- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:420.1-420.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘公式化了亚里士多德关于天穹运动方向(从右至前)的论证,阐述了亚历山大对循环论证指责的反驳,随后指出了天穹因其同质性而无法先验确定前后维度的更深刻疑难。
Ἔστιν οὖν ἡ ὅλη τοῦ προκειμένου ἀπόδειξις τοιαύτη· εἰ ἔχει δεξιὸν ὁ οὐρανὸς τοῦτο, ἀφ’ οὗ κινεῖται ἐπὶ τάδε, ἔχοι ἂν καὶ τὸ ἔμπροσθεν1 τοῦτο, ἐφ’ ὃ κινεῖται· τὸ γὰρ ἔχον τὸ ἀφ’ οὗ ἔχει καὶ τὸ ἐφ’ ὅ. εἰ οὖν κρεῖττον τὸ δεξιὸν καὶ τὸ ἔμπροσθεν τοῦ ἀριστεροῦ καὶ τοῦ ὄπισθεν, τὸ ὡς βέλτιστα διακείμενον, ὥσπερ καὶ ὁ οὐρανὸς διάκειται, ἀπὸ τοῦ κρείττονος ἂν καὶ ἐπὶ τὸ κρεῖττον ποιοῖτο τὴν κίνησιν. Ταύτην τὴν ἀπόδειξιν διάλληλον νομίζουσί τινες· εἰ γὰρ δεξιὰ ἔδειξεν ἔχοντα τὸν οὐρανὸν ἀπὸ τοῦ ἔχειν ἀρχὴν τῆς ἐπὶ τάδε κινήσεως, τουτέστι τῆς ἐπὶ τὸ ἔμπροσθεν, εἴη ἂν τὸ δεξιὸν ἀπὸ τοῦ ἔμπροσθεν δεδειγμένον· εἰ οὖν νῦν ἔχειν τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν τὸν οὐρανόν φησιν, εἴπερ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, διάλληλός ἐστιν ἡ δεῖξις. ὁ δὲ Ἀλέξανδρός φησι μὴ εἶναι διάλληλον τὴν δεῖξιν. δείξας γάρ, ὅτι δεῖ ἔχειν τὸν οὐρανὸν πάσας τὰς διαστάσεις τέλειον ὄντα καὶ ἔμψυχον, τίνα ἐστὶ τὰ δεξιὰ αὐτοῦ, λοιπὸν ἀπὸ τῆς κινήσεως ἔλαβε· τοῦτο γάρ ἐστι τὸ δεξιὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἣν κινεῖται. εἰ δὲ καὶ δεξιὸν μέν ἐστι τὸ ἀφ’ οὗ ἡ κίνησις, ἔμπροσθεν δὲ τὸ ἐφ’ ὃ κατὰ φύσιν ἡ ἀπὸ τοῦ δεξιοῦ κίνησις, καὶ συνυπάρχει πάντως ἀλλήλοις τό τε ἀφ’ οὗ καὶ τὸ ἐφ’ ὅ, τί ἄτοπον τὸ σὺν ἀλλήλοις καὶ τὸ ἀπ’ ἀλλήλων γινώσκεσθαι. Ἀλλὰ τοῦτο μὲν οὐ πολλοῦ τινος, οἶμαι, λόγου ἐστὶν ἄξιον, ἐκεῖνο δὲ μᾶλλον ἀπορητέον, πῶς ζητήσας, διὰ τί ὁ οὐρανὸς ἐπὶ θάτερα φέρεται, ἀλλ’ οὐκ ἐπὶ θάτερα, καὶ εἰπών, ὅτι ἐπὶ τὸ ἔμπροσθεν φέρεται· οὕτω γὰρ ἄμεινον ἦν· λελυκὼς ἂν εἴη τὴν ἀπορίαν.2 εἰ μὲν γὰρ ἦν τις ἐν τῷ οὐρανίῳ σώματι διαφορὰ ἐμπροσθίων τε καὶ ὀπισθίων, ὡς ἐπὶ τῶν ἐν γενέσει ζῴων ὁρᾶται, ἦν λέγειν, ὅτι ἐπὶ τάδε γέγονεν ἡ κίνησις διὰ τὸ τοῦτο εἶναι τὸ ἔμπροσθεν· ὁμοιομεροῦς δὲ ὄντος τοῦ οὐρανοῦ ἄδηλον, εἴτε διὰ τὸ τοῦτο ἔμπροσθεν εἶναι ἐπ’ αὐτὸ γέγονεν ἡ κίνησις, εἴτε διὰ τὸ τὴν κίνησιν ἐπὶ τάδε γεγονέναι τοῦτο ἔμπροσθέν φαμεν. κἂν γὰρ ἐπὶ θάτερα ἐκινεῖτο, ὡς ἀπὸ τῆς νῦν δύσεως ἀνατέλλειν καὶ δύνειν εἰς τὴν νῦν ἀνατολὴν ὥσπερ καὶ τὸ πλανώμενον, δῆλον, ὅτι δεξιὰ ἦν ἐκεῖνα καὶ ἔμπροσθεν τὸ ἐφ’ ὃ ἡ κίνησις καὶ ἄνω ὁ βόρειος πόλος, ὡς ἐπὶ τῶν πλανωμένων ἔχειν αὐτὸς ἀπεδείκνυε, καὶ τὸ ζήτημα ἦν, διὰ τί μὴ ἡ μὲν ἀπλανὴς ἀπὸ τῆς νῦν λεγομένης δύσεως κινεῖται, τὸ δὲ πλανώμενον ἀντικινεῖσθαι ὀφεῖλον διὰ τὴν εἰρημένην αἰτίαν ἀπὸ τῆς νῦν ἀνατολῆς.
因此,摆在我们面前的整个论点证明如下:如果天穹具有作为它朝这一边运动之起点的右方,它也将具有作为它运动之终点的前方;因为具有起点者也必然具有终点。因此,如果右方与前方优于左方与后方,处于最善状态之物——正如天穹所处的状态——就应当从较优者出发并朝向较优者进行运动。 有些人认为这一证明是互推循环的;因为如果他通过天穹具有朝向这一边的运动本原(亦即朝向前方的运动本原)来证明天穹具有右方,那么右方就是由前方证明出来的;因此,如果他现在说既然天穹具有右方与左方,它也具有前方与后方,这种证明便是互推循环的。然而亚历山大说该证明并非互推循环。因为在证明了天穹作为完全且有灵魂之物必须具有所有维度之后,他随后从运动出发把握了它的右方是什么;因为右方正是它所作运动的本原所从出的一端。而如果右方是运动所从出的起点,前方是源于右方的自然运动所朝向的终点,且起点与终点全然互为共存,那么它们被一同认识以及互相被认识,又有何荒谬之处呢? 然而,我认为这一问题并不值得过多讨论;倒是更应当追问:在探究了为何天穹朝向这一侧运行而非那一侧运行,并回答说它朝向前方运行(因为这样更好)之后,他究竟如何算得上解除了这一疑难。因为如果在属天的物体中存在着某种如在生成之中的动物身上所见的前部与后部的差异,便可以说运动朝向这一边产生是因为这里是前方;但既然天穹是同质的,究竟是因为这里是前方而导致了朝向它的运动产生,还是因为运动朝向这一边产生而导致我们称这里为前方,便未可知了。因为即使它朝向另一侧运动,以至于像行星那样从现在的西方升起并在现在的东方落下,显而易见,那些方位同样会是右方,运动所朝向的一端同样会是前方,而北极同样会是上方(正如他本人在行星的情形中所证明的那样);那么问题依然存在:为何恒星天不从现在所谓的西方运动,而理应因前述原因反向运动的行星天不从现在的东方运动呢?
- 2.20εἰ ἔχει δεξιὸν ὁ οὐρανὸς τοῦτο [...] ἔχοι ἂν καὶ τὸ ἔμπροσθεν
这是一个混合条件句,前件使用现在时直说语气(εἰ ἔχει),而后件则使用带 ἄν 的潜在希求语气(ἔχοι ἄν)。论证将前提('如果天穹确实具有右方')作为事实性假定提出,由此在后件中审慎地推导出其逻辑必然结果('也将具有前方')。
- 2.20πῶς ζητήσας, διὰ τί ὁ οὐρανὸς ἐπὶ θάτερα φέρεται, ἀλλ’ οὐκ ἐπὶ θάτερα, καὶ εἰπών, ὅτι ἐπὶ τὸ ἔμπροσθεν φέρεται· οὕτω γὰρ ἄμεινον ἦν· λελυκὼς ἂν εἴη τὴν ἀπορίαν
这是由 πῶς ... λελυκὼς ἂν εἴη 引导的间接疑问句结构。其主要动词为由分词 λελυκώς 与希求法 εἴη 以及 ἄν 构成的迂回式完成时潜在希求表达('怎么可能算得上解除了疑难')。位于其前的两个分词 ζητήσας('在探究了……之后')与 εἰπών('在说了……之后')说明亚里士多德论证的两个步骤,而中间插入的 οὕτω γὰρ ἄμεινον ἦν 则是对其所陈述理由的直接概括。
