- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:423.6-424.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过区分证明了在运动中具有极点者必在始点、中点或终点具有极点这一前提:自然运动在终点,强力运动在始点,被投掷物在中间;并对后者提出了动物的斜向运动以及亚历山大所主张的上下之间的地点性中间这两种解释。
πάλιν δὲ τὴν ἐν ταύταις μείζονα πρότασιν τὴν λέγουσαν, ὅτι τὸ ἀκμὴν ἔχον ἀρχὴν ἔχει ἢ μέσον ἢ τέλος, δείκνυσιν ἐκ διαιρέσεως οὕτως· τὰ ἀκμὴν ἔχοντα ἐν ταῖς κινήσεσιν ἢ φυσικά ἐστιν ἢ ἔμψυχα σώματα, τουτέστιν ἢ ἁπλᾶ ἢ μικτά· τῶν δὲ φυσικῶν τὰ μὲν κατὰ φύσιν κινεῖται, τὰ δὲ βίᾳ· καὶ τὰ μὲν κατὰ φύσιν κινούμενα τὴν ἀκμὴν ἔχει πρὸς τῷ τέλει καὶ τῆς κινήσεως,1 ἣν κινεῖται, καὶ τοῦ τόπου καὶ τοῦ χρόνου· θᾶττον γὰρ κινεῖται πρὸς ταῖς οἰκείαις ὁλότησι γινόμενα, εἰς ἃς ἐλθόντα παύεται τῆς κινήσεως· τὰ δέ γε βίᾳ κινούμενα καὶ παρὰ φύσιν τὴν ἀκμὴν ἐν ἀρχῇ τῆς κινήσεως ἔχει· ἐν ἀρχῇ γὰρ θᾶττον κινεῖται τῆς τοῦ κινοῦντος αὐτὰ δυνάμεως τότε μᾶλλον συνούσης· τοιγαροῦν ἐκείνης κατὰ βραχὺ μειουμένης καὶ ἀπολειπούσης κατὰ τὴν οἰκείαν ῥοπὴν λοιπὸν φέρεται τὸ φερόμενον. τὰ γοῦν ἀκοντιζόμενα ἢ ἀναρριπτούμενα βάρη ἕως τότε φέρεται παρὰ φύσιν, ἕως ἡ τοῦ βιαζομένου δύναμις σύνεστιν, ἐκείνης δὲ ἀπολειπούσης ἐπὶ τὸ κάτω φέρεται λοιπὸν κατὰ τὴν οἰκείαν ῥοπήν. τοῖς δὲ ῥιπτουμένοις, φησίν, ἀνὰ μέσον ἡ ἀκμή. τίνα οὖν ἐστιν τὰ ῥιπτούμενα; ἢ δῆλον, ὅτι οὐ τὰ ἁπλᾶ καὶ φυσικὰ σώματα· ταῦτα γὰρ ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν κινούμενα ἤδη ἀποδέδοται· ἀλλὰ τὰ μικτὰ τῶν ζῴων, ἅπερ οὔτε ἄνω κινεῖται διὰ τὸ ἔχειν καὶ τὰ κάτω βρίθοντα οὔτε κάτω διὰ τὰ ὧν ἄνω ἡ φορά,2 ἀλλ’ εἰς τὸ πλάγιον, ἅτινα ῥιπτούμενα εἶπεν ἢ ἀπὸ τῆς πρὸς τὰ ῥιπτεῖσθαι λεγόμενα βέλη τε καὶ δόρατα ὁμοιότητος, ὅτι καὶ ἐκεῖνα εἰς τὰ πλάγια πεμπόμενα ῥιπτεῖσθαι λέγεται, ἢ ῥιπτούμενα τὰ τῶν ζῴων σώματα καλεῖ ὡς τῆς ἐν αὐτοῖς