← 辛普里丘

亚里士多德《论天》注释

§402.37-404.15

多元天体运动的论证与亚历山大的疑难

辛普利丘阐明了亚里士多德关于天体圆周运动为何必为多个且反向的分析式论证,将其重构成综合的三段论,指明其中凭借证据与凭借原因的推论性质,并引述了亚历山大关于天体运动与元素转化必要性的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13#2

Καὶ περὶ τούτου δὲ ἐν τοῖς ἑξῆς ἐρεῖν ἐπαγγέλλεται σαφέστερον· νῦν δὲ τοσοῦτόν ἐστι, φησί, δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅπερ προὐβαλόμεθα ζητῆσαι· καὶ συντόμως κάτωθεν καὶ ἀπὸ τῶν ἑπομένων ἀναβαίνων ἐπὶ τὰ ἡγούμενα συντίθησιν ἀναλυτικῶς τὰ τῆς ἀποδείξεως λήμματα·1 πλείω γάρ ἐστι τὰ ἐγκύκλια καὶ ἀνάπαλιν κινούμενα, διότι ἀνάγκη γένεσιν εἶναι· γένεσιν δέ, εἴπερ ἀνάγκη πῦρ εἶναι ἐναντίωσιν πρὸς ἀέρα καὶ ὕδωρ ἔχον καὶ διὰ τοῦτο καὶ ἐκεῖνα συνεισάγον· πῦρ δὲ καὶ τὰ ἄλλα ἀναγκαῖον εἶναι, εἴπερ καὶ γῆν· ταύτην δὲ ἀνάγκη εἶναι, ὅτι ἀνάγκη μένειν τι ἀεί·2 τοῦτο δέ, εἴπερ καὶ κινεῖσθαί τι δεῖ ἀεί. αὐτὸς μὲν οὖν συντόμως συνεῖλε τὸ τελευταῖον, τὸ δὲ ἐφεξῆς δοκεῖ εἶναι, ὅτι ἀνάγκη τι μένειν ἐν τῷ μέσῳ, εἴπερ ἀνάγκη κύκλῳ τι κινεῖσθαι, τοῦτο δὲ ἀνάγκη, εἰ ἀεί τι κινεῖσθαι ἀνάγκη· μόνη γὰρ ἀΐδιος κίνησις ὡς μόνη συνεχὴς ἡ κυκλοφορία. αὐτὸς δὲ ἀνάγκη μένειν τι ἀεί φησιν, εἴπερ καὶ κινεῖσθαί τι δεῖ ἀεί, καθολικώτερον ποιησάμενος τὸν λόγον· ὡς γὰρ ἔδειξεν ἐν τοῖς Περὶ κινήσεως, πᾶσα κίνησις περί τι μένον γίνεται καὶ οὐ μόνη ἡ κυκλοφορία. τοῦ δὲ εἶναί τι τὸ ἀεὶ κινούμενον τὴν ἀνάγκην ἐν μὲν τῇ Φυσικῇ ἀκροάσει ἔλαβεν ἀπὸ τοῦ δεῖν ἀεὶ κίνησιν εἶναι, εἴπερ μήτε χρόνου μήτε κινήσεως ἔστιν ἀρχὴν λαβεῖν· εἰ δὲ ἀεὶ δεῖ κίνησιν εἶναι, καὶ τὸ κινούμενον δεῖ ἀεὶ εἶναι· ἡ γὰρ κίνησις ἐν τῷ κινουμένῳ, ὡς ἔδειξεν ἐν Γ τῆς Φυσικῆς ἀκροάσεως· καὶ ἦν οὗτος ὁ τρόπος τῆς τοῦ ἀϊδίου σώματος ἀποδείξεως ἀπὸ τῆς κινήσεως εἰλημμένος οἰκεῖος τοῖς περὶ κινήσεως λόγοις· νῦν δὲ περὶ τοῦ οὐρανίου καὶ θείου σώματος διαλεγόμενος ἀπὸ τούτου τὴν ἀπόδειξιν ἐποιήσατο λέγων, ὅτι ἀνάγκη τὸ θεῖον σῶμα ἀϊδίως κινεῖσθαι, εἴπερ ἀΐδιον ζωὴν ζῇ· τοῦτο δὲ ἀνάγκη, εἴπερ ἀθάνατον αὐτὸ ἀνάγκη εἶναι· τοῦτο δὲ ἀνάγκη, εἴπερ ἀνάγκη τῷ θείῳ σώματι τὸ εἶναι θείῳ σώματι ὑπάρχειν διὰ τὴν κατ’ ἐνέργειαν ἀθανασίαν. ὥστε, κἂν συνθεῖναι πάλιν βούλει τὸν λόγον, ἐρεῖς· ὁ οὐρανὸς θεῖον σῶμά ἐστι· τὸ θεῖον σῶμα κατ’ ἐνέργειαν ἀθάνατόν ἐστιν· τὸ κατ’ ἐνέργειαν ἀθάνατον ζωὴν ἀΐδιον ἔχει· τὸ ζωὴν ἀΐδιον ἔχον σῶμα κίνησιν ἀΐδιον ἔχει· τὸ ἀϊδίως κινούμενον κυκλοφορεῖσθαι ἀνάγκη· κυκλοφορουμένου δὲ ὄντος ἀνάγκη μέσον τι εἶναι σῶμα μένον κατὰ φύσιν ἐν τῷ μέσῳ, οὗ τὰ μέρη ἐπὶ τὸ μέσον φέρεται κατὰ φύσιν βαρέα ὄντα καὶ ψυχρά, τοιοῦτον δὲ ἡ γῆ· γῆς δὲ οὔσης ἀνάγκη καὶ πῦρ εἶναι καὶ τὰ μεταξὺ ἐναντίως διακείμενα ἀλλήλοις· τούτων δὲ ὄντων ἀνάγκη καὶ γένεσιν εἶναι καὶ φθοράν· γενέσεως δὲ καὶ φθορᾶς οὔσης ἀνάγκη πλείονας εἶναι τὰς οὐρανίας κινήσεις καὶ ἀνάπαλιν γινομένας. ταύτην δὲ δηλονότι τὴν ἀνάγκην ὡς ἐκ τεκμηρίου συνάγομεν· αἴτιαι γὰρ αἱ τοῦ οὐρανοῦ κινήσεις τῆς γενέσεως καὶ τῆς φθορᾶς, ταῦτα δὲ ἐκείνων τεκμήρια· καὶ τὰ ἄλλα δὲ κατὰ τὸν λόγον συμπεράσματα τὰ μὲν ὡς ἐξ αἰτίων συνῆκται, τὰ δὲ ὡς ἐκ τεκμηρίων. “Εἴη δὲ ἄν, φησὶν ὁ Ἀλέξανδρος, διὰ τούτων ὁ Ἀριστοτέλης καὶ περὶ τοῦ τὰ ἐνταῦθα προνοεῖσθαι εἰρηκώς· οὕτω γάρ, φησίν, ἕπεται τῇ τῶν θεῶν οὐχ ἁπλῇ κινήσει καὶ ἡ τῶν στοιχείων εἰς ἄλληλα μεταβολὴ καὶ ἡ τῶν ζῴων γένεσις. ἐζήτησα δέ, φησὶν ὁ Ἀλέξανδρος, εἰ ὄντων τῶν τεσσάρων στοιχείων καθ’ ὑπόθεσιν ἀναιρεθείη ἡ ποικίλη τοῦ θείου σώματος κίνησις, πότερον ταῦτα μεταβάλλει εἰς ἄλληλα ἢ οὔ. καὶ γὰρ εἰ μὲν μὴ μεταβάλλει, ἀΐδια ἔσται, ὅπερ ἀδύνατον· καὶ μέντοι εἰ ἀΐδιος ἡ γῆ, οὐδὲν ἔδει3 τῆς ποικίλης ἐκείνων κινήσεως, εἴ γε γίνεται διὰ τὸ δεῖν ἀεὶ γῆν εἶναι· εἰ δὲ μεταβάλλει εἰς ἄλληλα· φθαρτὰ γάρ ἐστι τῇ ἑαυτῶν φύσει, καὶ ἡ μεταβολὴ τοῖς φθειρομένοις εἰς τὰ ἐναντία, ταῦτα δέ ἐστιν τὰ ἐναντία· τί πάλιν ἔδει τῆς τοῦ θείου σώματος ποικίλης κινήσεως πρὸς τὴν τούτων γένεσιν καὶ φθοράν;

