- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:412.34-414.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修介绍了亚历山大关于圆周线与直线的比较是否依赖于化圆为方的疑难及其两种解答,指出化圆为方关涉的是面积相等而非周长拉直,从而驳斥了亚历山大的观点,并论述了该论证源自柏拉图关于等周图形的学说。
καὶ λύει τὴν ζήτησιν λέγων, ἢ ὅτι τούτων γραφομένων ηὕρητό ποσῶς ὁ τετραγωνισμός· οὐδὲ γὰρ νῦν, φησίν, ὡμολόγηται εὑρῆσθαι, διότι αἱ φερόμεναι δείξεις ἐπὶ ὑποθέσεσι προίασιν· ἢ τὴν σύγκρισιν, φησίν, οὐ πρὸς τὰ εὐθύγραμμα ποιεῖται τοῦ κύκλου νῦν, ἀλλὰ πρὸς τὰ περιφερόγραμμα, οἷον τὴν καλουμένην ἔλλειψιν. καὶ γὰρ οὐ μόνον τῶν εὐθυγράμμων ἴσων, ἀλλὰ καὶ τῶν περιφερογράμμων ὁ κύκλος ἐλαχίστην ἔχει περίμετρον· ὁμοίως δὲ καὶ ἡ σφαῖρα οὐ μόνον τῶν εὐθυγράμμων στερεῶν, ἀλλὰ καὶ τῶν ὑπὸ μιᾶς ἐπιφανείας περιεχομένων, οἷον τοῦ φακοειδοῦς καὶ ᾠοειδοῦς, ἴσων ὄντων ἐλάττονα ἔχει τὴν ἐπιφάνειαν. ὅτι δὲ πρὸς ταῦτα τὴν σύγκρισιν ἐποιήσατο ὁ Ἀριστοτέλης, πιστοῦται ὁ Ἀλέξανδρος ἐκ τοῦ τὸ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ τούτοις μάλιστα προσήκειν τοῖς σχήμασι τοῖς ὑπὸ μιᾶς γραμμῆς ἢ μιᾶς ἐπιφανείας περιεχομένοις. καίτοι προελθὼν ὀλίγον αὐτὸς ὁ Ἀλέξανδρος τοῦτο εἰρῆσθαί φησιν, ἵνα σχήματος δηλώσῃ περίμετρον. σχῆμα γάρ ἐστι τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον· τοιοῦτον δὲ ὄν, φησίν, ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἔχει τὰς περιεχούσας γραμμάς· οὐ γὰρ τὴν εὐθεῖάν φησι περίμετρον· οὐ γὰρ ἀπὸ ταὐτοῦ ἐπὶ τὸ αὐτό· ἀλλ’ οὐδὲ τὴν γωνίαν, διὸ οὐδὲ αὕτη σχῆμα· ὥστε κοινῶς τοῦτο περὶ τοῦ σχήματος εἴρηκε καὶ οὐ μόνον τῶν περιφερογράμμων. Καὶ ἄλλως δὲ πειρᾶται δεικνύναι ὁ Ἀλέξανδρος, ὅτι πρὸς τὰ περιφερόγραμμα νῦν τὴν σύγκρισιν ὁ Ἀριστοτέλης ἐποιήσατο, λέγων, ὅτι ἡ πρὸ ταύτης ἐπιχείρησις ἡ εἰς τὸ κενὸν ἀπάγουσα ἐπὶ μὲν τῶν εὐθυγράμμων σχημάτων φανερὰ ἦν διὰ τὰς τῶν γωνιῶν ἐξοχάς, ἐπὶ δὲ τῶν περιφερογράμμων οὐχ ὁμοίως· διὸ εἴη ἂν ταῦτα περὶ τούτων προστιθείς, ἃ διὰ τῆς προλαβούσης δείξεως οὐκ ἦν ὁμοίως δεδειγμένα. Μήποτε δὲ οὔτε τὸ ζήτημα τοῦ Ἀλεξάνδρου οὔτε ἡ λύσις αὐτοῦ ἔχει τινὰ πρὸς τὰ παρόντα χρείαν, οὐδὲ ἐκεῖνο ὀρθῶς εἴρηκεν, ὅτι τὴν τοῦ κύκλου γραμμὴν συμβάλλειν ταῖς εὐθείαις ἤρτηται τοῦ τετραγωνισμοῦ τοῦ κύκλου. ὁ γὰρ προβαλλόμενος κύκλον τετραγωνίσαι οὐ τοῦτο προβάλλεται τὸ τῇ γραμμῇ τοῦ κύκλου μιᾷ οὔσῃ τέσσαρας εὐθείας ἴσας εὑρεῖν,1 ἀφ’ ὧν ἂν τὸ τετράγωνον γένοιτο· τοῦτο γὰρ εὕρητο πάλαι καὶ πρόπαλαι, ἐξ οὗ ἡ τοῦ κύκλου γραμμὴ τριπλασιεφέβδομος εὑρέθη τῆς διαμέτρου, καὶ οὐδὲν ἦν χαλεπὸν τριπλασιεφέβδομον τῆς διαμέτρου ποιήσαντα εὐθεῖαν ἴσην οὖσαν τῇ τοῦ κύκλου γραμμῇ εἰς τέσσαρας διελεῖν ἴσας, ἀφ’ ὧν τετράγωνον συνεστήξεται· ἀλλὰ τὸ πρόβλημα τὸ λέγον κύκλῳ ἴσον τετράγωνον θέσθαι ἐπιπέδῳ κυκλικῷ ἐπίπεδον τετραγωνικὸν ἀπαιτεῖ ἴσον, ὡς τῷ δοθέντι τριγώνῳ ἴσον τετράγωνον συστήσασθαι ὁ στοιχειωτὴς προεβάλετο2 οὐ ταῖς γραμμαῖς τοῦ τριγώνου τὰς τοῦ τετραγώνου γραμμὰς ἐξισῶσαι προθέμενος, ἀλλὰ τῷ ἐμβαδῷ τὸ ἐμβαδόν. ὅταν οὖν λέγῃ ὁ Ἀριστοτέλης, ὅτι τῶν ἀφ’ ἑαυτοῦ ἐφ’ ἑαυτὸ ἐλαχίστη ἐστὶν ἡ τοῦ κύκλου γραμμή, γραμμὰς ἀλλήλαις παραβάλλει, ὁ δὲ λέγων, ὅτι τῶν ἰσοπεριμέτρων σχημάτων μεῖζόν ἐστι τὸ τοῦ κύκλου ἐμβαδὸν τῶν ἄλλων, τὰς περιεχούσας τὰ σχήματα γραμμὰς ἴσας ὑποθέμενος ὡς εὑρεθέντος τούτου μεῖζον λέγει3 τὸ τοῦ κύκλου ἐμβαδὸν καὶ τῶν ἄλλων τῶν ὑπὸ ἴσης τῷ κύκλῳ περιμέτρου περιεχομένων καὶ τοῦ τετραγώνου, οὐ μέντοι ἤδη καὶ τὸ ἴσον κατείληπται τῆς τῶν ἐμβαδῶν συστάσεως. Ἐπιστῆσαι δὲ χρή, ὅτι καὶ τοῦτο τὸ ἐπιχείρημα Πλατωνικὸν ὂν ὁ Ἀριστοτέλης ἠσπάσατο. εἰ γὰρ τῶν ἐμβαδῶν ἴσων ὄντων ἐλαχίστη ἐστὶν ἡ τὸ κυκλικὸν περιέχουσα γραμμὴ καὶ διὰ τοῦτο ἐλαχίστη, ὅτι τῶν ἰσοπεριμέτρων πολυχωρητότερος ὁ κύκλος, ὅπερ ὁ Πλάτων ἐδήλωσε διὰ τοῦ περιέχειν πάντα ὁπόσα σχήματα, κἂν ἐνδεικνύηταί τι καὶ ἄλλο διὰ τούτου, δῆλον, ὅτι ἐξ ἐκείνου καὶ τοῦτο εἴληπται.
