← 辛普里丘

亚里士多德《论天》注释

§417.15-418.13

宇宙整体的球形性与天体几何的精确度

辛普里丘解释了亚里士多德为何称整个宇宙为球形,并借助四元素在纤细度与平整度上的比例关系,论证了天体具有超越一切可感事物的、犹如车削成形般的极致几何精确性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

" Ὅτι μὲν οὖν σφαιροειδής ἐστιν ὁ κόσμος ἕως τοῦ καὶ τὰ πλεῖον ἀεὶ ἀπέχοντα τῶν στοιχείων." Τὸ μὲν οὖν πρόβλημα ἦν, ὅτι σφαιρικὸν τὸ οὐράνιον σῶμα, δείκνυναι.1 ἐπειδὴ δὲ ὁ ὅλος κόσμος κατὰ τὸν οὐρανὸν σφαιρικός ἐστι, καὶ μέντοι κατὰ τὸν λόγον καὶ τῶν ὑπὸ σελήνην τὰ πλεῖστα δέδεικται σφαιρικά, οὐκ ἀπεικότως συμπεραινόμενος τὸν λόγον σφαιροειδῆ τὸν ὅλον κόσμον εἶπεν ἀποδεδεῖχθαι. ἐπειδὴ δὲ πρὸς ἀνθρώπους διαλέγεται τεχνικοῖς καὶ φυσικοῖς σφαιροειδέσι συνειθισμένους, πάνυ θεοφιλῶς καὶ τὴν κατὰ τὸ σχῆμα πρὸς πάντα τὰ ἄλλα ὑπεροχὴν τοῦ οὐρανίου σώματος ἐπιδείκνυσιν, ὅτι οὐχ ὁλοσχερῶς λέγεται σφαιροειδές, ὡς καὶ τὴν γῆν πρὸς αἴσθησιν σφαιροειδῆ λέγομεν καίτοι τηλικαύτας ἔχουσαν ἐπαναστάσεις τὰς τῶν ὀρῶν καὶ φαραγγώδεις κοιλότητας, ἀλλ’ οὕτω κατὰ ἀκρίβειαν ἔντορνός ἐστι σφαῖρα, ὡς μηδὲν μήτε τεχνικὸν μήτε φυσικὸν μήτε ὅλως τι τῶν ἡμῖν ἐν ὀφθαλμοῖς φαινομένων μηδὲν παραπλησίως ἔχειν αὐτῷ. ἀλλ’ ἐδεῖτό τινος παραμυθίας ἡ διάστασις αὕτη τοῦ λόγου· κἂν γὰρ σφαιροειδὴς ἀποδέδεικται, ἀλλὰ τό γε ἀκριβὲς τοῦτο μὴ φαινόμενον τῇ αἰσθήσει τάχα ἂν ἀπιστίαν παρέσχετο· δείκνυσιν οὖν, ὅτι οὐδὲν ἄλλο τῶν ἐν τῷ κόσμῳ σωμάτων, ἐξ ὧν ὁ κόσμος τὴν σύστασιν εἴληφεν, οὕτω δυνατὸν ὁμαλότητα δέξασθαι καὶ ἀκρίβειαν σχήματος, ὡς ἡ τοῦ πέριξ σώματος φύσις. δείκνυσι δὲ αὐτὸ ἐκ τῆς τῶν ὁρωμένων ἡμῖν στοιχείων ἀναλογίας. καὶ γὰρ ὅτι ἡ τοῦ ὕδατος ἐπιφάνεια λειοτέρα τε καὶ ὁμαλωτέρα ἐστὶ τῆς κατὰ τὴν γῆν ἐπιφανείας, παντὶ πρόδηλον. εἰ οὖν ἀνάλογον ἔχουσι πρὸς ἄλληλα τὰ στοιχεῖα, ὥστε εἶναι, ὡς ὕδωρ πρὸς γῆν, οὕτως ἀέρα πρὸς ὕδωρ καὶ πρὸς ἀέρα πῦρ, καὶ τῶν συστοίχων, τουτέστι τῶν ἐφεξῆς κειμένων, τὰ πλέον ἀπέχοντα τῆς γῆς ὁμαλότητι τῶν ὑπ’ αὐτὰ διὰ λεπτότητα καὶ καθαρότητα διενήνοχε,2 δῆλον, ὅτι καὶ τὸ ὑπὲρ τὸ πῦρ σῶμα πρὸς ἀναλογίαν τῆς ἀποστάσεως τὴν λεπτότητα ἔχει καὶ τὴν καθαρότητα καὶ ὁμαλότητα καὶ διὰ ταῦτα τὴν κατὰ τὸ σχῆμα ἀκρίβειαν. Ἐπιστῆσαι δὲ χρή, ὅτι καὶ τὸ ἔντορνον ἀπὸ τῆς Πλάτωνος μετείληπται λέξεως τῆς λεγούσης, ὅτι “σφαιροειδὲς ἐκ μέσου πάντῃ πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον κυκλοτερὲς αὐτὸ ἐτορνώσατο”. ὅτι δὲ σφαιροειδῆ τὸν κόσμον εἶπε διὰ τὸ τὸν οὐρανὸν εἶναι σφαιροειδῆ, καὶ νῦν ἐδήλωσε, δι’ ὧν φησι μηδὲν τῶν ἐν τῷ κόσμῳ σωμάτων ὁμαλότητα καὶ ἀκρίβειαν οὕτω δύνασθαι καταδέξασθαι ὡς τὴν τοῦ πέριξ σώματος φύσιν.

