← 辛普里丘

亚里士多德《论天》注释

§409.6-410.8

从旋转运动与外部无虚空论证天的球形

亚里士多德依据天体的圆周旋转以及其外部不存在虚空或处所,提出了天为球形的第二个论证;辛普里丘详加阐释,并引述了亚历山大关于非球形旋转体之旋转轴的补正性见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#1

" Ἔτι δὲ ἐπεὶ φαίνεται καὶ ὑπόκειται ἕως τοῦ διὰ τὸ μὴ τὴν αὐτὴν χώραν κατέχειν τὸ ὅλον." Δεύτερον ἐπιχείρημα δεικνύον, ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός, ἐκ τῶν προαποδεδειγμένων. εἰ γὰρ κύκλῳ περιφέρεται ὁ οὐρανός, ὡς δέδεικται πρότερον, καὶ μήτε κενόν ἐστιν ἐκτὸς αὐτοῦ μήτε τόπος, ὡς καὶ τοῦτο προαποδέδεικται, σφαιρικὸν αὐτὸν εἶναι ἀνάγκη. εἰ γὰρ εὐθύγραμμον εἴη τὸ σχῆμα, οὐκ ἂν περιφερόμενος τὸν αὐτὸν καθέξει τόπον· οὐδὲ γὰρ τὰ μέρη ἐν τοῖς ἀλλήλων τόποις χωρηθήσεται· αἱ γὰρ ἐξοχαὶ τῶν γωνιῶν κινουμένων ποιοῦσιν, ὅπου πρότερον ἦν σῶμα, νῦν οὐκ εἶναι, καὶ οὗ νῦν οὐκ ἔστι, πάλιν εἶναι, μείζονα τῶν εἰσοχῶν τόπον ἐπιλαμβάνουσαι, ὥστε κενὸν ἂν εἴη καὶ τόπος ἐκτὸς ὁ τὰς ἐξοχὰς τῶν γωνιῶν δεχόμενος. Τὸ δὲ συμβήσεται καὶ τόπον εἶναι ἔξω καὶ σῶμα καὶ κενὸν ἤτοι ἀντὶ τοῦ ἢ τόπον ἢ σῶμα ἢ κενὸν εἴρηται·1 πάντως γὰρ ἕν τι τούτων ἔσται ἐκτὸς αὐτοῦ· ἢ μᾶλλον, ὅσα ἀποδέδεικται μὴ εἶναι ἔξω τοῦ οὐρανοῦ, σῶμα, κενόν, τόπος, πάντα ἔσται, ἐὰν κύκλῳ κινούμενος ὁ οὐρανὸς εὐθυγραμμικὸν ἔχῃ τὸ σχῆμα. εἰ γάρ, ὅπου πρότερον ἦν σῶμα, νῦν οὐκ ἔσται, κενὸν ἂν εἴη, καὶ εἰ, οὗ νῦν οὐκ ἔστι, πάλιν ἔσται, σῶμα ἂν εἴη καὶ τόπος ὁ δεκτικὸς αὐτοῦ· τὸ γὰρ τέως κενὸν τόπος ἐγένετο δεξάμενος σῶμα. γίνεται δὲ σῶμα ἐκτὸς αὐτοῦ οὐκ ἄλλο παρὰ τὰ μόρια αὐτοῦ, ἀλλὰ καθ’ ὅσον, καθ’ ὃ μέρος ἐκτὸς αὐτοῦ οὐκ ἦν σῶμα, κατ’ ἐκεῖνο γίνεται σῶμα ἐν τῇ περιφορᾷ.2 κἂν μὴ εὐθυγραμμικὸν δέ, φησίν, ᾖ τὸ τοῦ οὐρανοῦ σχῆμα, ἀλλά τι ἄλλο μὴ σφαιρικόν· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ μὴ ἴσας ἔχον τὰς ἐκ τοῦ μέσου γραμμάς, ἀλλὰ φακοειδὲς ἢ ᾠοειδές· ἐν ἅπασι, φησί, τοῖς τοιούτοις συμβήσεται καὶ τόπον ἔξω καὶ κενὸν εἶναι τῆς περιφορᾶς διὰ τὸ μὴ τὴν αὐτὴν χώραν κατέχειν τὸ ὅλον. ταῦτα τοῦ Ἀριστοτέλους εἰπόντος καὶ ὁ Ἀλέξανδρος ἀνθυπάγει καλῶς, ὅτι οὐχ ἁπλῶς ὑγιὴς ἐπὶ τούτων ὁ λόγος, ἀλλ’ εἰ μὲν φακοειδὲς ὂν τοὺς πόλους ἔχει κατὰ τὰ κέντρα τῶν ἐπιπέδων, τὸν αὐτὸν ἀεὶ καθέξει τόπον περιφερόμενον, εἰ δὲ κατὰ τὴν περιφέρειαν ἔχει τοὺς πόλους, ὥστε ἐπὶ τὸ κυκλικὸν σχῆμα γίνεσθαι τὴν περιφοράν, ἀνάγκη κενὸν ἀπολείπεσθαι καὶ τόπον· ὁμοίως δὲ καὶ εἰ ᾠοειδὲς ὂν μὴ κατὰ τὸ μῆκος ἔχει τοὺς πόλους, ἀλλὰ πλαγίους, ὡς κατὰ τὸ μῆκος γίνεσθαι τὴν περιστροφήν, ἀνάγκη κενὸν ἀπολείπειν, εἰ δὲ κατὰ τὸ μῆκος ἔχοι τοὺς πόλους, οὐκέτι. καὶ ὁ κύλινδρος δὲ καὶ ὁ κῶνος καὶ τὸ ῥομβοειδὲς καλούμενον στερεόν, ὅπερ ἐκ δυοῖν κώνων κατὰ τὰς βάσεις συνημμένων συνέστηκεν, ἐὰν περὶ τὸν αὑτῶν ἄξονα κινῶνται, τὸν αὐτὸν ἀεὶ κατέχουσι τόπον.

