← 辛普里丘

亚里士多德《论天》注释

§410.8-411.9

旋转形体占所与天文学对天体球形的论证

辛普里修阐释了亚里士多德为何未加限定地断言非球形旋转不能占据同一处所,指出“结果将是”应按本义理解为可能发生的附带结果,并梳理了该第二格三段论以及天文学家与托勒密依据天象所作的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#2

τί δήποτε οὖν οὕτως ἐχόντων τούτων ἀδιορίστως αὐτὸ τέθεικεν ὁ Ἀριστοτέλης; ἢ τὸ συμβήσεται νῦν κυρίως ἀκουόμενον λύει τὴν ἀπορίαν;1 ἐν ἅπασι γὰρ τούτοις ἄλλως καὶ ἄλλως τῶν πόλων λαμβανομένων συμβήσεται κατά τινα λῆψιν καὶ τόπον ἔξω καὶ κενὸν εἶναι τῆς φορᾶς, τὸ δὲ σφαιρικὸν σχῆμα διὰ τὴν ὁμοιότητα, ὅπως ἂν ληφθῶσιν οἱ πόλοι, ἐν τῷ αὐτῷ ἀεὶ τόπῳ περιστραφήσεται, διότι πάσας ἴσας ἔχει τὰς ἀπὸ τοῦ μέσου· ὁμοιομερὲς γὰρ ὂν τί μᾶλλον τόδε ἢ τόδε πλέον ἢ ἔλαττον διέστηκε τοῦ μέσου; Ὁ μὲν οὖν Ἀριστοτέλης ἐκ τῶν φυσικῶς προαποδεδειγμένων τοῦ τε μηδὲν εἶναι ἔξω τοῦ οὐρανοῦ σῶμα μήτε τόπον μήτε κενὸν συλλογίζεται ἐν δευτέρῳ σχήματι, ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός, οὕτως· ὁ οὐρανὸς κύκλῳ κινούμενος τὸν αὐτὸν ἀεὶ τόπον κατέχει· οὐδὲν τῶν ἄλλο σχῆμα ἐχόντων παρὰ τὸ σφαιρικὸν κύκλῳ κινούμενον τὸν αὐτὸν ἀεὶ τόπον κατέχει, ἀλλὰ τὰ μὲν εὐθυγραμμικὰ περιφερόμενα καὶ τόπον ἀπολείπει καὶ κενὸν καὶ σῶμα, ὡς εἴρηται πρότερον, τὰ δὲ περιφερόγραμμα πάντα οὐκ ἀεὶ πληροῖ τὸν τόπον· συμβαίνει γὰρ κατά τινα τῶν πόλων λῆψιν ἀπολείπειν τε καὶ προσλαμβάνειν τοῦ ἔξωθεν τόπου· ὁ ἄρα οὐρανὸς οὐδὲν ἂν ἔχοι τῶν ἄλλων σχημάτων παρὰ τὸ σφαιρικόν. οἱ δὲ ἀστρονόμοι συγχωροῦντές τισι τῶν σχημάτων, οἷον κυλίνδρῳ καὶ κώνῳ καὶ τῷ φακοειδεῖ καὶ ᾠοειδεῖ καὶ τῷ ῥομβοειδεῖ καλουμένῳ στερεῷ, οὕτως ἔχειν τοὺς πόλους, ὡς ἀεὶ τὸν αὐτὸν κατέχειν τόπον, ἐκ τῶν φαινομένων δεικνύουσι μηδὲν ἄλλο σχῆμα τὸν οὐρανὸν ἔχειν δυνάμενον πλὴν τοῦ σφαιρικοῦ. κἂν γὰρ οἱ ἀπλανεῖς ἐπὶ παραλλήλων κύκλων τῶν αὐτῶν ἀεὶ φέρεσθαι δοκοῦντες τὸ αὐτὸ φυλάττουσιν ἀπόστημα πρὸς ἡμᾶς, ἀλλ’ οἵ γε πλανᾶσθαι λεγόμενοι2 ἐπὶ λοξοῦ κινούμενοι κύκλου καὶ ἐξ ἄλλου παραλλήλου εἰς ἄλλον μεταβαίνοντες πλείονα καὶ ἐλάττονα τὴν πρὸς ἡμᾶς ἀπόστασιν ἕξουσιν, οὐ τῷ ἀπόγειοι καὶ περίγειοι γίνεσθαι, ὥσπερ νῦν λέγομεν, ἀλλὰ τῷ ἀνίσους ἐπὶ τῶν ἄλλων σχημάτων εἶναι τὰς ἀπὸ τῆς γῆς ἐπὶ τὰ διάφορα τοῦ οὐρανοῦ μέρη προσπιπτούσας εὐθείας· μείζονες ἄρα καὶ ἐλάττονες ἀλλήλων καὶ αὐτοὶ ἑαυτῶν φανήσονται κατὰ τὰς διαφόρους ἀποστάσεις τὰς πρὸς ἡμᾶς καὶ ἐπὶ τῆς αὐτῆς ἐπιφανείας ὄντες. ὁ δὲ Πτολεμαῖος τὸ σφαιρικὸν σχῆμα συνελογίσατο καὶ ἐκ τοῦ μὴ δύνασθαι κατ’ ἄλλην ὑπόθεσιν τὰς τῶν ὡροσκοπίων κατασκευὰς συμφωνεῖν, καὶ φυσικῶς δὲ ἐπιβάλλων ὁ θαυμάσιος τῶν Πλάτωνι ῥηθέντων μέμνηται· “τῶν σωμάτων, φησί, πάντων λεπτομερέστερος καὶ ὁμοιομερέστερός ἐστιν ὁ αἰθήρ, τῶν δὲ ὁμοιομερῶν ὁμοιομερεῖς αἱ ἐπιφάνειαι, 〈ὁμοιομερεῖς δὲ ἐπιφάνειαι〉 μόναι ἥ τε κυκλοτερὴς ἐν τοῖς ἐπιπέδοις καὶ τῶν στερεῶν ἡ σφαιρική.”