而[亚历山大]通过说以下两点来解决这一疑问:或者在写下这些话时,化圆为方在某种程度上已经被发现了——因为他说,即使在现在,人们也并未一致承认它已被发现,因为流传的证明都是基于假设而推进的;或者他说,亚里士多德现在并不是拿圆与直线图形相比,而是与曲线图形相比,例如所谓的椭圆。因为不仅在相等的直线图形中,而且在曲线图形中,圆也具有最小的周长;同样,在体积相等时,球不仅比直线立体具有更小的表面积,而且比由单一曲面所包围的立体(如透镜体和卵形体)具有更小的表面积。亚历山大之所以确信亚里士多德是与这些图形作比较,是因为“从同一点到同一点”最切合于这些由单一条线或单一曲面所包围的图形。然而,稍往后走,亚历山大自己又说,说出这句话是为了指明图形的周长。因为图形就是由某个或某些界限所包围者;既然如此,他说,它所拥有的包围线就是从同一点到同一点的;因为他并不把直线称为周长(因为它不是从同一点到同一点),但也不把角称为周长(因此角也不是图形);所以他是普遍地就图形而言说出此话的,而非仅仅就曲线图形而言。 在另一方面,亚历山大也试图表明亚里士多德现在是与曲线图形作比较,他说:先于此论证的那个归于虚空的论证,在直线图形上由于角的突出是显而易见的,但在曲线图形上却并非同样如此;因此他大概是就那些在前述证明中未被同样证明的事物,补充说明了这些内容。 然而,或许亚历山大的问题及其解决方案对当前的事项毫无用处,他所说的“将圆的线与直线相比较取决于化圆为方”也是不正确的。因为提出化圆为方这一课题的人,并不是提出对于作为单一一条的圆周线,去找出与之相等、能由此构成正方形的四条直线;因为这件事很久以前就已经被发现了,自从发现圆周线是直径的三又七分之一倍以来,做一条等于圆周线且为直径三又七分之一倍的直线,并将其分为相等的四份以构成正方形,毫无困难;相反,主张设立一个等于圆的正方形的问题,要求的是一个等于圆形平面的正方形平面,正如《几何原本》的作者提出作一个等于已知三角形的正方形时,其用意不在于使正方形的诸线等于三角形的诸线,而在于使面积等于面积。因此,每当亚里士多德说“在从自身到自身的线中圆周线是最小的”时,他是将线彼此比较;而说“在等周图形中圆的面积大于其余图形”的人,则假定包围这些图形的线相等,既然这一点已被发现,便说圆的面积大于由与圆相等的周长所包围的其他图形,也大于正方形,然而面积构成的相等性却并未因此就已经被把握。 还应当注意的是,这个论证也是柏拉图式的,而亚里士多德采纳了它。因为如果在面积相等时包围圆形面积的线是最小的,且正是因此最小,即在等周图形中圆是最能容纳的——这正是柏拉图通过“包容一切任何图形”所表明的,即使通过这句话还暗示了别的内容——显然,这个论证也是从那里汲取的。
- 2.16οὐ τοῦτο προβάλλεται τὸ τῇ γραμμῇ τοῦ κύκλου μιᾷ οὔσῃ τέσσαρας εὐθείας ἴσας εὑρεῖν
指示代词 τοῦτο 的具体内容由带中性单数冠词的不定式短语 τὸ ... εὑρεῖν 作同位语展开。分词 μιᾷ οὔσῃ 具有让步或伴随状况意义(“尽管圆周线只有单单一整条”)。
- 2.16ὡς τῷ δοθέντι τριγώνῳ ἴσον τετράγωνον συστήσασθαι ὁ στοιχειωτὴς προεβάλετο
由表示比较的连词 ὡς 引导的从句。ὁ στοιχειωτὴς(《几何原本》的作者,即欧几里得)为主语,προεβάλετο 为从句谓语,以不定式 συστήσασθαι 为补充成分,后接的分词 προθέμενος(“企图/打算”)修饰主语。
- 2.16ὅταν οὖν λέγῃ ὁ Ἀριστοτέλης... ὁ δὲ λέγων... λέγει
这是一个对比性的句式结构:包含 ὅταν οὖν λέγῃ ὁ Ἀριστοτέλης 从句的前一分句(… παραβάλλει)与随后的分句 ὁ δὲ λέγων... λέγει(“而说……的人则说……”)相对比。名词化分词 ὁ λέγων 充当主语,将周长的比较与面积的比较两者并置对照。
