← 辛普里丘

亚里士多德《论天》注释

§418.14-419.36

天球单向旋转的原因与最佳运动方向

辛普里丘注解了亚里士多德《论天》卷二第5章(287b22)关于天球为何朝一个方向而非反向旋转的疑问,解释了基于自然与创制者常行最善之事以及运动目标(前)对应于起点(右)更为尊贵的解疑论据,并回应了亚历山大关于逆向运动例外的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#1

" Ἐπεὶ δὲ ἔστι διχῶς ἐπὶ τοῦ κύκλου κινηθῆναι ἕως τοῦ καὶ ταύτην ἐπὶ τὸ τιμιώτερον." Πέμπτον νῦν προβάλλεται ζήτημα περὶ τῆς τοῦ οὐρανοῦ τοῦ πρώτου κινήσεως, ἐπειδὴ κύκλῳ κινούμενον αὐτὸν δυνατὸν ἦν διχῶς κινεῖσθαι ἢ οὕτως, ὡς νῦν κινεῖται, ἢ ἀνάπαλιν, ὥστε τὴν ἀπλανῆ ἀπὸ τῆς νῦν λεγομένης δύσεως κινουμένην ἐκείνην ποιεῖν ἀνατολήν, τὸ δὲ πλανώμενον δηλονότι ἀπὸ τῆς νῦν ἀνατολῆς. καὶ πρῶτον μέν, ὅτι εἰκότως καὶ ταύτην τὴν ζήτησιν ζητεῖ, δείκνυσιν ἐκ τοῦ εἶναί τινα καὶ τούτου αἰτίαν. εἰ γὰρ ὁ οὐρανὸς ἀίδιος καὶ ἀιδίως κινούμενος, τῶν δὲ ἀιδίων οὐδὲν μάτην οὐδὲ ἐκ ταὐτομάτου γίνεται, δῆλον, ὅτι εἴη ἄν τις αἰτία τοῦ οὕτως ὡς νῦν ἀλλὰ μὴ ἀνάπαλιν κινεῖσθαι. ἐπεὶ οὖν μὴ ἀναίτιόν ἐστι τὸ τοιῶσδε κινεῖσθαι, ἢ ἀρχὴ καὶ αἰτία τοῦτο ἄλλων ἐστίν, ὡς ἡ ἀντικίνησις ἐλέγετο τῆς γενέσεως ἀρχή, ἢ καὶ τούτου ἄλλη τίς ἐστιν ἀρχή, ὡς τοῦ σφαιροειδοῦς τὸ δεῖν τῷ πρώτῳ σώματι τὸ πρῶτον σχῆμα ὑπάρχειν. εἶτα εἰς τὴν χαλεπότητα τοῦ ζητήματος ἀποβλέψας διορίζει, τίνας χρὴ τὰ τοιαῦτα προβλήματα καταζητεῖν, ὅτι οὐ τοὺς φιλοτίμους οὐδὲ τοὺς προπετῶς ταῖς ἑαυτῶν φαντασίαις πιστεύοντας, ἀλλὰ τοὺς φιλομαθεῖς καὶ τοὺς εὐλαβεστέραν τὴν ἑαυτῶν συγκατάθεσιν ἔχοντας· τούτοις γὰρ προσήκει καὶ τὸ περὶ ἐνίων τῶν ἀπορωτάτων δοκούντων ἀποφαίνεσθαί τι καὶ τὸ περὶ πάντων πειρᾶσθαι ζητεῖν καὶ παριέναι μηδέν· ἐπὶ γὰρ τούτων οὔτε εὐηθείας οὔτε περιττῆς προθυμίας αἰτίαν ἕξει τὰ τοιαῦτα ζητήματα. Εἰπὼν δέ, ὅτι διχῶς ἔστι κυκλικὴν κίνησιν κινεῖσθαι, τὴν μὲν ἀπὸ τοῦ Α ἐπὶ τὸ Β, τὴν δὲ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ, ὑπομιμνήσκει, ὅτι οὐ σαλεύεται ἐκ τούτου ὁ λόγος ὁ δείξας, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις· οὐδὲ γὰρ ἐναντίαι εἰσὶν αὗται, ἀλλ’ ἀνάπαλιν. γινώσκων δὲ ὕποπτον ἐσομένην πολλοῖς τοῦ ῥηθησομένου λόγου τὴν ἀγωγὴν καὶ μάλιστα ἐκ τοῦ προχείρου σκοποῦσι μετὰ φιλοσόφου εὐλαβείας ὑπὲρ αὐτοῦ προαπολογεῖται λέγων, ὅτι, ὅταν τις ἐντύχῃ τοῖς εὑρίσκουσι