- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:39.26-40.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修依据形式与大小之分阐发了亚历山大关于有限直线不完全性的解释,梳理了亚里士多德由圆周运动的在先性推导出第五元素的存在及其单一性的推论,并对亚历山大凭借“由少及多”论证单一性的方式提出了批判性的重新表述。
ὁ μὲν οὖν Ἀλέξανδρος ὡς τῷ λόγῳ δυναμένων ἡμῶν αὔξειν πᾶσαν τὴν ληφθεῖσαν οὕτως ἀκούει, οὐχὶ τῆς εὐθείας αὐξομένης, ἀλλὰ τῆς τηλικῆσδε εὐθείας· ὥστε τὸ μὲν εἶδος τῆς εὐθείας καθὸ εὐθεῖα τέλειον πανταχοῦ καὶ ἐν μικρᾷ καὶ ἐν μεγάλῃ, τὸ δὲ μέγεθος τέλειον ἐν τῇ τὸ ὅλον μέτρον ἀπολαβούσῃ τῆς εὐθείας τῆς κοσμικῆς· τὸ δὲ τέλειον αὐτῆς καὶ κατὰ τὸ εἶδος ὡς πρὸς τὸ κυκλικὸν εἶδος καὶ τὴν τούτου τελειότητα ἐλλείπει τῷ μὴ συννεύειν εἰς ἑαυτό, ἀλλ’ ἐκκεχύσθαι ὅσον ἐφ’ ἑαυτῷ πρὸς ἀμετρίαν καὶ ἀπειρίαν, τοῖς δὲ δημιουργικοῖς μέτροις ὁρισθῆναι τὸ ποσὸν αὐτῆς. τοῦτο οὖν ἐνδείκνυται τὸ πάσης πεπερασμένης γραμμῆς εἶναί τι ἐκτὸς τὸ ὅσον ἐφ’ ἑαυτῇ καὶ τῇ ἀορίστῳ χύσει ἔχειν τι ἀεὶ ἐλλιπὲς καὶ προστεθῆναι δυνάμενον.1 προσλαβὼν οὖν, ὅτι ἡ τελειοτέρα κίνησις προτέρα· τὸ γὰρ τέλειον, φησί, πρότερον τῇ φύσει τοῦ ἀτελοῦς· καὶ ἀποδείξας, ὅτι ὁ κύκλος πρότερος φύσει τῆς εὐθείας, διότι τελειότερος, ὡς δὲ αἱ γραμμαί, ἐφ’ ὧν αἱ κινήσεις, οὕτως ἔχουσιν καὶ αἱ κινήσεις, ἔχει συνηγμένον, ὅτι ἡ κύκλῳ κίνησις προτέρα τῆς ἐπ’ εὐθείας· ταύτῃ τῇ προτάσει προσλαβὼν ἄλλην ἐναργῆ τὴν λέγουσαν· ἡ προτέρα κίνησις προτέρου τῇ φύσει σώματος· πάλιν ἔχει συνηγμένον, ὅτι ἡ κύκλῳ κίνησις προτέρου τῇ φύσει σώματος τῶν ἐπ’ εὐθείας, ὅπερ ὡς σαφὲς παρῆκε συμπέρασμα τὰς δύο προτάσεις συνεχεῖς ἐκθέμενος.2 εἶτα βουλόμενος δεῖξαι, ὅτι τὸ πρότερον τοῦτο τῇ φύσει σῶμα, οὗ ἐστιν ἡ κύκλῳ κίνησις, καὶ ἔστι καὶ ἁπλοῦν ἐστι καὶ ἄλλο παρὰ τὰ τέσσαρα στοιχεῖα, δείκνυσιν αὐτό, οἶμαι, οὕτως· εἰ δύο αἱ ἁπλαῖ κινήσεις