← 辛普里丘

亚里士多德《论天》注释

§420.33-421.37

天体前后的本性在先性与最善旋转方向

辛普利丘论证了天穹的前后并非运动的副产物,而是按本性先于运动;若旋转方向颠倒,黄道星座的次序、季节更替及对月下界的作用都会被彻底破坏,以此维护亚里士多德将天穹运动方向归宿于“最善”以及将前后的探讨延后至此的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#3

μήποτε δὲ ἀκριβέστερος τῶν ἀπορούντων ἡμῶν τὴν λύσιν ὁ Ἀριστοτέλης ἐθεάσατο·1 εἰ γὰρ ἀνάγκη τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν ἔχειν κατὰ φύσιν τὸν οὐρανὸν καὶ τὸν ἀπλανῆ καὶ τὸν πλανώμενον, καὶ προηγεῖται ταῦτα φυσικῶς τῆς κινήσεως ἐν τοῖς ζῴοις· δεῖ γὰρ ἔχειν πρῶτον τὸ ἔμπροσθεν καὶ οὕτως ἐπὶ τὸ ἔμπροσθεν κινεῖσθαι, καὶ τῆς μὲν ἐπὶ τὸ ἔμπροσθεν κινήσεως οὔσης ἀνάγκη πάντως εἶναι τὸ ἔμπροσθεν, τοῦ δὲ ἔμπροσθεν ὄντος οὐκ ἀνάγκη τὴν ἐπὶ τὸ ἔμπροσθεν κίνησιν εἶναι· ἀληθὲς εἰπεῖν2 καὶ ἐπὶ τοῦ ἀπλανοῦς καὶ ἐπὶ τοῦ πλανωμένου, ὅτι διὰ τοῦτο ἐπὶ τάδε ἡ κίνησις, ὅτι τοῦτό ἐστι τὸ ἔμπροσθεν, οὐ μέντοι, διότι ἐπὶ τάδε ἡ κίνησις, διὰ τοῦτο τοῦτό ἐστι τὸ ἔμπροσθεν, ὅπερ ὁ ἀπορῶν ἀξιοῖ λόγος. Ἀλλ’ ὅτι μὲν ἐπὶ τὸ ἔμπροσθεν χρὴ τὴν κατὰ φύσιν γίνεσθαι κίνησιν, οὐδεὶς ἂν ἀμφισβητήσοι, εἴπερ τοῦτό ἐστι πρόσθεν, ἐφ’ ὃ γίνεται κατὰ φύσιν ἡ κίνησις. ὅτι δέ ἐστι τὸ πρόσθεν καὶ τὸ ὄπισθεν κατὰ φύσιν ἐν τῷ οὐρανῷ, καὶ οὕτως, οἶμαι, δυνατὸν ἐπιδεικνύναι· ἐν τοῖς συντεταγμένως κινουμένοις πᾶσι πλήθεσιν, οἷον ἐν χορῷ καὶ ἐν πομπῇ καὶ ἐν στρατοπέδῳ, πάντως ἐστὶν ἀναγκαία τις τάξις τῶν τε προηγουμένων καὶ τῶν ἑπομένων· πολλῷ οὖν μᾶλλον τὸ τῶν ἀστέρων πλῆθος ἐν τῷ οὐρανῷ τεταγμένον ἐνίδρυσεν ὁ δημιουργός, ὥστε τοιάνδε θέσιν καὶ τοιούσδε σχηματισμοὺς ἔχειν πρὸς ἀλλήλους, καὶ τούσδε μὲν προηγεῖσθαι κατὰ φύσιν ἐν τῇ κινήσει, τοὺς δὲ ἕπεσθαι, πρὸς τὴν τῆς οὐσίας αὐτῶν καὶ τῆς δυνάμεως καὶ τῆς ἐνεργείας ἀπιδὼν οἰκειότητα, καθ’ ἣν καὶ τὰ ὑπὸ σελήνην δημιουργοῦσι. τεταγμένοι οὖν οὕτω κατά τε θέσιν καὶ προήγησιν, ὡς ἦν ἄριστα τετάχθαι, εἰ τὴν ἀνάπαλιν ἐκινοῦντο κίνησιν, τὰ προηγούμενα νῦν ἑπόμενα ἦν ἐξ ἀνάγκης γενέσθαι3 καὶ τῷ Κριῷ τοὺς Ἰχθύας ἕπεσθαι καὶ τὸν Ὑδροχόον καὶ τὰ ἐφεξῆς, ἀλλ’ οὐχὶ Ταῦρον καὶ Διδύμους καὶ τὰ ἑξῆς, καὶ μετὰ τὴν ἐν Κριῷ ἰσημερίαν οὐχ ὡς νῦν ἔαρ, ἀλλὰ μετόπωρον ἐγίνετο καὶ θέρος μετὰ τὸν Ζυγόν, καὶ οὕτως ἡ τάξις καὶ ἡ δύναμις τῶν τοῦ ἡλίου συγκράσεων πρός τε τὸν ζῳδιακὸν καὶ τοὺς παρανατέλλοντας καὶ τὰ ὑπὸ σελήνην ἀποτελέσματα ἀλλοίαν ἐλάμβανε τὴν διοίκησιν· ἐν Ἰχθύσι γὰρ ὁ ἥλιος γενόμενος ἀρχὴν ἐποίει φθινοπώρου καὶ οὐχὶ τέλος χειμῶνος ὥσπερ νῦν. εἰ οὖν τῆς κινήσεως ἐπὶ θάτερα γινομένης καὶ τὰς ἐνεργείας ἦν ἀνάγκη τῶν οὐρανίων καὶ τὰς δυνάμεις ἀλλοίας ὑπάρχειν καὶ δηλονότι καὶ τὰς οὐσίας, γινωσκέτω ὁ ἐρωτῶν, διὰ τί ἐπὶ τάδε κινεῖται ὁ οὐρανός, ἀλλὰ μὴ ἐπὶ τάδε, μὴ τοῦτο ἁπλῶς ἐρωτᾶν, ἀλλὰ διὰ τί ὁ κόσμος οὕτως, ὡς νῦν ἔχει, διακεκόσμηται, ἀλλὰ μὴ καθ’ ἕτερόν τινα τρόπον· καίτοι ὡς ἀδιάφορον ὂν οὕτως ἢ ἐκείνως ἡ ἀπορία ἐγίνετο. καλῶς οὖν ὁ Ἀριστοτέλης εἰς τέλος τὸ βέλτιστον ἀνήγαγε τὸν λόγον. Λοιπὸν δὲ ἐνταῦθα δῆλον γέγονε, διὰ τίνα αἰτίαν, ὅτε τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐδείκνυε τοῦ οὐρανοῦ, τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν αὐτοῦ παραλέλοιπεν· ὡς γὰρ ἀπὸ τῆς ἀπορίας ἑτοίμως ἐνταῦθα εὑρεθησόμενον εἰς τοῦτον ἀνεβάλετο τὸν τόπον τὸν περὶ αὐτῶν λόγον.