关于这一点,他也许诺在下文中更明白地论述;他说,目前显而易见的只有这么一点:为什么作圆周运动的物体不止一个,而这正是我们提出来要探求的;并且他简要地从下、从后承者上升至先导者,分析式地组合起论证的各个前提:因为作圆周运动且反向运动的[物体]不止一个,是因为生成必然存在;而生成[是必然的],如果是必然存在与气和水具有相反性、并因之也共同引入它们的火;而火及其他[元素]是必然存在的,如果大地也[必然存在];而这[大地]是必然存在的,因为某物总是在静止是必然的;而这[静止是必然的],如果某物也必须总是在运动。 他本人虽然简要地概括了最后一步,但接续的逻辑序列似乎是:如果某物作圆周运动是必然的,那么某物在中心保持静止就是必然的;而这[圆周运动是必然的],如果某物总是在运动是必然的;因为圆周运转作为唯一连续的运动,是唯一的永恒运动。但他却说,如果某物也必须总是在运动,那么某物总是在静止就是必然的,这是使论述更加普遍化了;因为正如他在《论运动》[《物理学》]中所证明的那样,一切运动都是围绕着某种静止之物发生的,不仅是圆周运转如此。至于总是在受动之物的存在必然性,他在《物理学》中是从必须总是存在运动得出的,如果时间的开端和运动的开端都无法把握;而如果必须总是存在运动,受动之物也必须总是存在;因为正如他在《物理学》第三卷中所证明的,运动是在受动之物之中的;而这种从运动得出的永恒物体的论证方式,原本是切合于论运动的学说的;但现在,在讨论天体和神圣物体时,他从这[物体]出发作出了论证,说如果神圣物体过着永恒的生命,它永恒地运动就是必然的;而这[永恒运动是必然的],如果它自身是不死的这一情况是必然的;而这[不死是必然的],如果是由于现实上的不死性,作为神圣物体的存在必然归属于神圣物体。 因此,如果你愿意重新综合这一论述,你便会说:“天是神圣物体;神圣物体在现实上是不死的;在现实上不死者拥有永恒的生命;拥有永恒生命的物体拥有永恒的运动;永恒受动之物必然作圆周运转;而在有圆周运转之物存在时,必然有某个居中的物体依本性在中心保持静止,其各部分依本性作为沉重且寒冷的而移向中心,这样的物体就是大地;而在大地存在时,互为相反状态的火以及中介物也必然存在;而在这些存在时,生成与消灭也必然存在;而在生成与消灭存在时,天体的运动必然不止一个且反向发生”。 显然,我们是如同从证据推断出这种必然性的;因为天的运动是生成与消灭的原因,而后者是前者的证据;在这一论述中的其他推论,有些是如同从原因推出的,有些则是如同从证据推出的。亚历山大说:“亚里士多德通过这些,也许也论及了这里的事物受到眷顾;因为正是这样,”他说,“伴随着诸神并非单一的运动,既有元素相互之间的转化,也有动物的生成。然而我探究过,”亚历山大说,“如果在四种元素存在的情况下,按假说取消了神圣物体的多重运动,它们是否会相互转化。因为如果一方面它们不转化,它们就将是永恒的,而这是不可能的;况且,如果大地是永恒的,就根本不需要它们的多重运动,倘若〔这种运动〕确实是由于大地必须总是存在而发生的;但如果另一方面它们确实相互转化——因为它们凭自身的本性是可消灭的,且消灭之物的转化是走向相反者,而这些正是相反者——那么为了它们的生成与消灭,又何须神圣物体的多重运动呢?”

