- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:411.10-412.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了天为球形的第三个论证(287a23),论述天的运动因其独具匀速、连续与永恒性而是运动的度量,且在包围相等面积和体积的形状中,圆与球具有最小的周长与表面积,从而对应于最快且最小的运动;同时提及了亚历山大关于化圆为方问题的疑问。
" Ἔτι δὲ εἰ τῶν μὲν κινήσεων τὸ μέτρον ἕως τοῦ σφαιροειδῆ αὐτὸν ἀνάγκη εἶναι." Τρίτον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι σφαιρικόν ἐστι τὸ τοῦ οὐρανοῦ σχῆμα. ἡ δὲ συναγωγὴ τοῦ λόγου τοιαύτη· ἡ τοῦ οὐρανοῦ κίνησις μέτρον κινήσεών ἐστιν· ἡ μετροῦσα δὲ κίνησις ἡ ἐλαχίστη ἐστίν· ἐλαχίστη δὲ ἡ ταχίστη· ταχίστη δὲ κίνησις ἀπὸ τῆς αὐτῆς δυνάμεως ἡ κατὰ τῆς ἐλαχίστης διαστάσεως· ἐλαχίστη δὲ τῶν ἴσον χωρίον, περιεχόντων σχημάτων ἐν μὲν τοῖς ἐπιπέδοις ἡ κυκλικὴ γραμμή, ἐν δὲ τοῖς στερεοῖς ἡ σφαιρικὴ ἐπιφάνεια· ἡ ἄρα οὐρανία περιφορὰ σώματός ἐστιν σφαιρικὸν ἔχοντος σχῆμα. τῶν δὲ λημμάτων ἕκαστον τὸ μὲν τὴν οὐρανίαν περιφορὰν μέτρον εἶναι τῶν κινήσεων ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς ἀκροάσεως ἐν τοῖς περὶ χρόνου λόγοις δέδεικται, καὶ νῦν συντόμως ὑπέμνησται ἡ αἰτία· διὰ γὰρ τὸ εἶναι μόνη κίνησις ὁμαλὴς καὶ συνεχὴς καὶ ἀΐδιος. δεῖ γὰρ τὸ μέτρον τῶν κινήσεων κίνησιν εἶναι καὶ αὐτό, ὡς τῶν μεγεθῶν μέγεθος καὶ τῶν μονάδων μονάδα καὶ τῶν χοῶν χοῦν καὶ τῶν ῥοπῶν ῥοπήν. δεῖ δὲ καὶ συνεχῆ εἶναι τὴν τὰς ἄλλας μετροῦσαν κίνησιν· εἰ γὰρ διαλαμβάνοιτο στάσει, πῶς μετρήσει τὰς συνεχεῖς; δεῖ δὲ καὶ ὁμαλὲς εἶναι τὸ μέτρον· εἰ γὰρ ἐπιτείνοιτο καὶ ἀνίοιτο, πῶς ἂν μετρήσειεν; ὅμοιον γὰρ ὡς εἰ πῆχύν τις ποτὲ μὲν ἐκτεινόμενον ποτὲ δὲ συστελλόμενον εἰς μέτρον παραλαμβάνοι. δεῖ δὲ καὶ ἀΐδιον εἶναι τὴν μετροῦσαν κίνησιν· ἀεὶ γὰρ οὔσης κινήσεως ἀεὶ δεῖ καὶ τὸ μετροῦν αὐτὴν εἶναι. ταῦτα δὲ ἅμα πάντα, τὸ συνεχές, τὸ ὁμαλές, τὸ ἀΐδιον, μόνῃ πρόσεστι τῇ τοῦ οὐρανοῦ κινήσει· ὀρθῶς οὖν εἴρηται, ὅτι ἡ τοῦ οὐρανοῦ περιφορὰ μέτρον ἐστὶ τῶν ἄλλων κινήσεων. καθ’ ἕκαστον δὲ γένος τῶν μετρουμένων τε καὶ μετρούντων τὸ ἐλάχιστόν ἐστι τὸ μέτρον· εἰ μὲν γὰρ στάδια εἴη, στάδιον, εἰ δὲ μονάδες, μονάς, εἰ κύαθοι, κύαθος, καὶ ἀεὶ τὸ τοῦ ἐλαχίστου μεῖζον, κἂν ἄλλο τι μετρῇ, ἀλλὰ καὶ αὐτὸ ὑπὸ τοῦ ἐλαχίστου μετρεῖται· ὁ γοῦν πῆχυς μέτρον ὢν ὑπὸ τοῦ ποδὸς ὅμως μετρεῖται καὶ ὁ ποὺς ὑπὸ δακτύλου. ἐλαχίστη δὲ κίνησις ἡ ἐν ἐλαχίστῳ χρόνῳ γινομένη· ἐν ἐλαχίστῳ δὲ χρόνῳ τὸ ἴσον περίεισιν ἡ ταχίστη· ταχίστη δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἡ τὸ ἴσον μὲν περιοῦσα χωρίον, οἷον δεκάπλεθρον ἐμβαδόν, δι’ ἐλαχίστης δὲ τῆς περιεχούσης αὐτὸ διαστάσεως, ἵνα τῆς αὐτῆς μενούσης τῆς τὸ αὐτὸ χωρίον περιοῦσης1 ἐλαχίστη καὶ ἅμα ταχίστη γένηται ἡ κίνησις καὶ παρὰ τὸν χρόνον καὶ παρὰ τὴν διάστασιν τὴν περιέχουσαν· ἐλαχίστη δὲ τῶν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτό, τουτέστι τῶν σχῆμα περιεχουσῶν τι καὶ ὁριζουσῶν διαστάσεων, ἐν μὲν ἐπιπέδοις ἡ κυκλική, ἐν δὲ στερεοῖς ἡ σφαιρική, διότι δέδεικται καὶ πρὸ Ἀριστοτέλους μὲν πάντως, εἴπερ αὐτὸς ὡς δεδειγμένῳ συγκέχρηται, καὶ παρὰ Ἀρχιμήδους καὶ παρὰ Ζηνοδώρου πλατύτερον, ὅτι τῶν ἰσοπεριμέτρων σχημάτων πολυχωρητότερός ἐστιν ἐν μὲν τοῖς ἐπιπέδοις ὁ κύκλος, ἐν δὲ τοῖς στερεοῖς ἡ σφαῖρα. τούτῳ δὲ ἀκόλουθόν ἐστι τὸ νῦν ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενον τὸ τῶν τὰ ἴσα ἐπίπεδα περιεχουσῶν γραμμῶν ἐλαχίστην εἶναι τὴν κυκλικήν,2 ὁμοίως δὲ καὶ ἐπὶ τῶν στερεῶν τὴν σφαῖραν· εἰ γὰρ ἴσων ὄντων τῶν περιεχόντων ἐλάττονά ἐστι τὰ περιεχόμενα, ἐὰν ἴσα γένηται τὰ περιεχόμενα, ἐλάττονα ἂν εἴη τὰ περιέχοντα. δεῖ ἄρα τὸ τὴν ταχίστην καὶ ἐλαχίστην κίνησιν τὴν κύκλῳ κινούμενον, εἰ μὲν ἐπίπεδον εἴη, κυκλικὸν εἶναι, εἰ δὲ στερεόν, σφαιρικόν. εἰ γὰρ ἄλλο τι σχῆμα ἔχον ἴσον εἴη τῷ σφαιρικῷ, ἐπειδὴ ἐν ἴσῳ ὄγκῳ ἐλάττων ἐστὶν ἡ τῆς σφαίρας ἐπιφάνεια τῶν ἄλλως ἐσχηματισμένων, ἐλάττων ἂν εἴη καὶ ἡ κίνησις τῆς σφαίρας δυνάμεως τῆς αὐτῆς οὔσης· μείζων ἄρα ἡ τοῦ ἄλλως ἐσχηματισμένου, ὅπερ ἄτοπον, εἰ μέλλοι μέτρον εἶναι τῆς κινήσεως· ἕκαστον γὰρ τῶν κύκλῳ κινουμένων τὴν αὑτοῦ περίμετρον κινεῖται, ὥσπερ τῶν ἐπ’ εὐθείας κινουμένων ἕκαστον τὴν τοῦ ὑποκειμένου διαστήματος. Ζητεῖ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις, πῶς ὁ Ἀριστοτέλης δύναται λέγειν τῶν ἴσων ἐπιπέδων ὑπὸ ἐλαχίστης γραμμῆς περιέχεσθαι τὸν κύκλον, εἴ γε μήπω κατ’ αὐτὸν ὁ τοῦ κύκλου τετραγωνισμὸς ηὑρημένος ἐτύγχανε· τὸ γὰρ τὴν τοῦ κύκλου,3 φησί, γραμμὴν συμβάλλειν ταῖς εὐθείαις ἤρτηται τοῦ τετραγωνισμοῦ τοῦ κύκλου.
