- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:422.1-423.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了关于天体运动为均匀运动的证明之开端,论及行星表观上的不均匀性以及天文学家的假说(逆转天球、本轮等),并梳理了亚里士多德所提出的第一个直言三段论(由缺乏增强、极点与弛缓来证明均匀性)的逻辑结构。
" Περὶ δὲ τῆς κινήσεως αὐτοῦ, ὅτι ὁμαλής ἐστιν ἕως τοῦ ἡ γὰρ ἀνωμαλία γίνεται διὰ τὴν ἄνεσιν καὶ ἐπίτασιν." Ἔκτον τοῦτο τὸ πρόβλημα τῶν περὶ τοῦ οὐρανοῦ ἐν τούτῳ τῷ βιβλίῳ προβαλλομένων περὶ τῆς κινήσεως αὐτοῦ, ὅτι ὁμαλής ἐστι καὶ οὐκ ἀνώμαλος, δεικνύον, διότι καὶ τοῦτο πρὸς ὕμνον τοῦ θείου σώματος ἄξιον ἦν παραληφθῆναι, καὶ μέντοι ὅτι προσεχρήσατο αὐτῷ ἐν τῷ περὶ σχήματος τοῦ οὐρανίου λόγῳ εἰπὼν τὴν τοῦ οὐρανοῦ περιφορὰν μέτρον εἶναι τῶν κινήσεων διὰ τὸ συνεχῆ τε εἶναι καὶ ὁμαλῆ καὶ ἀίδιον· ταῦτα δὲ ὑπάρχει μὲν ἑκάστῃ τῶν οὐρανίων σφαιρῶν· θεῖαι γὰρ οὖσαι πᾶσαι καὶ συνεχῆ καὶ ἀίδιον κινοῦνται κίνησιν· ἀλλ’ αὗται μὲν διὰ τὸ πλείονας ἑκάστην κινεῖσθαι κινήσεις, τὴν μὲν οἰκείαν, τὴν δὲ τῇ ἀπλανεῖ συμπεριφερομένην, τὰς δὲ ὑπὸ τῶν ἀνελιττουσῶν καλουμένων σφαιρῶν περιαγομένας, εἰ καὶ μὴ ἀληθῆ, ἀλλὰ φαινομένην γε ἔχουσί τινα ἀνωμαλίαν. καί ἐστι τὸ θαυμαστὸν πρόβλημα τῶν ἀστρονόμων τοῦτο τὸ διδομένων αὐτοῖς τινων ὑποθέσεων, τοῖς μὲν πάλαι τοῖς περὶ Εὔδοξον καὶ Κάλλιππον, οἷς καὶ Ἀριστοτέλης ἀκολουθεῖ, τῶν καλουμένων ἀνελιττουσῶν σφαιρῶν, περὶ ὧν αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ διδάσκει, τοῖς δὲ μετ’ ἐκείνους ἐκκέντρων τινῶν καὶ ἐπικύκλων, δεῖξαι1 πάντα τὰ οὐράνια ἐγκύκλιόν τε καὶ ὁμαλῆ φερόμενα κίνησιν, τὴν δὲ δοκοῦσαν ἀνωμαλίαν ἑκάστων ποτὲ μὲν θᾶττον ποτὲ δὲ βραδύτερον κινουμένων καὶ ποτὲ μὲν πρόσω ποτὲ δὲ ὀπίσω καὶ ἄνω καὶ κάτω, ἔστι δὲ ὅτε καὶ ἠρεμεῖν ἐπὶ τοῦ αὐτοῦ τόπου καὶ μείζονας καὶ ἐλάττονας ὁρᾶσθαι τοὺς αὐτοὺς ταῦτα πάντα καὶ τὰ τοιαῦτα φαινόμενα μόνον εἶναι καὶ οὐκ ἀληθῆ. ἀλλὰ τούτων μὲν τὴν ὁμαλότητα δείξει, ὅταν περὶ τῶν ἀνελιττουσῶν σφαιρῶν ἐν τῇ Μετὰ τὰ φυσικὰ λέγῃ, νῦν δὲ περὶ τῆς πρώτης φορᾶς, ὅτι ὁμαλής ἐστι, δείκνυται, φησί,2 τῶν μὲν ἀποδείξεων πασῶν, οἶμαι, καὶ ταῖς πλανωμέναις ἁρμοττουσῶν, διὰ δὲ τὸ τὴν πρώτην φορὰν καὶ τὸ φαινόμενον ὁμαλὲς ἔχειν καὶ μὴ δεῖσθαί τινων ὑποθέσεων διὰ τοῦτο περὶ ἐκείνης νῦν ἐπαγγέλλεται δεικνύναι. Καί ἐστι τὸ πρῶτον ἐπιχείρημα κατηγορικῶς, οἶμαι, συνηγμένον ἐν δευτέρῳ σχήματι οὕτως· πᾶσα ἀνώμαλος φορὰ ἐπίτασιν ἢ ἀκμὴν ἢ ἄνεσιν ἔχει· ἡ κύκλῳ φορὰ ἐπίτασιν ἢ ἀκμὴν ἢ ἄνεσιν οὐκ ἔχει· ἡ κύκλῳ ἄρα φορὰ ἀνώμαλος οὐκ ἔστι. καὶ τὴν μὲν μείζονα πρότασιν ὡς ἐναργῆ παρέλαβε τὴν λέγουσαν, ὅτι ἡ ἀνώμαλος φορὰ ἐπίτασιν ἔχει ἢ ἀκμὴν ἢ ἄνεσιν· κινήσεως γὰρ διαφοραὶ τὸ θᾶττον καὶ τὸ βραδύτερον, καὶ τοῦ μὲν θάττονος ἡ ἀνωμαλία κατὰ τὴν ἐπίτασιν γίνεται τῆς κινήσεως ἀεὶ μᾶλλον θάττονος γινομένης, τοῦ δὲ βραδυτέρου κατὰ τὴν ἄνεσιν ἀεὶ ἐπὶ τὸ βραδύτερον χωροῦσης, ἡ δὲ ἀκμὴ θεωρεῖται κατὰ τὸ τάχιστον, ὥσπερ ἡ παρακμὴ κατὰ τὸ βραδύτατον. τὴν δὲ ἐλάττονα πρότασιν τὴν λέγουσαν, ὅτι ἡ κύκλῳ φορὰ οὔτε ἐπίτασιν ἔχει οὔτε ἀκμὴν οὔτε ἄνεσιν καὶ αὐτὴν ἐν δευτέρῳ σχήματι κατεσκεύασεν οὕτως· τὸ ἀκμὴν ἔχον ἢ ἀρχὴν ἔχει ἢ μέσον ἢ τέλος· ἡ κύκλῳ κίνησις οὔτε ἀρχὴν ἔχει οὔτε μέσον οὔτε τέλος· ἡ ἄρα κύκλῳ κίνησις ἀκμὴν οὐκ ἔχει. εἰ δὲ μὴ ἀκμήν, οὔτε ἄνεσιν οὔτε ἐπίτασιν· ἡ γὰρ ἀκμὴ πέρας τῆς ἐπιτάσεώς ἐστιν ἢ ἀρχὴ τῆς ἀνέσεως.
