- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:415.32-417.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明了亚里士多德在《论天》287b4中基于水天然流向更凹处(中心)这一经验事实所作出的水表面为球形的几何证明,并通过水滴的形状、航海者的视线以及杯中注水等经验证据进一步补充并巩固了该论证。
" Ἀλλὰ μὴν ὅτι γε ἡ τοῦ ὕδατος ἐπιφάνεια ἕως τοῦ σφαιροειδὴς ἄρα ἡ τοῦ ὕδατος ἐπιφάνεια, ἐφ’ ἧς ἡ ΒΕΓ." Τὸ προσεχὲς ἐπιχείρημα ποιησάμενος ἐπὶ ὑποθέσει τῇ λεγούσῃ σφαιροειδὲς εἶναι τὸ ὕδωρ νῦν αὐτὸ τοῦτο προτίθεται δεῖξαι γραμμικὴν ἀκρίβειαν τῇ ἀποδείξει προστιθεὶς καὶ γεωμετρῶν ὄντως τὴν φύσιν. λαβὼν τοίνυν καὶ νῦν ὑπόθεσιν, ἀλλ’ ἐκ τῶν φαινομένων ταύτην ἐναργεστάτην, ὅτι πέφυκεν ἀεὶ συρρεῖν τὸ ὕδωρ εἰς τὸ κοιλότερον, κοιλότερος δέ ἐστιν ὁ τόπος ἐκεῖνος ἀεὶ ὁ μᾶλλον πλησιάζων τῇ χώρᾳ, πρὸς ἣν πέφυκε ῥέπειν τὸ ὕδωρ καὶ ἐφ’ ἣν συρρεῖ μὴ κωλυόμενον, τοῦτο τοίνυν κέντρον καλεῖ νῦν μὲν ὡς σημεῖον λαμβάνων τὸ ὡς ἄν εἴποις κοιλότατον, ἐφ’ ὃ συρρεῖ τὸ ὕδωρ, ὀλίγον δὲ ὕστερον κέντρον δειχθησόμενον τῆς τοῦ ὕδατος ἐπιφανείας.1 καὶ ἀπὸ τούτου τοῦ Α εὐθείας ἴσας ἐκβάλλει τὴν ΑΒ καὶ ΑΓ καὶ ἐπιζεύξας τὴν ΒΓ τρίγωνον ποιεῖ καὶ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν μεταξὺ τῶν Β Γ σημείων ἄγει τὴν ΑΔ· αὕτη τοίνυν ἐλάττων ἐστὶ τῶν ΑΒ ΑΓ· ἐὰν γὰρ κέντρῳ τῷ Α καὶ διαστήματι ὁποτέρῳ τῶν Β Γ κύκλον γράψωμεν, αἱ μὲν ΑΒ ΑΓ ἔσονται ἐκ τοῦ κέντρου ἐφαπτόμεναι τῆς περιφερείας, ἡ δὲ μεταξὺ αὐτῶν ἐπὶ τὴν βάσιν ἀχθεῖσα ΑΔ οὐκ ἐφάψεται καὶ αὕτη ἀπὸ τοῦ κέντρου οὖσα· ἐλάττων ἄρα ἐκείνων ἔσται· πλησιαίτερον ἄρα τοῦ Α τὸ Δ ἔσται ἤπερ τὰ Β Γ· κοιλότερος ἄρα ὁ τοῦ Δ τόπος παρὰ τοὺς τῶν Β Γ· ἐπὶ τὸ Δ ἄρα συρρεύσει τὸ ὕδωρ, ἕως ἂν ἐξισωθῇ ταῖς ΑΒ ΑΓ ἡ ΑΔ· τότε γὰρ οὐκ ἔσται ἔτι κοιλότερον τὸ Δ τῶν Β Γ. ἐὰν οὖν προσεκβάλλοντες τὴν ΑΔ ἀφέλωμεν ἀπ’ αὐτῆς τὴν ΑΕ ἴσην ταῖς ΑΒ ΑΓ, οὐκέτι ἔσται κοιλότερος τόπος, εἰς ὃν συρρεύσει τὸ ὕδωρ· εἰ γὰρ μεταξύ τις νομίζει τῶν τριῶν εὐθειῶν εἶναι,2 καὶ δι’ ἐκείνων τῶν σημείων ἀπὸ τοῦ Α ἴσας εὐθείας διαγαγόντες ταῖς τρισὶν ἀναπληρώσομεν τὸ κοῖλον. ἐὰν οὖν ἐπὶ τὰ Α Ε Γ σημεῖα καὶ εἴ τινα ἄλλα μεταξὺ τούτων πέρατα τῶν ἀπὸ τοῦ Α σημείου ἴσων εὐθειῶν εὑρεθῇ,3 εἰ μὲν ἐν ἐπιπέδῳ, γράφοιντο αἱ ἀπὸ τοῦ Α εὐθεῖαι, κυκλικὴ ἔσται ἡ ἐπιζευγνυμένη ἐπὶ τὰ πέρατα τῶν εὐθειῶν γραμμή, εἰ δὲ ἐν στερεῷ, σφαιρικὴ ἔσται ἐπιφάνεια ἡ διὰ τῶν περάτων τῶν γραμμῶν ἐκβαλλομένη. ἐὰν γὰρ ἀπό τινος σημείου ἐπὶ τὰ αὐτὰ μέρη πλείους ἢ δύο εὐθεῖαι ἐκβληθῶσιν ἴσαι, εἰ μὲν ἐν τῷ αὐτῷ εἰσιν ἐπιπέδῳ, κυκλικὴ ἔσται γραμμὴ ἡ διὰ τῶν περάτων αὐτῶν ἀγομένη, εἰ δὲ ἐν διαφόροις ἐπιπέδοις, σφαιρικὴ ἔσται ἡ ἐπιφάνεια. εἰ οὖν τὸ ὕδωρ τότε μόνον φυσικῶς ἠρεμεῖ καὶ οὐ συρρεῖ, ὅταν πρὸς τοῖς πέρασι γένηται τῶν ἴσων ἀπὸ τοῦ Α ἐκβαλλομένων εὐθειῶν, τὸ δὲ διὰ τῶν περάτων ἐκείνων ἀγόμενον ἐν στερεῷ σφαιρικὴν ποιεῖ τὴν ἐπιφάνειαν, τὸ ὕδωρ ἄρα σφαιρικὴν ἔχει τὴν ἐπιφάνειαν, καὶ κέντρον αὐτῆς τὸ σημεῖον, οὗ πανταχόθεν ἴσον διέστηκεν ἡ ἐπιφάνεια. διὸ καὶ κέντρον αὐτὸ κέκληκεν ὁ Ἀριστοτέλης, εἴτε τὸ τῆς γῆς ἐστι τοῦτο κέντρον εἴτε τοῦ παντὸς εἴτε τὸ τοῦ ὕδατος αὐτοῦ, εἴτε πάντων μὲν τῶν κέντρων ὁ αὐτὸς τόπος, δυνάμεις δὲ διαφόρους ἔχουσιν. ὅτι δὲ σφαιρικὴ ἡ τοῦ ὕδατος ἐπιφάνεια, δηλοῖ καὶ τὸ τὰς ῥανίδας εἰς λεῖον ἐμπιπτούσας τι, οἷον εἰς φύλλον λαχάνου ἢ δένδρου ἢ τῶν Νειλῴων κιβωρίων, συστρεφομένας καὶ σφαιρουμένας ἠρεμεῖν· ἔτι δὲ ἐναργέστερον τὸ τοὺς πλέοντας τὰ πελάγη ἀπὸ μὲν τῶν πλοίων αὐτῶν πολλάκις μὴ ὁρᾶν γῆν μηδὲ τὰ ἐν αὐτῇ ἀνεστηκότα, ἐπὶ δὲ τοὺς ἱστοὺς ἀναβαίνοντας ὡς πλησίον ὄντα ὁρᾶν· ἀλλὰ καί, εἰς ποτήριον ἄν τις ὕδωρ ἐμβάλῃ καὶ νομίσματα ἢ ψηφῖδας ἢ ἄλλους ὄγκους τινάς, σφαιροῦται τὸ ὕδωρ καὶ οὐκ ἐκχεῖται, ἕως ἂν ὑπερβάλῃ τὴν σφαιρικὴν ἐπιφάνειαν.
