- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:401.14-402.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德从作直线运动的四元素的可动性与非永恒性论证生成消灭之必然性的段落,辛普利丘批判性地审视了亚历山大对“可动之物”的解释,并结合太阳和月亮的运行阐明了为实现多样的月下变化而需要天体具备多种运动的必然性。
" Τούτων δὲ ὑπαρχόντων ἕως τοῦ εἴπερ καὶ κινεῖσθαί τι ἀεί." Δείξας, ὅτι ἀνάγκη τέσσαρα εἶναι σώματα ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, φανερόν, φησίν, ὅτι ἀνάγκη τούτων ὑπαρχόντων γένεσιν εἶναι καὶ φθοράν. εἰ γὰρ ἐναντία ἐστὶ τὰ τέσσαρα ταῦτα, τὰ δὲ ἐναντία οὐκ ἔστιν ἀΐδια, διότι γίνεται τε ἐξ ἀλλήλων καὶ φθείρεται εἰς ἄλληλα, ἀνάγκη γένεσιν εἶναι καὶ φθοράν. ὅτι δὲ γενητὰ καὶ φθαρτά ἐστι ταῦτα, καὶ ἐκ τῶν κινήσεων αὐτῶν δείκνυσιν· ὧν γὰρ αἱ κατὰ φύσιν κινήσεις οὐκ εἰσὶν ἀΐδιοι, ταῦτα οὐδὲ αὐτὰ ἂν εἴη ἀΐδια, ὡς ἑκάστου τῶν φυσικῶν σωμάτων τὸ εἶναι ἐν τῇ κινήσει τῇ οἰκείᾳ ἔχοντος,1 διὸ καὶ τὴν τοῦ θείου σώματος ζωὴν ἀΐδιον κίνησιν εἶπε. τὰ δὲ τέσσαρα σώματα κινητὰ ὄντα καὶ ἐπ’ εὐθείας κινούμενα οὐκ ἔχει τὰς κινήσεις ἀϊδίους· ἐδείχθη γὰρ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως οὐδεμία κίνησις ἐπ’ εὐθείας δυναμένη ἀΐδιος εἶναι. ὅτι δὲ ἡ ἀΐδιος ζωὴ κίνησίς ἐστιν ἀΐδιος οὐχ ἁπλῶς πάντων, ἀλλὰ τῶν σώματα ἐχόντων καὶ κινητῶν, ἐδήλωσεν ἐν τούτοις εἰπὼν τούτων δὲ ἔστι κίνησις· ὡς εἴ γε μὴ ἦν κινητά, οὐκ ἀναγκαῖον ἦν αὐτὰ φθαρτὰ πάντως εἶναι, κἂν μὴ εἶχε κίνησιν ἀΐδιον· τὰ γὰρ ἀκίνητα καὶ ἄφθαρτά ἐστι καὶ ζωὴν ἀΐδιον ἔχει, τῶν δὲ κινουμένων τὰ ζωὴν ἀΐδιον ἔχοντα κίνησιν ἀΐδιον ἔχει πάντως. λείπει δὲ τῷ τούτων δὲ ἔστι κίνησις τὸ καὶ οὐκ ἀΐδιος αὕτη. Οὕτως ὁ Ἀλέξανδρος τοῦτο τὸ χωρίον ἐξηγήσατο τῷ μὲν τὴν ἀΐδιον ζωὴν κίνησιν ἀΐδιον εἶναι καὶ λέγεσθαι ὑπὸ Ἀριστοτέλους οὐκ ἐπὶ πάντων ἁπλῶς, ἀλλ’ ἐπὶ τῶν κινουμένων, καλῶς, οἶμαι, ἐπιστήσας, τῷ δὲ κινητῷ παρέργως προσεσχηκώς· καὶ γὰρ ἔοικεν ἀντὶ τοῦ κινουμένῳ αὐτοῦ ἀκοῦσαι, ὡς καὶ ἐπὶ τῶν ἀϊδίως κινουμένων αὐτὸ δέξασθαι τοῦ Ἀριστοτέλους εἰπόντος οὐκ εὔλογον εἶναί τι κινητὸν