ψυχῆς ἀκοντιζούσης αὐτὰ ἐπὶ τὰ πλάγια παρὰ τὴν κατὰ φύσιν ἑκάστου τῶν ἐν αὐτοῖς κίνησιν· ἄνευ γοῦν τῆς ψυχικῆς ὁρμῆς κινούμενα οὐ ταύτην κινεῖται τὴν κίνησιν, ἀλλ’ ἐπὶ τὸ κατὰ φύσιν τοῦ ἐπικρατοῦντος ἐν αὐτῷ τῶν ἁπλῶν. ὅτι δὲ τοῖς ἐμψύχοις αἱ κινήσεις τὴν ἀκμὴν ἔχουσι περὶ τὸ μέσον, ἐκ τῆς ἐπαγωγῆς ἔστι μαθεῖν. καὶ τὰ πτηνὰ γὰρ καὶ τὰ πεζὰ ζῷα ἐν μὲν ἀρχῇ τῆς κινήσεως γυμνασίας δεῖται καὶ παρασκευῆς τῶν μελῶν πρὸς τὴν κίνησιν, πρὸς δὲ τῷ τέλει κεκμηκότα λοιπὸν ἀργότερον κινεῖται· δῆλον δὲ τοῦτο καὶ ἐν τοῖς γυμνασίοις ἐστί· τὴν ἀκμὴν δὲ ἔχουσι περὶ τὸ μέσον τῆς κινήσεως. Ὁ δὲ Ἀλέξανδρος μετὰ ταύτην τὴν ἐξήγησιν τὴν ἐπὶ τῶν ζῴων περὶ τὸ μέσον τῆς κινήσεως τὴν ἀκμὴν λέγουσαν ἄλλην ὡς ταύτης πιθανωτέραν ἐπάγει γράφων, ὅτι τοῖς ῥιπτουμένοις ἀνὰ μέσον λέγοι ἂν οὐ τῆς ἰδίας αὐτῶν κινήσεως, ἣν κινοῦνται, τὸ μέσον λαμβάνων, ἀλλὰ τῆς κατὰ τόπον, ἐν ᾧ κινοῦνται. τὰ μὲν γὰρ κατὰ φύσιν καὶ παρὰ φύσιν κινούμενα τῶν ἁπλῶν, οἷον γῆ καὶ πῦρ, τὸ μὲν ἐν τῷ κάτω τὴν ἀκμὴν ἔχει καὶ τῆς κατὰ φύσιν καὶ τῆς παρὰ φύσιν κινήσεως· καὶ γὰρ καὶ ἡ κατὰ φύσιν φερομένη βῶλος πρὸς τῷ κάτω τὴν ἀκμὴν ἔχει καὶ ἡ βίᾳ ἀναρριπτουμένη· ἡ γὰρ τοῦ ῥιπτοῦντος κάτωθεν δύναμις νεαρωτέρα πρὸς τῷ κάτω ἐστί· πλὴν ὅτι τῆς μὲν κατὰ φύσιν κινήσεως ἐν τῷ τέλει τῆς κινήσεώς ἐστιν ἡ ἀκμή, τῆς δὲ παρὰ φύσιν ἐν ἀρχῇ· καὶ τὸ πῦρ δὲ ὁμοίως ἄνω τὴν ἀκμὴν ἔχει καὶ τῆς κατὰ φύσιν κινήσεως, ὅταν ἐπὶ τὸ ἄνω φέρηται, καὶ τῆς παρὰ φύσιν, ὅταν ἄνωθεν ἐκθλίβηται βίᾳ. τὰ δέ γε ῥιπτούμενα, φησίν, οὔτε ἄνω οὔτε κάτω κινούμενα, ἀλλ’ ἐπὶ τὸ μέσον, ἐν τούτῳ καὶ τὴν ἀκμὴν ἔχει τῆς κινήσεως· ἐν ᾧ γὰρ κινεῖται ἕκαστον τόπῳ, ἐν τούτῳ καὶ τὴν ἀκμὴν ἴσχει τῆς κινήσεως, κινεῖται δὲ τὰ ῥιπτούμενα ἐν τῷ μεταξὺ τοῦ ἄνω καὶ κάτω· οὕτω γὰρ καὶ τὰ τοξεύματα καὶ τὰ δόρατα.