εἰσὶν ἁπλῶν οὖσαι σωμάτων ἥ τε ἐπ’ εὐθείας καὶ ἡ κύκλῳ, ἡ δὲ ἐπ’ εὐθείας τῶν ὑπὸ σελήνην ἁπλῶν σωμάτων ἐστὶ τῶν τε ἄνω καὶ τῶν κάτω φερομένων, ἀνάγκη καὶ τὴν κύκλῳ κίνησιν τῶν ἁπλῶν τινος εἶναι σωμάτων ἄλλου παρὰ τὰ ὑπὸ σελήνην· ἥ τε γὰρ κίνησις κινουμένου πάντως ἐστὶ σώματος καὶ ἡ ἁπλῆ3 ἁπλοῦ· κἂν γὰρ μικτόν ποτε σῶμα ἁπλῆν κινῆται κίνησιν, ὡς ἄνθρωπος ἀπὸ τέγους ἐκπεσὼν πρὸς τὸ μέσον φέρεται, ἀλλὰ καὶ οὗτος κατὰ τὸ τῶν ἁπλῶν ἐν τῇ μίξει ἐπικρατοῦν, τουτέστι κατὰ τὸ γεῶδες, φέρεται ταύτην τὴν φοράν. Ὁ μέντοι Ἀλέξανδρος τὸ καὶ ἁπλοῦν εἶναι τὸ πρῶτον τοῦτο τῇ φύσει σῶμα δείκνυσθαί φησι κατὰ τὴν τοῦ ἧττον καὶ μᾶλλον ἐπιχείρησιν οὕτως, ὡς συντόμως εἰπεῖν· εἰ, ὧν εὔλογον ἧττον κινήσεων τὰ κινητὰ σώματα ἁπλᾶ εἶναι, ταῦτα ἁπλᾶ ἐστι, καὶ ἧς εὐλογώτερον τῆς κύκλῳ ἁπλοῦν εἶναι τὸ κινητόν, τοῦτο μᾶλλον ἂν εἴη ἁπλοῦν. μήποτε δὲ οὐκ ἔστι προφανὲς τὸ τὴν κύκλῳ κινούμενον ἁπλῶς εὐλογώτερον ἁπλοῦν εἶναι, ἀλλ’, εἰ ἄρα, τὸ τὴν προτέραν τῇ φύσει· πρότερα γὰρ τὰ ἁπλᾶ τῶν συνθέτων. τάχα οὖν οὕτως μᾶλλον ἐρωτητέον· εἰ, ὧν ὑστέρων ὄντων τῇ φύσει, τουτέστι τῶν ἐπ’ εὐθείας· τοῦτο γὰρ δέδεικται· ἧττον εὔλογόν ἐστιν ἁπλῆν εἶναι τὴν οὐσίαν, τούτων ἁπλῆ ἐστι, καὶ ὧν προτέρων ὄντων τῇ φύσει, τουτέστιν τῶν ἐγκυκλίων, μᾶλλον εὔλογόν ἐστιν ἁπλῆν εἶναι τὴν οὐσίαν, τούτων μᾶλλον ἂν εἴη ἁπλῆ.
因此,亚历山大是这样理解文本的:就我们在理智中能够延长任何给定的[直线]而言,并不是直线[的形式]被延长,而是具有如此大小的直线被延长;因此,直线的形式就其作为直线而言处处是完全的,无论在小的还是在大的之中,而其大小则在接受了宇宙直线的全部度量者之中是完全的。然而,直线的完全性即便就形式而言,若与圆周的形式及其完全性相比,亦因未能内向汇聚于自身,而在其自身范围内向着无度量与无限扩散开来(其量乃是由创世者的尺度所规定的)而有所欠缺。因此,“在每一条有限的线的外部都有某种东西”所表明的正是:在其自身范围内以及在不定的流溢中,它总具有欠缺的且能够被增加的某种东西。因此,在补充假定了更完全的运动更在先之后——因为他说,完全者在自然上次序先于不完全者——并且证明了圆在自然上先于直线(因为圆更完全),以及运动沿之实现的诸线如何,诸运动亦如何之后,他就推得圆周运动先于直线运动;在这项命题之外,他又补充假定了另一条显明的命题,即“在先的运动属于在自然层次上在先的物体”,于是再次推得圆周运动属于在自然层次上先于作直线运动之诸物体的物体;他把这一结论视为清楚自明的而予以省略,连续陈述了这两条前提。