← 辛普里丘

亚里士多德《论天》注释

§404.15-405.27

评亚历山大论天体运动与元素转化的假说

辛普利丘引述了亚历山大关于若取消天体多重运动四元素是否持存与转化的探求及其两种解答,批评了舍弃首要原因的假说本身的荒谬性,并反驳了天的旋转运动并非元素转化之原因的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13#3

” ταῦτα τοίνυν ἀπορήσας αὐταῖς λέξεσι λύει λέγων “ἢ οὔτε τοῦ φθείρεσθαι αὐτὰ οὔτε τοῦ εἰς ἄλληλα μεταβάλλειν ἡ ἐκείνων κίνησίς ἐστιν αἰτία, ἀλλὰ τοῦ τεταγμένως· ἐκ τούτου γὰρ τὸ καὶ πάντα ἀεὶ κατ’ εἶδος σῴζεσθαι, ἐπεὶ ὅσον γε ἐπὶ τῇ οἰκείᾳ φύσει αὐτῶν οὐδὲν ἐκώλυεν ἂν εἰς ἕν ποτε πάντα μεταβάλλειν, ὡς λέγουσιν οἱ τὴν ἐκπύρωσιν γίνεσθαι λέγοντες, καὶ πάλιν ἐκ τοῦ ἑνὸς εἰς ἄλλο. οὐ γὰρ συνυπάρχειν ἀναγκαῖον τὰ ἐναντία ὥσπερ τὰ πρός τι, οὐδὲ τοῦτο ἐδείχθη, ἀλλὰ φύσει εἶναι· δύναται δὲ φύσει ὄντα καὶ παρὰ μέρος εἶναι· τούτου δὲ γενομένου ἐνεδέχετο ἂν ποτε μὴ εἶναι γῆν εἰς πῦρ, ἂν οὕτως τύχῃ, πάντων μεταβαλλόντων· μὴ οὔσης δὲ γῆς οὐδ’ ἂν ἡ ἐν κύκλῳ φορὰ ἦν. τοῦ οὖν ἀεὶ τὰ αὐτὰ διαμένειν τάξει καὶ κατὰ τὰ μέτρα μεταβάλλοντα εἰς ἄλληλα τούτου αἰτία ἡ ποικίλη κίνησις τοῦ θείου σώματος· ἕπεται δὲ τῇ εὐτάκτῳ τῶν ἐνθάδε μεταβολῇ καὶ εὐκρασίᾳ τῶν ζῴων ὕπαρξις.” ταῦτα καὶ ἐν τῷ λύειν τὴν ζήτησιν αὐτοῖς τοῖς ῥήμασιν εἰπόντος τοῦ Ἀλεξάνδρου ἐγὼ περὶ τὰς τοιαύτας ζητήσεις, εἰ χρὴ τἀληθὲς εἰπεῖν, λευκή τίς εἰμι στάθμη κατὰ τὴν παροιμίαν.1 τὸ γὰρ ἀνελόντα τὰ κυρίως αἴτια ζητεῖν τὰ τοῖς ἀποτελέσμασιν ὑπάρχοντα παιζόντων μᾶλλον ἢ σπουδαζόντων μοι δοκεῖ τὸ ἔργον,2 ὡς εἴ τις ἀνελὼν τῷ λόγῳ τὴν πηγὴν περὶ τοῦ ποταμοῦ τοῦ ἐξ αὐτῆς πυνθάνοιτο φυλάττων αὐτόν, πότερον ῥεῖ ὁ ποταμὸς ἀναιρεθείσης τῆς πηγῆς ἢ οὔ, καὶ εἰ μὲν μὴ ῥεῖ, ἄτοπον εἶναι λέγων ποταμὸν τὸν μὴ ῥέοντα, εἰ δὲ ῥεῖ, ἐπάγων, ὅτι μηδὲν δεῖται τῆς πηγῆς ὁ ποταμὸς πρὸς τὸ εἶναι. καίτοι πρόχειρον εἰπεῖν, ὅτι ἡ ἐξ ἀρχῆς ὑπόθεσις ἄτοπος τὸ μένοντος τοῦ ποταμοῦ τὴν πηγὴν ἀναιρεθῆναι· τούτου δὲ ἀτοπώτερον τὸ μένειν τὰ τέσσαρα στοιχεῖα τῆς τοῦ οὐρανοῦ κινήσεως ἀναιρουμένης, ὑφ’ ἧς γίνεται. ἔστιν μὲν οὖν διὰ ταῦτα καὶ ἡ ζήτησις κατὰ τὴν ἐμὴν δόξαν παρέλκουσα, καὶ ἡ λύσις δὲ τῆς ζητήσεως ἀπᾴδειν μοι δοκεῖ τὸ μὴ εἶναι τῆς τῶν στοιχείων μεταβολῆς αἰτίας τὰς οὐρανίας περιφοράς. τίς γὰρ ἀγνοεῖ, ὅτι πλησιάζων μὲν τῷ κατὰ κορυφὴν ἡμῶν ὁ ἥλιος θερμαίνει τε τὰ περὶ ἡμᾶς καὶ τὰ ὑγρὰ ἐξατμίζει καὶ ἀέρος καὶ πυρὸς γένεσιν ἐξ ὕδατος ποιεῖ, ἀφιστάμενος δὲ τὰ λεπτυνθέντα συγκρίνει πάλιν καὶ ὕδατος γένεσιν ἀπεργάζεται; ἀλλ’ ἔστω μὲν καὶ τοῦ τάξει καὶ μέτροις ὡρισμένοις μεταβάλλειν αἴτια ἐκεῖνα, πρὸ τούτου δὲ καὶ αὐτοῦ τοῦ μεταβάλλειν ὅλως καὶ τοῦ εἶναι ἐκ τῆς μεταβολῆς γινόμενα οὐδὲν ἄλλο ἢ τὴν οὐρανίαν κίνησιν αἰτιατέον. τούτῳ δὲ καὶ αὐτὸς Ἀλέξανδρος ἐπέστησε δευτέραν λύσιν τῆς ζητήσεως ἐπάγων τοιαύτην· “εἰ γὰρ πᾶν τὸ γινόμενον, φησίν, οὐ μόνον ἔκ τινος3 γίνεται ἀλλὰ καὶ ὑπό τινος· οὐ γὰρ ἐξ ὕλης μόνον ἀλλὰ καὶ ὑπὸ ποιοῦντος αἰτίου· οὐκ αὐτάρκη τὰ στοιχεῖα μόνα πρὸς τὴν εἰς ἄλληλα μεταβολὴν καὶ γένεσιν ἐξ ἀλλήλων· δεῖ γὰρ τοῦ μεταβάλλοντος αὐτά· αὐτὰ γὰρ ὕλης λόγον ἐπέχει πρὸς ἄλληλα.” καίτοι τοιαῦτα εἰδότα ἐχρῆν τῆς ζητήσεως εὐθὺς τὴν ὑπόθεσιν μέμψασθαι, ὅτι εἶναι τὰ τέσσαρα στοιχεῖα ὑπέθετο ἢ μεταβάλλοντα εἰς ἄλληλα ἢ ἀΐδια τῆς οὐρανίας κινήσεως ἀναιρουμένης. πῶς δὲ καὶ τοῦτο λέγει, ὅτι οὐκ ἀναγκαῖον τὰ ἐναντία συνυπάρχειν, ἀλλὰ δύναται καὶ παρὰ μέρος εἶναι, ὡς ἐνδέχεσθαί ποτε μὴ εἶναι γῆν εἰς πῦρ, ἂν οὕτω τύχῃ, πάντων μεταβαλλόντων καὶ πάλιν ἐκ τούτου εἰς ἄλλο; καὶ γὰρ πρῶτον μέν, εἰ ἐνδέχεται, καὶ γένοιτο ἂν ἐν τῷ ἀπείρῳ χρόνῳ τὸ ἐνδεχόμενον ἀεὶ ὄντων αὐτῶν· ἔπειτα, εἰ τὸ μεταβάλλον οὐ μόνον ἐξ ἐναντίου μεταβάλλει, ἀλλὰ καὶ ὑπὸ ἐναντίου, εἰς ὃ καὶ γίνεται ἡ μεταβολή, μηδενὸς ἄλλου ὄντος πλὴν πυρὸς τί ἔσται τὸ μεταβάλλον αὐτό, ὥστε ἄλλο τι ἐξ ἐκείνου γενέσθαι; ἀλλὰ ταῦτα καὶ πλέον ἐμοῦ γινώσκοντος τοῦ Ἀλεξάνδρου τῶν ἐφεξῆς ἀντιληπτέον ἐμοί.