然而,或许亚里士多德比提出疑难的我们更精确地洞察到了解决之道。因为如果恒星天与行星天都必然按本性具有前方与后方,且这些在动物身上按本性先行于运动——因为必须先具有前方,然后才朝向前方运动;并且如果有朝向前方的运动,就全无例外必然具有前方,但即使具有前方,却不必然产生朝向前方的运动——那么无论在恒星天还是在行星天的情形中,都可以真实地说:运动朝向这一边,是因为这里是前方;绝非因为运动朝向这一边,这里才因此是前方(而这正是提出疑难的论调所坚持的)。 然而,自然运动理应朝向前方进行,对此任何人都不致有所争论,既然前方正是自然运动所朝向的一端。至于前方与后方按本性存在于天穹之中,依我之见,亦能如此加以论证:在一切秩序井然地运动的群体中,例如在歌队中、行列中以及军营中,统领者与跟随者之间必定存在某种必然的秩序;那么,创世造物主将群星井然有序地安立在天穹之中更是远甚于此,使得它们彼此之间具有如此的位置与如此的构型,并使这些星辰在运动中按本性统领,那些星辰则相随,这是顾及了它们的实体、能力与现实活动的固有本性,它们亦依照这种本性塑造月下的万物。 因此,群星既已在位置与先行次序上如此受整序(正如它们以最善方式被整序那样),如果它们作相反方向的运动,现今统领的星辰就必然会成为跟随者,紧随白羊座之后的就将是双鱼座、宝瓶座及随后的诸座,而非金牛座、双子座及后续诸座;而在白羊座昼夜平分之后所产生的将不再是如今的春季,而是秋季,夏季则将在天秤座之后产生;如此一来,太阳相对于黄道十二宫、偕升星辰以及月下效能的交融秩序与效力,便会具有截然不同的统摄方式;因为当太阳行至双鱼座时,它所引发的将是秋季的开端,而非如现今那样是冬季的尾声。 因此,如果运动朝向另一侧进行,属天的活动与能力就必然会是另一番模样,显而易见其实体亦是如此,那么追问天穹为何朝这一边运动而非朝那一边运动的人就应当明了:他所追问的并非单纯是这一点,而是宇宙为何按照如今所处的状态被整肃,而非按照某种其他的样式——尽管当初提出这一疑难时,乃是将朝向这一侧或那一侧视作毫无差别的。因此,亚里士多德将这一论证归宿于最善这一目的,乃是完全恰当的。 此外,在此时亦显明了究竟是由于何种原因,当他指出天穹的上方与下方、右方与左方时,遗漏了它的前方与后方:因为他把关于它们的论述推迟到了这个段落,认为借助这一疑难便很容易在这里被探明。