“关于它的运动,它是均匀的,直至:因为不均匀性是由弛缓与增强造成的。” 这是本卷中所提出的关于天的诸问题的第六个,证明其运动是均匀的而非不均匀的,因为这一点同样值得作为对神圣形体的颂赞而被引入,而且他在关于天之形状的讨论中也曾附带运用了它,即谈到天的旋转运动因其是连续的、均匀的且永恒的,因而是诸运动的尺度。而这些属性属于每一个天球;因为它们全都是神圣的,都作着连续且永恒的运动。然而,这些[行星球]由于各自作着多种运动——一种是其自身的,另一种是随同恒星天旋转的,其余的则是由所谓的逆转天球所带动的——即使不是真实的,至少也具有某种表观上的不均匀性。而天文学家的惊人课题正在于此:在给定了某些假说的情况下——对于古人,即欧多克索和卡利普斯学派(亚里士多德亦追随他们),是他在《形而上学》中所讲授的所谓逆转天球;对于他们之后的人,则是某些偏心圆与本轮——证明所有的天体都作着圆周且均匀的运动,而它们各自看似不均匀的现象,即有时运动较快有时较慢,有时前进有时后退,有时上升有时下降,有时甚至在同一处停止不动,同一些星辰被看到时大时小,所有这些及此类现象纯然只是表象而非真实。但是,关于这些[行星]的均匀性,他在《形而上学》中论及逆转天球时将会予以证明;但他现在说,所要证明的是第一旋转运动是均匀的;虽然在我看来,所有的证明亦适用于行星,但由于第一旋转运动在表象上也是均匀的,并且不需要某些假说,因此他现在才着手证明它。 而第一个推论,依我之见,是在第二格中直言地推导如下:“凡不均匀的旋转运动,皆具有增强、极点或弛缓;圆周旋转运动不具有增强、极点或弛缓;因此,圆周旋转运动不是不均匀的。”他将大前提视为不证自明的而加以采用,即主张不均匀的旋转运动具有增强、极点或弛缓;因为运动的差异在于较快与较慢,较快者的不均匀性乃是依循运动变得愈发快速的增强而产生,较慢者的不均匀性则是依循运动始终走向更慢的弛缓而产生,而极点是在最快之处被考察的,正如衰竭是在最慢之处被考察的一样。至于主张圆周旋转运动既无增强、亦无极点、亦无弛缓的小前提,他亦将其在第二格中构建如下:“凡具有极点者,或具有始点,或具有中点,或具有终点;圆周运动既无始点,亦无中点,亦无终点;因此,圆周运动不具有极点。”如果不具有极点,也就既无弛缓亦无增强;因为极点乃是增强的终点,或是弛缓的始点。
- 2.21καί ἐστι τὸ θαυμαστὸν πρόβλημα τῶν ἀστρονόμων τοῦτο τὸ διδομένων αὐτοῖς τινων ὑποθέσεων ... δεῖξαι
句子的核心骨架为 καί ἐστι τὸ θαυμαστὸν πρόβλημα ... τοῦτο τὸ ... δεῖξαι(天文学家的惊人课题正是:……证明……),其中带冠词的不定式短语 τὸ ... δεῖξαι 与指示代词 τοῦτο 构成同位语。在此结构内部插入了独立属格 διδομένων αὐτοῖς τινων ὑποθέσεων(在给定了某些假说的情况下)以及并列的与格成分(τοῖς μὲν πάλαι ... τοῖς δὲ μετ’ ἐκείνους)。
- 2.21νῦν δὲ περὶ τῆς πρώτης φορᾶς, ὅτι ὁμαλής ἐστι, δείκνυται, φησί
介词短语 περὶ τῆς πρώτης φορᾶς 是对后接 ὅτι 从句(ὅτι ὁμαλής ἐστι)主语的前置先取(prolepsis),与 ὅτι 从句一同构成被动动词 δείκνυται 的实际论述主题。插入语 φησί(他说,指亚里士多德)标明了这一陈述引述自原作者。
