← 辛普里丘

亚里士多德《论天》注释

§41.1-42.25

关于宇宙在先性与单纯性的疑难探讨

针对亚里士多德“更完全者在自然上次序在先且更为单纯”这一关于宇宙与其各部分关系的疑难以及亚历山大基于时间与形式的化解方案,辛普利丘论证了整体乃是凭借本性上的统一性而非时间上的在先性先于部分且比部分更为单纯。随后,他确立了复合物依照支配元素运动的观点,并反驳了色纳尔库斯与菲洛波诺斯基于四元素说的质疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#3

Ταῦτα μὲν οὖν πρὸς τὴν τῶν Ἀριστοτέλους σαφήνειαν εἰρήσθω· ἀποροῦσι δέ τινες, ὥς φησιν Ἀλέξανδρος, πρὸς τὸν εἰρημένον λόγον, ὅτι τὸ τελειότερον πρότερον τῇ φύσει καὶ τὸ πρότερον ἁπλούστερον· εἰ γὰρ τελειότερος ὁ κόσμος ἑκάστου τῶν ἐξ ὧν ἔστι, τὸ δὲ τελειότερον πρότερον, τὸ δὲ πρῶτον καὶ ἁπλοῦν, ἔσται ὁ κόσμος καὶ πρότερος τῶν ἐξ ὧν ἔστι καὶ ἁπλούστερος ἐκείνων· οὐ προυπάρχει δὲ ὁ κόσμος τῶν αὑτοῦ μερῶν, ὥς φησιν Ἀλέξανδρος, οὐ μὴν οὐδὲ ἁπλούστερος δοκεῖ ὁ ἐξ ἐκείνων συγκείμενος. ἐνδοὺς δὴ τούτοις ὁ Ἀλέξανδρος πειρᾶται λύειν τὴν ἀπορίαν τῷ τὸν μὲν κόσμον τελειότερον ὡς περιεκτικώτερον λέγεσθαι, τὴν δὲ κύκλῳ κίνησιν τῆς ἐπ’ εὐθείας καὶ τὸν κύκλον τῆς εὐθείας οὐχ ὡς περιέχοντα, ἀλλ’ ὡς κατὰ τὸ εἶδος·1 ἐπὶ τούτων οὖν τῶν κεχωρισμένων ἀληθές, φησί, τὸ τελειότερον καὶ πρότερον καὶ ἁπλούστερον εἶναι, ἐπὶ δὲ τῶν ὅλων καὶ τῶν μερῶν οὐκέτι. τελειότερον μὲν γάρ, φησί, καὶ τὸ ὅλον τῶν αὑτοῦ μερῶν καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ πρῶτον, ἀλλ’ οὐκέτι καὶ τῷ χρόνῳ· τὸ γὰρ πρὸς τῷ ἁπλοῦν εἶναι καὶ τέλειον τοῦτο καὶ τῷ χρόνῳ πρῶτον. ὅτι δὲ ἡ κύκλῳ κίνησις προτέρα τῆς ἐπ’ εὐθείας οὐ τῇ οὐσίᾳ μόνον ἀλλὰ καὶ τῷ χρόνῳ, ἔδειξεν ὁ Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως. ταῦτα μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ οὐ κατὰ χρόνον εἴληπται τὸ πρότερον· οὐ γὰρ ἦν χρόνος, ὅτε κυκλικὴ μὲν κίνησις ἦν, ἡ δὲ ἐπ’ εὐθείας οὐκ ἦν, κἂν αἰτία ἀεὶ ταύτης ἐκείνη, οὐδὲ ἔτι μᾶλλον, ὅτε κύκλος μὲν ἦν, εὐθεῖα δὲ οὐκ ἦν· ἀλλὰ κατὰ φύσιν. σαφῶς γοῦν εἶπεν ὁ Ἀριστοτέλης τὸ γὰρ τέλειον πρότερον τῇ φύσει τοῦ ἀτελοῦς καὶ πάλιν ὥστε, εἴπερ ἡ μὲν προτέρα κίνησις προτέρου τῇ φύσει σώματος. καὶ ὁ κόσμος οὖν τελειότερος ὢν τῶν μερῶν πρότερος αὐτῶν ἐστι τῇ φύσει, ὡς καὶ ὁ Ἀλέξανδρος ὁμολογεῖ, οἶμαι δέ, καὶ ἁπλούστερος· εἰ γὰρ πρότερος τῇ φύσει, μᾶλλον ἡνωμένος, τὸ δὲ μᾶλλον ἡνωμένον τῷ ἑνὶ συγγενέστερον, τὸ δὲ τοιοῦτον ἁπλούστερον. ἡμεῖς δὲ οὐκ εἰς τὴν ὁλότητα τοῦ κόσμου τὴν ἡνωμένην βλέποντες, καθ’ ἣν ἓν ζῷόν ἐστιν εἰκὼν τοῦ νοητοῦ ζῴου, ἀλλ’ εἰς τὸ πλῆθος αὐτοῦ τὸ διακεκριμένον, καὶ τοῦτο κόσμον λέγοντες ἁπλούστερον τοῦ ὅλου τὸ μέρος νομίζομεν καὶ πρότερα τὰ μέρη· καίτοι τὸ ὅλον ἀπὸ τῆς ἑαυτοῦ ἑνώσεως ἐν ἑαυτῷ προάγει τὴν οἰκείαν διάκρισιν. συναποδείξας δέ, ὅτι ἡ κύκλῳ κίνησις οὐ μόνον τελειοτέρου ἐστὶ καὶ πρώτου, ἀλλὰ καὶ ἁπλοῦ σώματος ἁπλῆ οὖσα, ἵνα καθολικώτερος ὁ λόγος ᾖ, κἂν ἁπλοῦν κἂν μικτὸν εἴη τὸ σῶμα τὸ οὐράνιον, ἐπάγει τῶν γὰρ μικτῶν τὴν φορὰν ἔφαμεν εἶναι κατὰ τὸ ἐπικρατοῦν ἐν τῇ μίξει τῶν ἁπλῶν, ὡσεὶ ἔλεγε· καὶ τῶν μικτῶν γὰρ τὴν φορὰν καὶ τὰ ἑξῆς. κἂν σύνθετος οὖν ὢν ὁ οὐρανὸς κύκλῳ κινῆται, πάντως ἔστι τι ἐν αὐτῷ ἁπλοῦν, οὗ κατὰ τὴν ἐπικράτειαν κινεῖται τὴν κύκλῳ κίνησιν. Ἀπορεῖ δὲ καὶ ἐνταῦθα τὰς αὐτὰς πάλιν ἀπορίας ὁ Ξέναρχος· πρῶτον μὲν, ὅτι μαθηματικοῖς ἐχρήσατο τοῖς λήμμασιν ὁ λόγος τῇ τε εὐθείᾳ καὶ τῷ κύκλῳ· δεύτερον, ὅτι οὐκ ἔστιν ἁπλοῦν σῶμα φυσικὸν κατὰ τῆς περιφεροῦς κινούμενον διὰ τὴν ἀνισοταχῆ κίνησιν τῶν πρὸς τῷ κέντρῳ καὶ τῶν πρὸς τῇ περιφερείᾳ καὶ τῶν ἐν μέσῳ τούτων κινουμένων· τρίτον, ὅτι, κἂν ἔστι τὸ κύκλῳ κινούμενον, ἀλλ’ οὐκ ἄλλο πρὸς τοῖς τέτταρσιν, εἴπερ καὶ ἐκείνων τὰ μὲν μένει, τὰ δὲ κύκλῳ κινεῖται, ὅταν ᾖ τέλεια, ὅπερ μάλιστα τῷ πυρὶ ὑπάρχει· τὴν γὰρ ἐπ’ εὐθείας, ὡς καὶ τῷ Ἀριστοτέλει δοκεῖ, ἀτελῆ οὖσαν ἀτελῆ ἔτι ὄντα κινεῖται. ταύτας τὰς ἐνστάσεις ὡς ἤδη προταθείσας τε καὶ διαλυθείσας οὐδὲ ὁ Ἀλέξανδρος ἠξίωσεν ἐκθέσθαι, καὶ ἐγὼ δὲ πειράσομαι λοιπὸν τὰς τοιαύτας παρατρέχειν. Ὁ δὲ νεαρὸς ἡμῖν οὗτος κόραξ, μᾶλλον δὲ κολοιὸς “ἄκραντα γαρυόμενος Διὸς πρὸς ὄρνιχα θεῖον” κατὰ τὸν μεγαλορρήμονα Πίνδαρον καὶ πρὸς τὰ ἐνταῦθα τῷ Ἀριστοτέλει ῥηθέντα παρεκδυόμενος πρώτην μὲν ἔνστασιν ἐπάγει2 τὴν τοῦ Ξενάρχου τρίτην ὑποβαλλόμενος· κἂν γὰρ πρῶτον, φησί, τὸ κύκλῳ κινούμενον, οὐκ ἤδη ἄλλο παρὰ τὰ τέσσαρα, εἴπερ καὶ ἐκείνοις τελείοις οὖσιν ὑπάρχει τὸ μένειν ἢ κύκλῳ κινεῖσθαι. εἴρηται δὲ πρότερον πολλάκις, ὅτι οὐκ ἔστι τοῦ ὑπεκκαύματος ἴδιος ἡ κύκλῳ κίνησις, ἀλλ’ ὑπὲρ φύσιν αὐτὴν κινεῖται τὴν ἑαυτοῦ τῷ οὐρανῷ συμφερόμενον· ὥστε τοῦ οὐρανοῦ κυρίως ἐστί.