语法注3 条
  1. 2.13συντίθησιν ἀναλυτικῶς τὰ τῆς ἀποδείξεως λήμματα

    ἀναλυτικῶς(分析式地)指从结果或后承回溯至原因或始基的论证程序(κάτωθεν καὶ ἀπὸ τῶν ἑπομένων ἀναβαίνων ἐπὶ τὰ ἡγούμενα),与后文提出的综合式重构(κἂν συνθεῖναι πάλιν βούλει τὸν λόγον)相对立。

  2. 2.13ταύτην δὲ ἀνάγκη εἶναι, ὅτι ἀνάγκη μένειν τι ἀεί

    ὅτι 在此并非引导陈述从句的连词(“即……”),而是与前文的 διότι 平行,作为表示原因的连词(“因为……”),给出大地必然存在的理由(即某物必须总是在静止)。

  3. 2.13εἰ δὲ μεταβάλλει εἰς ἄλληλα· ... τί πάλιν ἔδει

    条件句的破格结构(破折构文)。条件从句 εἰ δὲ μεταβάλλει εἰς ἄλληλα 之后紧接着插入了说明理由的句子(φθαρτὰ γάρ ἐστι... ταῦτα δέ ἐστιν τὰ ἐναντία),致使归结从句没有采取直陈陈述,而是转变为带有未完成过去时 ἔδει 的反问句(τί πάλιν ἔδει...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:402.37-404.15