“因此宇宙是球形的”直至“而且诸元素中总是相距更远的”。 于是,原初的论题是要证明属天的物体是球形的。但既然整个宇宙依凭天穹而是球形的,而且按照论证,月下的大多数事物也已被证明是球形的,因而在总结论据时,他说整个宇宙已被证明是球形的,并非不合情理。然而,由于他是针对习惯于人造与自然的球形物体的人们立论,他便极其契合神意地展示了属天的物体在形状上超越所有其他事物的卓越性,指出它被称为球形并不是粗略意义上的——正如我们在感觉上称大地为球形,尽管大地有着如此巨大的山脉隆起和深壑般的凹陷——而是以如此之精确度如车削成形的球体,以至于无论人造物、自然物还是总的来说显现在我们眼前的任何事物,都没有任何一样能与之相比。然而,论证所达到的这一惊人高度需要某种安抚;因为即便已被证明是球形的,但这一未显现于感官的精确性本身,或许仍会引起怀疑。因此他证明,在宇宙借以构成的宇宙各物体中,没有任何其他物体能像包围之物体的本性那样接受平滑与形状的精确。他是从我们所见的各元素的比例关系来证明这一点的。因为水的表面比大地的表面既更光滑又更平整,这对每个人都是显而易见的。因此,如果各元素彼此处于比例关系,从而水之于地犹如气之于水、火之于气,并且在处于同列亦即相继排列的元素中,远离大地的元素因其微妙纤细与纯净,在平整度上超越了位于其下的元素,那么显而易见,位于火之上的物体也依其距离的比例而具有微妙纤细、纯净与平整,并因此具有形状上的精确。还应当注意到,“车削成形”也是取自柏拉图的文句,那里说“从中心向所有方向直至终点距离相等的球形,他将它车削成圆形”。而他之所以因为天是球形而称宇宙为球形,他现在也通过他所说的话表明了这一点,在那些话中他说宇宙中的物体没有任何一个能像包围之物体的本性那样接纳平整与精确。

语法注2 条
  1. 2.19Τὸ μὲν οὖν πρόβλημα ἦν, ὅτι σφαιρικὸν τὸ οὐράνιον σῶμα, δείκνυναι

    句子的核心结构为 Τὸ μὲν οὖν πρόβλημα ἦν δείκνυναι...,其中不定式 δείκνυναι 作表语性或同位语性不定式,用以说明主语 πρόβλημα 的具体内容。ὅτι σφαιρικὸν τὸ οὐράνιον σῶμα 则是受 δείκνυναι 支配的宾语从句,在语序上倒置前置于该不定式之前。

  2. 2.19καὶ τῶν συστοίχων, τουτέστι τῶν ἐφεξῆς κειμένων, τὰ πλέον ἀπέχοντα τῆς γῆς ὁμαλότητι τῶν ὑπ’ αὐτὰ διὰ λεπτότητα καὶ καθαρότητα διενήνοχε

    句法结构梳理:τῶν συστοίχων 为部分属格,修饰主语实质化分词短语 τὰ πλέον ἀπέχοντα τῆς γῆς(“远离大地的元素”)。动词 διενήνοχε 意为“超越、胜过”,支配比较属格 τῶν ὑπ’ αὐτὰ(“位于其下的元素”),与格 ὁμαλότητι 则作限制/方面与格(“在平整度方面”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:417.15-418.13