἰτίου κινεῖται καὶ τῆς πρώτης φύσεώς ἐστιν καὶ ἁπλοῦς καὶ ἀγένητος καὶ ἄφθαρτος καὶ διὰ τοῦτο καὶ ἀμετάβλητος, καὶ πολλῷ μᾶλλον τὰ κινοῦντα αὐτὰ ἔχει ταῦτα ἀσώματα καὶ ἀκίνητα ὄντα. εἰ οὖν καὶ ἐπὶ τούτων ἑκάτερον ἀμετάβλητόν ἐστι καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, ἀδύνατον καὶ τὴν τούτων κυκλοφορίαν ἀνώμαλον εἶναι, κἂν φαίνηταί τις ἐν ταύταις ἀνωμαλία, φαινομένη μόνον ἐστί. διὸ καὶ οἱ ἀστρονόμοι ὑποθέσεις τινάς, ὡς πρότερον εἶπον, λαβόντες σώζουσι τὰ φαινόμενα ἐγκυκλίως καὶ ὁμαλῶς πάντα τὰ οὐράνια κινεῖσθαι συγχωροῦντες.
“此外,既然凡被运动之物都是被某种事物所运动”直至“从而其位移也不可能是非均匀的”。 这是表明第一重天的运动不是非均匀的第二个论证,它是基于两条公理而得出结论的:一条是主张凡被运动之物都是被某种事物所运动的公理,这一条在《物理学》第七卷中已被证明确实如此;第二条是随之而来的公理,主张运动的非均匀性要么产生于推动者,即当推动者在不同时候互不相同,或者虽然是同一推动者,但在不同时候以不同的能力推动时;要么产生于被运动者,即当被运动者在不同时候处于不同的状况,且不能始终同样地顺从推动者的能力时;要么产生于两者,即当两者运用不同的能力时。因此,非均匀运动是在被运动者、推动者或两者发生变化时产生的;但对于天而言,绝不可能发生任何此类事情;因为无论它自身、推动它的事物还是两者,都不可能发生变化;而结论则是:对于天而言,绝不可能产生非均匀性。 这里的推论同样是在第二格中进行的;大前提被当作显而易见的而采纳,而主张对于天而言被运动者、推动者以及两者都不会发生变化的小前提,他首先在被运动者的情况上展示出来,同时利用了此前关于它已被证明的那些论点。被运动者是诸物体中居于第一位者,并且是单纯的、无生成的和不灭的,正如已被证明的那样,而此类事物是绝对且完全不可变的;接着,关于推动天的东西也是不可变的,他通过更强理由的论证予以证明:因为,如果推动诸被运动者之首的事物是单纯的、无生成的和不灭的,且被运动者是物体,而推动者是非物体的,那么推动者就更加应当是不可变且不可蚀变的;并且他还在《物理学》第八卷中证明了原初的推动者是完全不动的。因此,如果它们中的每一方都是不可变的,显然两者也都是不可变的;而非均匀位移是在它们中的任何一方或两者发生变化时产生的;所以圆周运动不可能是非均匀的。 至于所说的“或者如果两者都变化,没有什么妨碍它非均匀地运动”,则是审慎地表述的;因为有时即使两者都在变化,如果变化是按比例发生的,也可能产生均匀的运动;因此他说了“没有什么妨碍”;除非其实是,即便由于变化的比例而成了均匀的,这样的运动也将与变化之前的运动不同,从而必然再次成为非均匀的。他审慎地将受动之物体与不动且非物体之物进行了比较;因为对于物体而言,变化比起非物体而言更合乎本性,对于被运动者而言比不动者而言更合乎本性;因为大体上此类变化是属于物体的。 他似乎还遗漏了运动中非均匀性的另一个原因,即运动所通过的居间媒介的差异,这是独立于推动者与被运动者的另一种原因;因为如果媒介精微,运动便由此变快,而如果媒介较稠密,运动便较慢。然而,天体自身是连续的,且外部无任何物,因此它没有任何居间媒介。 而且这个论证似乎不仅适用于第一重天,也适用于那些被称为行星(游星)者。因为它们中的每一个也是被不动的推动者和非物体的起因所推动的,属于第一本性,并且是单纯的、无生成的和不灭的,因此也是不可变的;而推动它们的事物作为非物体且不动者,更具有这些性质。因此,如果在它们身上推动者与被运动者每一方也都是不可变的,它们的圆周运动也就不可能是非均匀的;即便在它们之中显现出某种非均匀性,那也仅仅是表象而已。因此,正如我此前所说,天文学家们采纳了某些假说来拯救现象,同时承认所有的天体都是作圆周且均匀的运动。
- 2.22διαφόροις χρώμενα δυνάμεσιν
中性复数主格分词,承接前文的介词短语 ἢ παρʼ ἄμφω(“或由于两者”),在意义上与两者(ἀμφότερα,即推动者与被运动者)相一致。
- 2.22εἰ μὴ ἄρα, κἂν γένηται ὁμαλὴς διὰ τὴν τῆς μεταβολῆς ἀναλογίαν, οὐχ ὁμοία ἡ τοιαύτη κίνησις τῇ πρὸ τῆς μεταβολῆς ἔσται
短语 εἰ μὴ ἄρα(“除非其实是”)引入了对前述解释(若变化成比例则运动可能仍为均匀)的一种修正性替代看法。κἂν γένηται 构成让步从句(“即使变得均匀”),其归结句的主谓核心为 οὐχ ὁμοία ... ἔσται。