“此外,既然显然可见且被预设”至“由于整体不占据同一处所”。 这是根据先前已证明的事项来证明天是球状的第二个论证。因为如果如先前所证明的那样,天作圆周旋转,且如这也是先前已证明的那样,其外部既无虚空亦无处所,那么它必然是球形的。因为如果其形状是直线的,它在旋转时便不会占据同一处所;事实上,各部分也不会容纳在彼此的处所之中。因为当角运动时,各角的凸起部分由于占据比凹入部分更大的处所,致使先前有物体的地方现在没有[物体],而现在没有[物体]的地方又重新有[物体],以致容纳角之凸出部分的虚空与处所将存在于外部。而“结果将是外部存在处所、物体与虚空”这句话,要么是用来代替“处所、物体或虚空任一者” ——因为无论如何这三者之中必有一者在其外部——要么宁可说是:如果天作圆周运动却具有直线的形状,那么凡是被证明不在天外部存在的东西——物体、虚空、处所——都将存在。因为如果先前有物体之处现在将没有物体,便会有虚空;而如果在现在没有物体之处又重新有物体,便会有物体以及接纳它的处所;因为此前原为虚空者在接纳物体后便成了处所。而在其外部产生物体,并非在其各部分之外产生某种别的东西,而仅仅在于:就其外部原本没有物体的那个部分而言,在旋转运动中在该部分产生出物体。他说,即便天的形状不是直线的,而是某种非球形的别种形状——因为他通过“从中心发出的线不相等”表明了这一点,如透镜状或卵状——他说,“在所有此类情形中,结果都将是因整体未能占据同一处所,而在旋转运动外部有处所与虚空存在”。在亚里士多德说了这些之后,亚历山大也恰当地提出补充论辩说,关于这些形状该论证并非无条件地成立;相反,如果是透镜状且两极位于各平面的中心,它在旋转时将始终占据同一处所;但如果两极位于圆周上,以致旋转朝向圆形发生,则必然留下虚空与处所;同样,如果是卵状且两极不在其长轴上而在侧面,以致旋转沿着长轴发生,则必然留下虚空,但如果两极在其长轴上,便不再如此。而且圆柱体、圆锥体以及所谓的菱形立体(即由两个底面相接的圆锥体构成的立体),如果围绕其自身的轴线运动,也都始终占据同一处所。

语法注2 条
  1. 2.15Τὸ δὲ συμβήσεται καὶ τόπον εἶναι ἔξω καὶ σῶμα καὶ κενὸν ἤτοι ἀντὶ τοῦ ἢ τόπον ἢ σῶμα ἢ κενὸν εἴρηται

    ἤτοι ... ἢ μᾶλλον 针对亚里士多德原文中的连词 καί 提出了两种解释路径:前者将其视为析取词(ἤ,“或者”)的借用,后者(μᾶλλον)则认为它是累加性的,即先前被证明在天外部不存在的三者(物体、虚空、处所)都将作为归谬结论同时产生。注疏者更倾向于后者。

  2. 2.15γίνεται δὲ σῶμα ἐκτὸς αὐτοῦ οὐκ ἄλλο παρὰ τὰ μόρια αὐτοῦ, ἀλλὰ καθ’ ὅσον, καθ’ ὃ μέρος ἐκτὸς αὐτοῦ οὐκ ἦν σῶμα, κατ’ ἐκεῖνο γίνεται σῶμα ἐν τῇ περιφορᾷ.

    句式骨架为 οὐκ ἄλλο ... ἀλλὰ καθ' ὅσον [κατ' ἐκεῖνο γίνεται σῶμα]。关系从句 καθ' ὃ μέρος ἐκτὸς αὐτοῦ οὐκ ἦν σῶμα 置于其先行词成分 κατ' ἐκεῖνο[sc. τὸ μέρος]之前,用以规定所谓“在外部产生物体”的含义:即在天外部此前未曾有物体的那个部分,旋转时有了物体进入。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:409.6-410.8