τὰς ἀκριβεστέρας ἀνάγκας τῆς ζητουμένης αἰτίας, τότε χάριν αὐτοῖς ἔχειν δεῖ, ἕως δ’ ἂν ἐκείνοις μὴ περιτύχωμεν, τὸ νῦν φαινόμενον τέως ῥητέον. ἀξιώσας οὖν τὴν φύσιν καὶ ἔτι μᾶλλον τὸν δημιουργὸν τῶν ἐνδεχομένων γενέσθαι ἀεὶ τὸ βέλτιστον ποιεῖν, καὶ ὅτι, ὥσπερ ἐπὶ τῆς κατὰ μῆκος φορᾶς ἡ πρὸς τὸν ἄνω τόπον τιμιωτέρα τῆς πρὸς τὸν κάτω, τὸν αὐτὸν τρόπον καὶ ἡ εἰς τὸ πρόσθεν τιμιωτέρα τῆς εἰς τὸ ὄπισθεν, ἐπειδὴ πρότερον δείξας, ὅτι τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἔχει τὸ πᾶν, περὶ τοῦ ἔμπροσθεν καὶ ὄπισθεν οὐδὲν εἶπε, νῦν δὲ αὐτῷ ὡς ὄντι συνεχρήσατο, εἰκότως ἀπέδειξεν, ὅτι ἔχει καὶ ταῦτα,1 εἴπερ ἔχει καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. εἰ γὰρ δεξιὸν μέν ἐστι τὸ ἀφ’ οὗ ἡ κίνησις, ἔμπροσθεν δὲ τὸ ἐφ’ ὅ, ὄντος δὲ τοῦ ἀφ’ οὗ ἔστι πάντως καὶ τὸ ἐφ’ ὅ, δῆλον, ὅτι ὄντος τοῦ δεξιοῦ ἔστι καὶ τὸ ἔμπροσθεν· τὸ γὰρ ἀρξάμενον κινεῖσθαι ἐπί τι κινεῖται, καὶ οὔσης τῆς ἀρχῆς ἔστι καὶ τὸ ἀπὸ τῆς ἀρχῆς. μαρτυρεῖ δέ, φησίν, ἡ ῥηθεῖσα ἀπορία· αὕτη δέ ἐστιν ἡ ζητοῦσα, διὰ τί ἐπὶ τάδε κινεῖται ὁ πρῶτος οὐρανός, ἀλλὰ μὴ ἀνάπαλιν· αὕτη οὖν μαρτυρεῖ, ὅτι ἔχει κατὰ τὰς διαστάσεις ὁ οὐρανὸς τὸ κρεῖττον καὶ καταδεέστερον, καί ἐστι τὸ ἔμπροσθεν τοῦ ὄπισθεν κρεῖττον. καὶ πῶς μαρτυρεῖ, ἐπήγαγεν εἰπὼν αὕτη γὰρ ἡ αἰτία λύει τὴν ἀπορίαν. εἰ γὰρ κρεῖττον τὸ ἔμπροσθεν τοῦ ὄπισθεν, ἔχει δὲ ἡ οὐρανία κίνησις ὡς ἐνδέχεται βελτίστως ὡς ὑπὸ φύσεως καὶ θεοῦ γινομένη, αὕτη ἂν εἴη αἰτία τοῦ ἐπὶ ταῦτα κινεῖσθαι, ἐφ’ ἃ νῦν κινεῖται, καὶ μὴ ἀνάπαλιν· βέλτιον γὰρ πρὸς τῷ ἁπλῆν κίνησιν καὶ ἄπαυστον κινεῖσθαι τὸ καὶ ἐπὶ τὸ τιμιώτερον, τουτέστι τὸ ἔμπροσθεν, ποιεῖσθαι τὴν κίνησιν. ὥστε τῷ ἀποροῦντι, διὰ τί οὕτως ἀλλὰ μὴ ἀνάπαλιν κινεῖται ὁ οὐρανός, ἀποκριτέον, ὅτι βέλτιον αὐτῷ ἐπὶ τὸ ἔμπροσθεν κινεῖσθαι ἤπερ ἐπὶ τὸ ὄπισθεν· πρόσθεν γὰρ τοῦτό ἐστιν, ἐφ’ ὃ ἡ κατὰ φύσιν κίνησις γίνεται. ὁ δὲ Ἀλέξανδρος “δύναται” φησὶ “καὶ ἀπὸ τῶν δεξιῶν τι ἀρχόμενον μὴ πάντως ἐπὶ τὸ ἔμπροσθεν κινεῖσθαι, ὡς οἱ εἰς τοὐπίσω ἀναβαίνοντες”· εἴποι δὲ ἄν καὶ τοὺς διπλάζοντας τὴν δεξιὰν ἐπὶ τῷ τὰ νῶτα κινήσασθαι·2 αὗται δέ εἰσιν οὐκ αὐτοφυεῖς αἱ κινήσεις, ἀλλ’ ἐπιτεχνηταί, ὡς τὸ ἀντὶ τοῦ βαδίζειν κυβιστᾶν.