“此外,若运动的度量”至“它必然是球状的”。 这是证明天的形状是球形的第三个论证。该论证的结构如下:天的运动是运动的度量;度量性的运动是最小的;最小的运动是最快的;来自同一力量的最快运动是沿着最小间隔的运动;在包围相等区域的形状中,平面上最小的是圆周线,立体中最小的是球面;因此,天的旋转运动属于具有球形形状的物体。 至于各个前提:天的旋转运动是运动的度量,这已在《物理学》第四卷论时间的讨论中得到证明,如今其原因已被简略提起:因为它是唯一匀速、连续且永恒的运动。因为运动的度量其自身也必然是一项运动,正如大小的度量是大小,单位的度量是单位,斛的度量是斛,权衡的度量是权衡。度量其他运动的运动还必须是连续的;因为若它被静止所中断,它将如何度量连续运动呢?度量还必须是匀速的;因为若它忽急忽缓,它又如何能度量呢?因为这就好比有人把有时伸展有时收缩的肘尺当作度量标准。度量性的运动还必须是永恒的;因为既然运动始终存在,度量它的东西也必须始终存在。而所有这些特性——连续、匀速、永恒——同时唯独属于天的运动;因此说天的旋转运动是其他运动的度量是完全正确的。 在被度量者与度量者的每一个类门中,最小者即是度量;因为若是里路,则是里路;若是单位,则是单位;若是勺,则是勺;凡大于最小者,即使它度量别物,它自身也同样被最小者所度量:至少肘尺作为度量,仍被足尺所度量,而足尺被指宽所度量。最小的运动是在最短时间内发生的运动;在最短时间内,最快的运动环绕相等的空间;而来自同一力量的最快运动,是环绕相等空间(例如十亩的面积)而通过包围它的最小间隔的运动,以便在环绕同一空间者保持不变的情况下,运动不论就时间而言还是就包围它的间隔而言,都成为最小且同时最快的;而在从同一点到同一点的间隔中,即在包围并限定某种形状的间隔中,最小的在平面中是圆周线,在立体中是球面,因为早在亚里士多德之前就已全然得到证明(假若他本人是作为已证明之理加以引用的),并且在阿基米德和芝诺多鲁斯那里得到了更详尽的证明:在等周形状中,容量最大者在平面中是圆,在立体中是球。而亚里士多德如今所说的话正顺承于此,即在包围相等平面的线中,圆周线是最小的,在立体中球亦同样;因为若在包围者相等时被包围者较小,那么如果被包围者变得相等,包围者就会更小。 因此,以最快且最小的运动作圆周运动之物,若为平面,则必然是圆形的,若为立体,则必然是球形的。因为具有另一种形状之物若与球形者相等,既然在同等体积中球的表面小于以其他方式成形者的表面,在力量相同的情况下,球的运动也将较小;因此以其他方式成形者的运动就会较大,若它要成为运动的度量,这便是荒谬的;因为作圆周运动的每个物体都是依其自身的周长运动,正如在直线上运动的每个物体都是依其底层的距离运动一样。 亚历山大在此探究:若至少在亚里士多德的时代化圆为方碰巧尚未被发现,亚里士多德如何能说在相等的平面形状中圆是由最小的线所包围的;因为他说,将圆的线与直线相比较,取决于化圆为方。
- 2.16ἵνα τῆς αὐτῆς μενούσης τῆς τὸ αὐτὸ χωρίον περιούσης
此为属格绝对结构。阴性单数分词 τῆς... περιούσης 的逻辑主语暗指前文出现的 δύναμις(动力/力量),即“在环绕同一空间的[力量]保持同一的情况下”。另一种可能是补入阴性名词 κίνησις(运动),但根据前文 ἀπὸ τῆς αὐτῆς δυνάμεως 的对应关系,解作 δύναμις 最为自然。
- 2.16τὸ τῶν τὰ ἴσα ἐπίπεδα περιεχουσῶν γραμμῶν ἐλαχίστην εἶναι τὴν κυκλικήν
由中性冠词 τό 引导的带不定式的宾格从句(ἐλαχίστην εἶναι τὴν κυκλικήν)构成前文 τούτῳ δὲ ἀκόλουθόν ἐστι(顺承于此的是……)的语法主语。属格短语 τῶν... γραμμῶν 作为部分属格(partitive genitive)修饰最高级谓语形容词 ἐλαχίστην。
- 2.16τὸ γὰρ τὴν τοῦ κύκλου, φησί, γραμμὴν συμβάλλειν ταῖς εὐθείαις ἤρτηται τοῦ τετραγωνισμοῦ τοῦ κύκλου
全句主语为冠词引导的不定式短语 τὸ... συμβάλλειν,宾格 τὴν τοῦ κύκλου γραμμήν 作 συμβάλλειν 的直接宾语,与格 ταῖς εὐθείαις 表示比较的对象(συμβάλλειν 带与格意为“与……相比”)。主动词 ἤρτηται(取决于/依赖于)支配从属属格 τοῦ τετραγωνισμοῦ τοῦ κύκλου。