既然情形如此,亚里士多德究竟为何不加区分地提出了这一点?抑或是,“结果将是”现在若按其本义来理解,便能解开这一疑难?因为在所有这些形状中,当两极以各种不同方式选取时,在某种选取方式下,旋转运动的外部存在处所与虚空便会作为附带结果发生;而球形形状因其均匀一致性,无论两极如何选取,都将始终在同一处所中旋转,因为从中心发出的所有线段皆相等;既然是同质的,凭什么这一部分比那一部分距离中心更远或更近呢? 因此,亚里士多德根据先前在自然学上已证明的事项——即天之外无任何物体,亦无处所或虚空——以第二格推论天是球形的,其论证如下:天作圆周运动,始终占据同一处所;除球形之外具有其他形状之物,作圆周运动时无一始终占据同一处所,相反,直线形状在旋转时如先前所言既留下处所又留下虚空和物体,而曲线形状并非都始终填满其处所,因为在对两极的某种选取下,会出现脱开并额外占据外部处所的附带结果;因此天不可能具有除球形以外的任何其他形状。 另一方面,天文学家们尽管承认某些形状——例如圆柱体、圆锥体、透镜状、卵状以及所谓的菱形立体——具有使其始终占据同一处所的两极设置,却从现象出发证明天除了球形不可能具有任何其他形状。因为即使恒星似乎始终在相同的平行圈上运行因而保持对我们的相同距离,但至少那些被称为行星的天体在倾斜圈上运动并从一个平行圈移向另一个平行圈时,将对我们具有较大和较小的距离,这并非由于像我们现在所说的那样处于远地点和近地点,而是由于在其他形状中,从地球落到天之不同部分的直线不相等;因此,即使它们处于同一表面上,根据它们对我们的不同距离,它们彼此之间以及相比于自身也将显得较大和较小。 而托勒密推论出球形形状,还因为在任何其他假设下日晷的构造都无法吻合;并且这位令人赞叹的人物在从自然学角度着手时,记起了柏拉图所说的话:“在所有物体中,”他说,“以太是最微细且最同质的,而同质之物的表面是同质的,同质的表面在平面中唯有圆形,在立体中唯有球形。”

语法注2 条
  1. 2.15ἢ τὸ συμβήσεται νῦν κυρίως ἀκουόμενον λύει τὴν ἀπορίαν;

    连词 ἤ 引出对前句疑问(τί δήποτε...)的解答方案。冠词化引语 τὸ συμβήσεται(“结果将是”)作主语,分词短语 κυρίως ἀκουόμενον(“按其本义/严格被理解时”)带有条件意味。通过将 συμβαίνειν 理解为其本义(即在某种特定条件下“附带发生”,而非无条件必然),说明只要在选取某些轴极时会出现空虚,亚里士多德的论证即可成立。

  2. 2.15κἂν γὰρ οἱ ἀπλανεῖς ἐπὶ παραλλήλων κύκλων τῶν αὐτῶν ἀεὶ φέρεσθαι δοκοῦντες τὸ αὐτὸ φυλάττουσιν ἀπόστημα πρὸς ἡμᾶς, ἀλλ’ οἵ γε πλανᾶσθαι λεγόμενοι

    此处为 κἂν... ἀλλά 结构,让步从句(κἂν 相当于 καὶ ἐάν)由带有强调转折意味的主句 ἀλλά 呼应(“即使……然而至少……”)。其后紧接着的 οὐ τῷ... ἀλλὰ τῷ... 是两个用作原因/方式与格的冠词化不定式结构,对比了距离变化的两种解释:并非由于通常所说的远地点/近地点,而是由于非球形假定下从地球到天球各部分的距离不等。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:410.8-411.9