那么,为了澄清亚里士多德的原意,就先说到这里。然而正如亚历山大所言,有人针对上述论证提出了疑难,即更完全者在自然上次序在先,而在先者更为单纯。因为如果宇宙比构成它的各个部分更为完全,更完全者在先,且居首者亦是单纯的,那么宇宙就将既先于构成它的部分,又比那些部分更为单纯;但正如亚历山大所言,宇宙并不先于它自身的部分而存在,由那些部分组成之物亦绝不显得更为单纯。于是亚历山大承认了这些观点,试图通过以下方式来化解这一疑难:宇宙之所以被称为更完全,是因为它是更具包容性的,而圆周运动之相对于直线运动、圆之相对于直线,则不是作为包容者,而是依照形式被称为更完全的;因此他说,对于这些分离之物而言,更完全者既是在先的又是更为单纯的,这是真实的,但对于整体与部分而言则不再如此。因为他说,整体确实也比它自身的部分更为完全,在自然上和在实体上都居首,但不再在时间上亦居首;因为在单纯之外兼具完全者,这在时间上亦居首。而圆周运动不仅在实体上、而且在时间上亦先于直线运动,亚里士多德在《物理学》第八卷中已经指明。以上是亚历山大的看法。然而,“在先”或许并不是按照时间来取的;因为从来没有过一个时间,圆周运动存在而直线运动不存在(即便前者永远是后者的原因),更没有过圆存在而直线不存在的时间;而是按照自然来取的。至少亚里士多德明确说过:“因为完全者在自然上次序先于不完全者”,并且又说:“因此,如果在先的运动属于在自然层次上在先的物体”。所以,宇宙既然比各部分更为完全,正如亚历山大亦同意的那样,在自然上就先于它们,而且我认为,宇宙亦更为单纯;因为如果在自然上次序在先,它就更具统一性,而更具统一性之物便与“一”更为亲近,这样之物便更为单纯。然而,我们并非注视着宇宙统一的整体性(宇宙依照此整体性乃是作为可知动物之影像的单一动物),而是注视着它被区分的繁复性,并将这[繁复性]称为宇宙,于是认为部分比整体更为单纯,各部分在先;然而整体正是从其自身的统一中,在自身内部产生出其固有的区分。 在共同证明了圆周运动不仅属于更完全且居首的物体,而且由于其自身是单一的而属于单一物体之后,为了使论证更为普遍(无论属天的物体是单一的还是混合的),他又补充道:“因为我们说过,混合物体的位移运动乃是依照混合中占支配地位的单一物体”,宛如他在说:“因为混合物体的位移运动亦是”等等。因此,即便天体作为复合物体作圆周运动,其内部也必定存在某种单一之物,天体乃是依据该单一之物的支配地位而作圆周运动的。 在这里,色纳尔库斯亦再次提出了同样的疑难:第一,论证使用了数学性的假定前提,即直线与圆;第二,并不存在沿着圆周运动的单一自然物体,因为靠近中心之物、靠近圆周之物以及在二者之间运动之物的运动具有不等的速度;第三,即便作圆周运动者存在,亦不是在四元素之外的另一物体,如果那些元素在完全的状态下,确有一部分静止,有一部分作圆周运动的话(这一点尤其属于火);因为直线运动是不完全的,正如亚里士多德亦认为的那样,它们是在尚且不完全时才作直线运动的。这些反驳由于此前已被提出并被化解,亚历山大亦认为不值得列出,我今后亦将尽量略过此类反驳。 然而,照言辞宏伟的品达所言“对着宙斯神圣的鸟徒然鸣噪”的我们这只新近的乌鸦,或者不如说是寒鸦,亦转向反驳亚里士多德在这里所说的话,并将色纳尔库斯的第三条反驳据为己有而作为第一条反驳提出:因为他说,即便作圆周运动者居首,它亦并非由此就是四元素之外的另一物体,如果那些元素在完全的状态下亦具有静止或作圆周运动的属性的话。然而此前已多次说过,圆周运动并非易燃物所固有,它是因与天体一同被运送而超越自身自然作此运动的;因此它本真地属于天体。