”在提出了这些疑难之后,他便用原话这样予以解答说:“或者,那些天体的运动既不是它们消灭的原因,也不是它们相互转化的原因,而是它们有秩序地[发生这些]的原因;因为正是由此而来,一切事物才始终在形式上得以保全,因为单就它们固有的本性而言,本没有什么能阻止一切事物在某个时刻转化为一物——正如主张发生大焚毁的人所说的那样——然后又从这一个转化为另一个。因为相反者并不像相对者那样必然共同存在,这一点也未被证明,被证明的只是它们依本性而存在;既然它们是依本性而存在,它们也完全可以轮流存在;而如果这种情况发生,假若凑巧一切都转化为火,就有可能在某个时刻不再有大地;但若没有大地,圆周的位移运动也就不会存在。因此,同一批事物始终按照秩序并依照尺度相互转化并持存下去,这一情况的原因乃是神圣物体的多重运动;而伴随着这里的有序转化和良好调和,动物的存在也随之产生。” 虽然亚历山大在解答这一探求时用了这些原话,但若必须说实话,对于这类探求,我本人正如俗话所说是一根‘白色的准绳’。因为取消了主要的原因,却去探求属于其结果的属性,在我看来毋宁是儿戏者而非严肃者的作为;这正如同有人在言论中取消了泉源,却保留由此流出的河流,进而询问在泉源被取消后河流是否流淌;若不流淌,便说一条不流淌的河流是荒谬的;若流淌,便附带得出河流为了存在根本不需要泉源。然而轻而易举便能指出,最初的假说——在河流保留的同时泉源被取消——本身就是荒谬的;而比这更为荒谬的是,在产生四元素的天的运动被取消的同时,四元素却仍然保留。 因此,由于这些缘故,依我的见解,不仅这一探求本身是多余的,而且该探求的解答在我看来也是不协调的,即认为天的旋转不是元素转化的原因。因为有谁不知道,太阳当临近我们的天顶时,既加热我们周围的事物,又蒸发水分,使水生成气和火;而当其退去时,又将变稀薄的事物重新聚合,造成水的生成?即使承认那些天体是事物有秩序且按确定尺度转化的原因,但在这一秩序之前,就事物整体上的转化本身而言,就事物作为由转化所生成而存在而言,人们也绝不能把天体的运动之外的任何事物视作原因。 对于这一点,亚历山大自己也予以了注意,并提出了该探求的如下第二种解答:“因为如果凡生成之物,”他说,“不仅由某物生成,而且由某物作用而生成——因为不仅是由质料生成,而且也是由动力因作用而生成——那么仅凭元素自身不足以相互转化和相互生成;因为需要有使它们转化的东西;因为它们自身相对于彼此只具有质料的地位。” 然而,既然知道这些道理,他就理应立即指责该探求的假说,即在天的运动被取消的情况下,假定四元素要么相互转化要么永恒地存在。而且,他怎么还能说出这样的话:相反者没有必然性共同存在,而是也可以轮流存在,以至于在碰巧一切都转化为火时,有可能在某个时刻没有大地,然后再从这[火]转化为别的元素?因为首先,如果这是可能的,那么由于它们总是存在,在无限的时间中那可能的事情便会实际发生;其次,如果受转化之物不仅是从相反者转化,而且也是被那转化所走向的相反者所转化,那么在除火之外一无所有时,又将有什么来转化火自身,从而由它生成某种别的事物呢? 然而,既然亚历山大本人比我更懂得这些,我还是应当致力于接下来的内容。