ἀΐδιον. μήποτε δὲ κινητὸν τὸ δυνάμει ποτὲ ἔχον τὸ κινεῖσθαι λέγει,2 τοιοῦτον δὲ τό ποτε ἠρεμοῦν, τοιοῦτον δὲ τὸ ἐπ’ εὐθείας κινούμενον. καὶ ὁ Ἀριστοτέλης γὰρ ἐξηγούμενος, πῶς εἶπε τὸ κινητόν, ἐπήγαγεν οὗ μὴ ἐνδέχεται κατὰ φύσιν τὴν κίνησιν εἶναι ἀΐδιον· εἰ γὰρ ἦν ἀΐδιος, οὐκ ἦν κινητόν, ἀλλὰ κινούμενον. μήποτε δὲ καὶ τὸ τούτων δὲ ἔστι κίνησις οὐκ ἐλλιπῶς εἴρηται, ἀλλ’ ἀντὶ τοῦ “ταῦτα δὲ ποτὲ καὶ οὐκ ἀεὶ κινεῖται”, τουτέστι κινητά ἐστι καὶ οὐκ ἀΐδιον ἔχοντα κατὰ φύσιν κίνησιν, καὶ διὰ τοῦτο οὐκ εὔλογον αὐτὰ ἀΐδια εἶναι, ἀλλὰ γενητὰ καὶ φθαρτά. Δείξας οὖν οὕτως, ὅτι ἀϊδίου τῆς κύκλῳ κινήσεως οὔσης ἀνάγκη γένεσιν εἶναι καὶ φθοράν, ἐπάγει, ὅτι, εἰ ταῦτα, ἀνάγκη καὶ ἄλλην κίνησιν εἶναι ἢ μίαν ἢ πλείους· κατὰ γὰρ τὴν τῶν θείων σωμάτων κίνησιν καὶ ποιὰν πρὸς τὰ ἐν γενέσει σχέσιν ἡ τούτων εἰς ἄλληλα μεταβολὴ γίνεται, καὶ εἴπερ ἦν μία ἡ κίνησις, ὁμοία ἦν ἀεὶ τῶν ἐνθάδε κατάστασις· ἓν γὰρ ἂν ἦν καὶ ἁπλοῦν τὸ ἀεὶ τοῖς τῇδε ἐγγινόμενον πάθος. ἵνα γὰρ τὰς ἀφανεῖς τῶν οὐρανίων εἰς τὰ τῇδε παραλίπω ποιήσεις,3 αἱ τοῦ ἡλίου καὶ τῆς σελήνης αἱ οὕτως ἐναργῶς τρέπουσαι τὰ ὑπὸ σελήνην ἀεὶ ἂν αἱ αὐταὶ ἦσαν. μιᾶς γὰρ οὔσης τῆς 〈τῆς〉 ἀπλανοῦς κινήσεως καὶ τοῦ ἡλίου καὶ τῆς σελήνης ἐν τῇ ἀπλανεῖ πεπηγότων καὶ σὺν ἐκείνῃ κινουμένων οὔτε χειμῶνος καὶ θέρους καὶ τῶν μεταξὺ τροπῶν ἦν ἂν διαφορὰ οὔτε τῆς καθ’ ἡμέραν ἐξαλλαγῆς τὴν αὐτὴν ὁδὸν ἀεὶ τοῦ ἡλίου μετὰ τῆς ἀπλανοῦς διιόντος· εἰ γὰρ ἐν Καρκίνῳ ἔτυχε πεπηγώς, ἀεὶ θερινὴ ἂν ἦν ἡ κατάστασις παρ’ ἡμῖν, εἰ δὲ ἐν Αἰγοκέρωτι, ἀεὶ χειμερινή, καὶ οὐκ ἂν ἦν γένεσις καὶ φθορά, ἀλλ’ οὐδὲ διάφοροι τῆς σελήνης φωτισμοί. εἰ δέ τις τὸν ἥλιον αὐτὸν καθ’ αὑτὸν ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κινούμενον ὑποτίθοιτο καὶ τὴν σελήνην ἐπὶ λοξοῦ πρὸς τὸν ζῳδιακὸν κύκλον, ἐπειδὴ ἀπὸ Κριοῦ ἐπὶ Ταῦρον καὶ ἀπὸ Ταύρου ἐπὶ Διδύμους μεταβαίνοντες φαίνονται, πρῶτον μὲν πλειόνων ἔδει κινήσεων, ὡς εἶπεν Ἀριστοτέλης, ἔπειτα δὲ καὶ ἀνάπαλιν γινομένων.