语法注3 条
  1. 2.20μήποτε δὲ ἀκριβέστερος τῶν ἀπορούντων ἡμῶν τὴν λύσιν ὁ Ἀριστοτέλης ἐθεάσατο

    μήποτε 连用直陈式过去时(ἐθεάσατο),引导委婉的断言或推测(“或许……”)。句中主语为 ὁ Ἀριστοτέλης,主动词为 ἐθεάσατο,宾语为 τὴν λύσιν;比较级形容词 ἀκριβέστερος 与主语保持同格并作表语性修饰,所支配的 τῶν ἀπορούντων ἡμῶν 为比较属格。

  2. 2.20εἰ γὰρ ἀνάγκη ... ἀληθὲς εἰπεῖν

    长句骨架梳理。由 εἰ γὰρ ἀνάγκη ... καὶ προηγεῖται ... 及插入的阐释从句(δεῖ γάρ ...)构成多重前提条件,主句核心为非人称结构 ἀληθὲς [ἐστιν] εἰπεῖν ... ὅτι ...(“……说是真实的”)。句末的关系代词 ὅπερ 则以前述整个命题关系 διότι ἐπὶ τάδε ἡ κίνησις, διὰ τοῦτο τοῦτό ἐστι τὸ ἔμπροσθεν(“因为运动朝向这一侧,所以这里是前方”)为先行词,指责这是发难者颠倒本末的诉求。

  3. 2.20εἰ τὴν ἀνάπαλιν ἐκινοῦντο κίνησιν, τὰ προηγούμενα νῦν ἑπόμενα ἦν ἐξ ἀνάγκης γενέσθαι

    与事实相反的虚拟条件句。条件从句使用未完成过去时 ἐκινοῦντο 表示与现在事实相反的假定。主句中使用 ἦν + 不定式(γενέσθαι)而未带 ἄν;这符合古典语法中表达必然性、应当或可能性的述谓(如 ἀνάγκη ἦν, ἔδει 等)在与事实相反的归结从句中常规省略 ἄν 的惯用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:420.33-421.37