语法注2 条
  1. 1.12ἐνδοὺς δὴ τούτοις ὁ Ἀλέξανδρος πειρᾶται λύειν τὴν ἀπορίαν τῷ τὸν μὲν κόσμον τελειότερον ὡς περιεκτικώτερον λέγεσθαι, τὴν δὲ κύκλῳ κίνησιν... οὐχ ὡς περιέχοντα, ἀλλ’ ὡς κατὰ τὸ εἶδος

    带定冠词与格的动名短语 τῷ 引导一个表示原因或手段的宾格加不定式结构(“通过……的方式”)。在从句内部,通过 μὲν... δέ 对举了两个受词主语(τὸν μὲν κόσμον 与 τὴν δὲ κύκλῳ κίνησιν ... καὶ τὸν κύκλον)及各自的表语短语(ὡς περιεκτικώτερον 与 οὐχ ὡς περιέχοντα, ἀλλ’ ὡς κατὰ τὸ εἶδος)。

  2. 1.12Ὁ δὲ νεαρὸς ἡμῖν οὗτος κόραξ, μᾶλλον δὲ κολοιὸς “ἄκραντα γαρυόμενος Διὸς πρὸς ὄρνιχα θεῖον” κατὰ τὸν μεγαλορρήμονα Πίνδαρον καὶ πρὸς τὰ ἐνταῦθα τῷ Ἀριστοτέλει ῥηθέντα παρεκδυόμενος πρώτην μὲν ἔνστασιν ἐπάγει

    该句的基本骨架为 Ὁ δὲ νεαρὸς ... κόραξ ... πρώτην μὲν ἔνστασιν ἐπάγει(主语与主动词)。在主语与动词之间,插入了情态与格 ἡμῖν、包含品达引文的分词短语(ἄκραντα γαρυόμενος...)以及第二条分词短语(καὶ ... παρεκδυόμενος),构成了较长的隔置结构(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:41.1-42.25