“然而,水的表面”直至“因此水的表面是球形的,其上有BEΓ”。 他在根据水是球形这一假说构作了紧接其前的论据之后,现在着手证明这一点本身,为论证增添了基于几何线段的精确性,真正使自然几何化。于是他在此时也采用了一个假说,但这是一个从现象中得出的最明白显见的假说,即水天然总是汇流向更凹处,而那个更接近水天然倾向流向且不受阻碍时所汇流向的区域的地方总是更凹的;因此他将这称为中心,现在将它取作可以说是最凹的点(水正是流向它),而稍后这将被证明是水表面的中心。然后他从这个点A引出相等的直线AB和AΓ,连接BΓ构成一个三角形,并从顶点到底边在B和Γ两点之间引出AΔ。这条线小于AB和AΓ;因为如果我们以A为中心、以B或Γ中的任一距离为半径作圆,AB和AΓ将是中心引出的触及圆周的线,而它们之间引到底边的AΔ虽自身也引自中心,却不触及圆周;因此它将小于它们。因此点Δ比B和Γ更接近A;因此Δ的地方比B和Γ的地方更凹;因此水将汇流向Δ,直至AΔ与AB和AΓ相等;因为在那时Δ将不再比B和Γ更凹。因此,如果我们进一步延长AΔ,并从中截取与AB和AΓ相等的AE,就不会再有水所汇流向的更凹的地方;因为如果有人认为在这三条直线之间存在[更凹的地方],我们只要从A也通过那些点引出与这三条直线相等的直线,就会填满那凹处。因此,如果在点A、E、Γ以及在它们之间所发现的引自点A的相等直线的任何其他端点上——如果引自A的直线是在平面上画出的,连接各直线端点的线将是圆的,但如果是在立体中,通过各线端点引出的表面将是球形的。因为如果从某个点向同一方向引出两条以上的相等直线,如果它们在同一平面内,通过它们端点引出的线将是圆的,但如果在不同的平面内,其表面将是球形的。因此,如果水只有在到达从A引出的相等直线的各端点时,才自然地静止而不汇流,而在立体中通过那些端点引出的东西使表面成球形,那么水就具有球形的表面,且其表面从各方面等距远离的点就是它的中心。这就是为什么亚里士多德称它为中心,无论这是大地的中心、全宇宙的中心还是水本身的中心,抑或所有这些中心处于同一地点而只具有不同的潜能。而水的表面是球形的,这也由以下事实表明:水滴落在某种平滑的东西上,例如蔬菜的叶子、树叶或尼罗河莲花的叶子上,会聚拢成球形而静止;更显明的是,航行于远海的人们从船只本身上往往看不到陆地或其上耸立的物体,但爬上桅杆时却能看见它们仿佛就在眼前;而且,如果有人往杯中注水,并放入钱币、石子或其他块状物,水会隆起成球形而不会溢出,直至它超越了球形表面。
- 2.18τοῦτο τοίνυν κέντρον καλεῖ νῦν μὲν ὡς σημεῖον λαμβάνων τὸ ὡς ἄν εἴποις κοιλότατον, ἐφ’ ὃ συρρεῖ τὸ ὕδωρ, ὀλίγον δὲ ὕστερον κέντρον δειχθησόμενον τῆς τοῦ ὕδατος ἐπιφανείας
阳性主格分词 λαμβάνων(与主语亚里士多德一致)与 ὀλίγον δὲ ὕστερον ... δειχθησόμενον 相对照。中性宾格分词 δειχθησόμενον 与先行宾语 τοῦτο(或 σημεῖον)一致,表明现在被视作最凹点的东西稍后将被证明是水表面的中心。
- 2.18εἰ γὰρ μεταξύ τις νομίζει τῶν τριῶν εὐθειῶν εἶναι
不定式 εἶναι 的主语(如 κοιλότερον τόπον)根据紧接在前的语境被省略,意即“如果有人认为在这三条直线之间存在[更凹的地方]”。
- 2.18ἐὰν οὖν ἐπὶ τὰ Α Ε Γ σημεῖα καὶ εἴ τινα ἄλλα μεταξὺ τούτων πέρατα τῶν ἀπὸ τοῦ Α σημείου ἴσων εὐθειῶν εὑρεθῇ
尽管从几何学上看端点应当是底边的B、弧上的E以及底边的Γ(即B, E, Γ),而A是中心,但译文忠实保留了传抄文本的“A, E, Γ”。单数动词 εὑρεθῇ 与中性复数主语 πέρατα 连用,符合古典希腊语常规句法。