语法注3 条
  1. 2.13λευκή τίς εἰμι στάθμη κατὰ τὴν παροιμίαν

    俗语中的“白色准绳”。源自“白石上的白准绳”(ἐν λευκῷ λίθῳ λευκὴ στάθμη),因在白石上看不出白线痕迹而无法用于分辨,在此表示说话者面对这类探求时无从分辨或理解的态度。

  2. 2.13τὸ γὰρ ἀνελόντα τὰ κυρίως αἴτια ζητεῖν τὰ τοῖς ἀποτελέσμασιν ὑπάρχοντα παιζόντων μᾶλλον ἢ σπουδαζόντων μοι δοκεῖ τὸ ἔργον

    全句结构以带有中性单数定冠词的不定式短语 τὸ ... ζητεῖν 为主语,δοκεῖ 为主要动词,表特征/所属的属格分词 παιζόντων μᾶλλον ἢ σπουδαζόντων 修饰表语名词 τὸ ἔργον。不定式 ζητεῖν 的逻辑主语由泛指的阳性单数宾格分词 ἀνελόντα 给出。

  3. 2.13εἰ γὰρ πᾶν τὸ γινόμενον, φησίν, οὐ μόνον ἔκ τινος γίνεται ἀλλὰ καὶ ὑπό τινος

    在引述亚历山大的话中,由 εἰ γὰρ ... 引导的条件从句提出了论证的前提,经过随后的解释性插入成分 οὐ γὰρ ἐξ ὕλης ... 后,导向主句 οὐκ αὐτάρκη τὰ στοιχεῖα μόνα ...。在此 εἰ γάρ 用以引出作为理由根据的假定性前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:404.15-405.27