“既然在圆周上运动可能有两种方式”直至“而且这[运动]也是朝向更尊贵的”。 现在提出了关于第一天运动的第五个探究课题,因为对于作圆周运动的它而言,有两种运动方式的可能:要么像现在这样运动,要么反向运动,以至于恒星天从现在所谓的西方运动而使那里成为东方,而行星天显然将从现在的东方运动。首先,他从这也存在某种原因这一点出发,表明自己合乎情理地探究这一问题。因为如果天穹是永恒的且在永恒运动,而永恒之物中没有任何东西是徒劳或出于偶然产生的,那么显而易见,它像现在这样运动而不是反向运动,必然存在某种原因。既然依此方式运动并非无因,那么要么这本身是其他事物的本原和原因——正如反向运动曾被称作生成的本原——要么对此也有某种其他的本原——正如第一物体必须具备第一形状是其为球形的本原。随后,鉴于该探究的困难,他界定了应当由何种人来探究此类问题:不是追名逐利之人,也不是轻率信从自己表象之人,而是爱好求知之人以及持守其同意更为谨慎之人;因为对于这些人而言,就某些看似最为困惑的事情发表见解,以及尝试探究一切而不遗漏任何事物,都是适宜的;在这些人身上,此类探究既不会招致愚昧的指责,也不会招致妄用热忱的指责。 在指出可能以两种方式作圆周运动,一种从Α至Β,另一种从Α至Γ之后,他提醒道,证明圆周运动没有相反运动的那个论证并不因此发生动摇;因为这两种运动并非相反,而是反向。然而,他预见到即将阐述的论证进路对于许多人,特别是仓促考察之人而言是可疑的,便带着哲学上的审慎预先为之辩护,指出:当有人遇到发现所探求原因之更精确必然性的人时,届时应当向他们致谢;但只要我们尚未遇见那样的人,暂时就应当叙述目前看来显明的事实。因此,在设定了自然乃至宇宙创制者总是在可能产生的事物中行最善之事,并且正如在沿长度的位移中向上方位置的运动比向下方位置的运动更尊贵,同样朝向前方的运动也比朝向后方的运动更尊贵之后——既然先前他虽然证明了宇宙整体具有上方与下方、右方与左方,却对前方与后方未置一词,而现在则当作其存在而加以兼用——,他合乎情理地证明了,既然它具有右方与左方,它也具有这些[前方与后方]。因为如果右方是运动所从出的一端,前方是运动所朝向的一端,而既然所从出的存在,所朝向的也全然存在,显而易见,右方存在时,前方也存在;因为开始运动之物乃是朝向某物运动,既然本原存在,源自本原之物也存在。他说,前述的疑难即是其明证;这一疑难探究的正是为何第一天朝向这一边运动而非反向运动;因此,这疑难证明了天穹在其各维度中具有更优者与较次者,且前方优于后方。他又接着说明了它是如何证明的,说“因为这一原因解除了疑难”。因为如果前方优于后方,而属天的运动作为由自然与神所产生之物处于可能达到的最善状态,那么这就将是它朝向它现在所朝向的这些方位运动而非反向运动的原因;因为在作单一且不息的运动之外,使运动朝向更尊贵的方位,亦即前方,也是更好的。因此,对于困惑为何天穹如此运动而非反向运动的人,应当回答说:对于它而言,朝向前方运动优于朝向后方运动;因为自然运动所朝向的,正是前方。然而亚历山大说:“从右侧开始之物,也可能并非全然朝向前方运动,正如那些倒退着攀登的人”;人们或许还可以提到那些弯曲右手以便活动背部的人;但这些运动不是天生的,而是人为巧设的,正如以翻跟头代替步行一样。

语法注2 条
  1. 2.20ἀξιώσας οὖν τὴν φύσιν καὶ ἔτι μᾶλλον τὸν δημιουργὸν τῶν ἐνδεχομένων γενέσθαι ἀεὶ τὸ βέλτιστον ποιεῖν, καὶ ὅτι... εἰκότως ἀπέδειξεν, ὅτι ἔχει καὶ ταῦτα

    句首分词 ἀξιώσας(设定/假定)统领两个宾语(宾格不定式从句 τὴν φύσιν... ποιεῖν 与 ὅτι 从句 ὅτι... ἡ εἰς τὸ πρόσθεν τιμιωτέρα),其后插入了原因状语从句 ἐπειδὴ πρότερον δείξας... νῦν δὲ αὐτῷ ὡς ὄντι συνεχρήσατο,最终归结到主句谓语动词 εἰκότως ἀπέδειξεν(合乎情理地证明了)。省略的主语是亚里士多德。

  2. 2.20εἴποι δὲ ἄν καὶ τοὺς διπλάζοντας τὴν δεξιὰν ἐπὶ τῷ τὰ νῶτα κινήσασθαι

    εἴποι ἄν 的主语是不定人称(“人们或许会提到”),统领宾格 τοὺς διπλάζοντας 作为被提及的对象,指那些将右臂反折到背后以活动背部的人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:418.14-419.36