另一方面,其中主张“凡具有极点者,或具有始点,或具有中点,或具有终点”的大前提,他通过区分证明如下:在运动中具有极点者,或是自然形体,或是有灵魂的形体,即或是单纯的,或是混合的。在自然形体中,一部分依循本性运动,另一部分依循强力运动。依循本性运动者,在其所作的运动、地点以及时间的终点处具有极点;因为当它们接近其固有的全体时,便运动得更快,一旦到达那里便停止运动。而依循强力且反乎本性运动者,在运动的始点处具有极点;因为在始点处,由于推动它们者的力量此时更强地附着于它们,它们运动得更快;因此,当那种力量逐渐减弱并衰亡时,被承载者此后便依循固有的倾向而被承载。无论如何,被投掷或被向上抛掷的重物,只要强力推动者的力量尚在,就反乎本性地被承载,而当那种力量衰亡时,此后便依循固有的倾向而向下被承载。 “对于被投掷之物,”他说,“极点在中间。”那么,什么是被投掷之物呢?显然并不是指单纯的自然形体;因为这些形体已经作为依循本性或反乎本性运动者而被分配完毕;而是指动物的混合形体,它们由于亦含有向下沉降的部分而不向上运动,又由于含有运动向上者而不向下运动,而是向斜向运动;他将这些称为“被投掷之物”,或者是因为与被称为被投掷的箭和枪矛有相似之处,因为那些向斜向发射的物体也被称为被投掷,或者他将动物的形体称为“被投掷之物”,乃是因为其体内的灵魂将它们向斜向射出,而反乎其体内各个构成要素的本性运动;无论如何,若缺乏灵魂的冲动而运动,它们就不会作这种运动,而是朝向在其中居支配地位的单纯形体的本性方向运动。至于有灵魂者的诸运动在中间附近具有极点,则可以从归纳中获知。因为鸟类和陆生动物在运动的始点都需要练习以及肢体对运动的准备,而在接近终点时因疲劳此后便运动得较迟缓——这在体操场中也是显而易见的——它们在运动的中间附近具有极点。 亚历山大在这种主张在动物身上极点处于运动中间的解释之后,又提出了另一种被认为比这更具说服力的解释,写道:所谓“对于被投掷之物在中间”,或许并非指取其所作固有运动的中间,而是指取其运动所在的地点上的中间。因为在单纯形体中依循本性和反乎本性运动者(如土与火),前者无论在依循本性还是反乎本性的运动中,都在下方具有极点;因为无论是依循本性被承载的土块,还是以强力向上抛掷的土块,都在下方具有极点;因为从下方投掷者的力量在接近下方处更新鲜;区别仅在于,依循本性的运动其极点在运动的终点,而反乎本性的运动其极点在始点。火同样也是,无论在依循本性的运动中(当它向上被承载时),还是在反乎本性的运动中(当它被强力从上方挤出时),都在上方具有极点。他说,至于被投掷之物,既不向上亦不向下运动,而是朝向中间运动,便在这[中间]地点中具有运动的极点;因为每一个物体在什么地点运动,就在什么地点保持其运动的极点,而被投掷之物是在上与下之间的居间处运动;因为发射的箭和枪矛也是如此。
- 2.21ἐν ᾧ γὰρ κινεῖται ἕκαστον τόπῳ, ἐν τούτῳ καὶ τὴν ἀκμὴν ἴσχει τῆς κινήσεως
这是一个倒装的相关构式,关系分句吸收了先行词(ἐν ᾧ ... τόπῳ),并与主句的指示性短语 ἐν τούτῳ 形成呼应。该句表述了亚历山大观点的核心:运动的极点并非取决于其时间过程的中点,而是取决于运动所发生的空间位置(即上与下之间的居间地点)。
- 2.21οὔτε κάτω διὰ τὰ ὧν ἄνω ἡ φορά
由介词 διά 支配的中性复数冠词 τά 实词化了构成动物形体的较轻元素(与前文 διὰ τὸ ἔχειν 结构平行)。关系从句 ὧν ἄνω ἡ φορά(“其运动朝向上方者”)作所有格性质的定语,整个短语表示原因:“由于[包含]那些本性向上运动的构成要素”。