“在这些存在的情况下”直至“如果确实某物总是在运动”。 在证明了必然存在相互具有相反性的四种物体之后,他说,显而易见的是,在这些存在的情况下,必然存在生成与消灭。因为如果这四者是相反的,而相反者不是永恒的,因为它们相互生成并相互消灭,那么生成与消灭就必然存在。而这些是可生成与可消灭的,他也从它们的运动证明了这一点;因为凡是依本性的运动不是永恒的事物,它们自身也不可能是永恒的,既然每一个自然物体都在其固有的运动中拥有其存在;因此他也把神圣物体的生命称为永恒的运动。但这四种物体作为可动的且沿直线运动的,并不拥有永恒的运动;因为在《物理学》第八卷中已经证明,没有任何沿直线的运动能够是永恒的。而永恒的生命并非断然是一切事物的永恒运动,而只是具有物体且可动之物的永恒运动,他在这些话中通过说“并且这些有运动”表明了这一点;因为如果它们不是可动的,即使它们没有永恒的运动,它们也未必全然是可消灭的;因为不动的事物既是不朽的又拥有永恒的生命,而在运动的事物中,拥有永恒生命的事物全然拥有永恒的运动。而在“并且这些有运动”这一句中,缺少了“而这[运动]不是永恒的”。 亚历山大就是这样解释这一段落的,我认为,他对永恒的生命是永恒的运动、且这是亚里士多德并非断然就一切事物而言而是就受动之物而言所说的这一点,给予了很好的注意,但对“可动的”却只是草率地留意了一下;因为他似乎把它理解为代替“受动的”,以至于在亚里士多德说“任何可动之物是永恒的是不合理的”时,他也将它接受于永恒受动之物上。然而,也许他所说的可动是指潜能上在某一时刻具有运动的事物,而这类事物是指在某一时刻静止的事物,也是指沿直线运动的事物。因为亚里士多德在解释他如何意指“可动的”时,也补充道“其运动在依本性上不可能为永恒者”;因为如果它是永恒的,它就不是可动的,而是受动的了。而且也许“并且这些有运动”这一句也不是省略地说的,而是代替“然而这些在某一时刻运动而非总是在运动”,即它们是可动的且并不依本性拥有永恒的运动,因此它们是永恒的是不合理的,而毋宁是可生成与可消灭的。 因此,在这样证明了既然圆周运动是永恒的就必然有生成与消灭之后,他补充道,如果是这些情况,也必然有另一种运动,或为一种或为多种;因为正是根据神圣物体的运动以及它们与生成中诸事物的某种关系,这些[地上元素]相互之间的转化才得以发生;而如果运动是单一的,这里事物的状态就会总是相似的;因为总是在此地事物中产生的情状将是单一而单纯的。因为,姑且不论天体对这里事物的隐秘作用,太阳和月亮那些如此显然地改变月下诸物的作用就原本会总是相同的。因为如果恒星天的运动是单一的,而太阳和月亮被固定在恒星天中并随之运动,那么既不会有冬与夏以及中介季节的差异,也不会有昼夜的变化,因为太阳会随恒星天总是经过同一条轨道;因为如果它碰巧被固定在巨蟹座,我们这里的状态就将永远是夏季的,而如果在摩羯座,就将永远是冬季的,并且既不会有生成与消灭,甚至也不会有月亮的不同光照变化。但如果有人假定太阳自身独立地在黄道正中的圆上运动,而月亮在相对于黄道圆倾斜的圆上运动——既然它们被看见从白羊座行至金牛座、从金牛座行至双子座——那么首先,正如亚里士多德所说,需要有更多的运动,其次也需要有反向进行的运动。
- 2.13ὡς ἑκάστου τῶν φυσικῶν σωμάτων τὸ εἶναι ἐν τῇ κινήσει τῇ οἰκείᾳ ἔχοντος
由 ὡς 引导的属格独立结构,表主观原因或前提(“既然每一个自然物体都被认为在其固有运动中拥有其存在”)。它解释了前文“依本性的运动若非永恒则事物本身亦非永恒”这一论点的依据。
- 2.13μήποτε δὲ κινητὸν τὸ δυνάμει ποτὲ ἔχον τὸ κινεῖσθαι λέγει
μήποτε 连用直陈式现在时 λέγει,构成表示委婉推测或论断的惯用表达(“然而,也许他所说的……是指……”)。辛普利丘在此审慎地提出自己的解读,以反驳亚历山大将 κινητόν 等同于 κινούμενον 的观点。
- 2.13ἵνα γὰρ τὰς ἀφανεῖς τῶν οὐρανίων εἰς τὰ τῇδε παραλίπω ποιήσεις
虽具目的从句形式(ἵνα 连用虚拟式 παραλίπω),但在此用作修辞上的假省笔法(paraleipsis)惯用表达(“因为,姑且不论天体对这里事物的隐秘作用……”),用作引出主句关于太阳和月亮作用之后果的铺垫。