随后,为了表明作圆周运动的这一在自然层次上在先的物体既存在、是单一的,且不同于四元素,我想他是这样来证明的:如果作为单一物体的运动的单一运动有两种,即直线运动与圆周运动,而直线运动属于月下的诸单一物体(无论是向上运动的还是向下运动的),那么圆周运动亦必然属于不同于月下诸物体的某种单一物体;因为运动必定属于被运动的物体,而单一运动属于单一物体;因为即便复合物体有时亦作单一运动——犹如人从屋顶坠落被运向中心——然而此人亦是依照混合中占支配地位的单一元素,即依土性元素,而进行这一位移运动的。 不过亚历山大声称,这一在自然层次上次序居首的物体亦是单一的,乃是根据“由少及多”的论辩方式如下证明的(简而言之):如果对于其被运动物体是单一的较不合乎情理的那些运动而言,这些物体亦是单一的,那么对于其被运动物体是单一的更合乎情理的圆周运动而言,这一物体便更当是单一的。然而,作圆周运动者无条件地更合理地是单一的,这或许并不明显,如果成立的话,毋宁说是作在自然层次上在先之运动者更合理地是单一的;因为单一之物先于复合之物。因此,或许更应当这样来提问:如果对于在自然层次上在后之物,即作直线运动之物而言(因为这已被证明),其实体是单一的较不合乎情理,其实体尚且是单一的,那么对于在自然层次上在先之物,即作圆周运动之物而言,其实体是单一的更合乎情理,其实体便更当是单一的。
- 1.12τοῦτο οὖν ἐνδείκνυται τὸ πάσης πεπερασμένης γραμμῆς εἶναί τι ἐκτὸς τὸ ὅσον ἐφ’ ἑαυτῇ καὶ τῇ ἀορίστῳ χύσει ἔχειν τι ἀεὶ ἐλλιπὲς καὶ προστεθῆναι δυνάμενον.
τοῦτο 先行指代后文说明具体内容的带冠词不定式短语 τὸ ... ἔχειν τι ἀεὶ ἐλλιπὲς,而全句的主语则是前文疑难中所提及的命题“在每一条有限的线的外部都有某种东西”(τὸ πάσης πεπερασμένης γραμμῆς εἶναί τι ἐκτός)。全句意为:“‘在每一条有限的线的外部都有某种东西’这一说法所表明的正是……”。
- 1.12ὅπερ ὡς σαφὲς παρῆκε συμπέρασμα τὰς δύο προτάσεις συνεχεῖς ἐκθέμενος.
关系代名词 ὅπερ 与 συμπέρασμα 构成同位关系,指代前面推得的结论(“圆周运动属于在自然层次上先于作直线运动之诸物体的物体”)。分词 ἐκθέμενος 的主语是亚里士多德,表示其省略结论、径直连续陈述两条前提的方式。
- 1.12εἰ, ὧν ὑστέρων ὄντων τῇ φύσει... ἧττον εὔλογόν ἐστιν ἁπλῆν εἶναι τὴν οὐσίαν, τούτων ἁπλῆ ἐστι, καὶ ὧν προτέρων ὄντων τῇ φύσει... μᾶλλον εὔλογόν ἐστιν ἁπλῆν εἶναι τὴν οὐσίαν, τούτων μᾶλλον ἂν εἴη ἁπλῆ.
双重关系代词属格倒置/呼应句式。前案的句法骨架为 εἰ τούτων ἁπλῆ ἐστιν [ἡ οὐσία], ὧν ὑστέρων ὄντων... ἧττον εὔλογόν ἐστιν ἁπλῆν εἶναι τὴν οὐσίαν,关系从句 ὧν ... 先于其先行词 τούτων 出现在句首,后半句亦以 καὶ [τούτων] μᾶλλον ἂν εἴη ἁπλῆ, ὧν προτέρων ὄντων... 形成对仗。整个句子构成基于“由少及多”(a fortiori)的推论:“如果对于……的情形而言,其实体尚且是单一的,那么对于……的情形而言,其实体便更当是单一的。”
