← 辛普里丘

亚里士多德《论天》注释

§399.29-401.13

基于相反性逻辑的火与中间元素的必然性

辛普利丘解释了亚里士多德关于如果大地存在,则根据对立逻辑(相反性以及缺乏与所有)火亦必然存在,且两极之间必然存在两个中间元素(气与水)的论证,并将其与亚历山大的解释及柏拉图《蒂迈欧篇》中的立体比例说进行了比较。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12#2

Ἀλλ’ εἰ γῆν, ἀνάγκη, φησί, καὶ πῦρ εἶναι·1 τῶν γὰρ ἐναντίων εἰ θάτερον φύσει, ἀνάγκη καὶ θάτερον εἶναι φύσει· τῶν γὰρ ἐναντίων ἡ αὐτὴ ὕλη πρὸς ἄμφω ὁμοίως πεφυκυῖα. εἰ τοίνυν καὶ κατὰ τὰς δραστικὰς τὰς ἐναντίας ποιότητας εἰδοποιοῦνται τὸ πῦρ καὶ ἡ γῆ, τὸ μὲν κατὰ τὴν θερμότητα, ἡ δὲ κατὰ τὴν ψῦξιν, καὶ ἔτι μᾶλλον τὰς τοπικὰς κινήσεις, εἴπερ τὸ μὲν ἐπὶ τὸ πέριξ, τὸ δὲ ἐπὶ τὸ μέσον κινεῖται, τοῖς δὲ φυσικοῖς σώμασιν οὐσιῶδες μάλιστα τὸ κινεῖσθαι κατὰ φύσιν, ὧν φυσικῶν σωμάτων αἱ κινήσεις ἐναντίαι, τούτων αἱ φύσεις ἐναντίαι· ὥστε, κἂν τὸ ὕδωρ κατ’ ἄμφω τὰς ποιότητας ἀντίκειται τῷ πυρὶ ψυχρόν τε ὂν καὶ ὑγρόν, ἡ δὲ γῆ κατὰ τὸ ψυχρὸν μόνον, οὐδὲν θαυμαστόν, εἰ πλείων γέγονεν πρὸς τὸ πῦρ ἐναντίωσις· τὸ γὰρ παχυμερέστερον τῆς γῆς βαρυτέραν αὐτὴν ποιῆσαν πορρωτέρω κατὰ τὸν τόπον διῴκισε. κἂν γὰρ ξηρὸν ἑκάτερον λέγηται καὶ τὸ πῦρ καὶ ἡ γῆ, ἀλλ’ ἄλλο παντελῶς ἑκατέρας ξηρότητος τὸ εἶδος· τὸ μὲν γὰρ κοῦφον καὶ ἀκίνητόν ἐστι καὶ λεπτόν, τὸ δὲ βαρὺ καὶ παχυμερὲς καὶ νενεκρωμένον. Δείξας δὲ ἐκ τῆς κατὰ τὴν ἐναντίωσιν ἀντιθέσεως, ὅτι, εἰ ἔστι γῆ, ἀνάγκη καὶ πῦρ, τὸ αὐτὸ δείκνυσιν ἐκ τῆς κατὰ στέρησιν καὶ ἕξιν ἀντιθέσεως. εἰ γὰρ ἔστιν ἡ στέρησις, ἀνάγκη προϋπάρχειν τὴν ἕξιν, ἣν αὐτὸς κατάφασιν ἐκάλεσε· στέρησιν δὲ νῦν λέγει τὸ χεῖρον ἐν τῇ τῶν ἐναντίων φύσει, ὡς τὸ ψυχρὸν τοῦ θερμοῦ στέρησις, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ ἕξις ἢ κατάφασις. οὕτω δὲ καὶ ἡ ἠρεμία καὶ τὸ βαρύ, οἷς ἡ γῆ εἰδοποιεῖται, κατὰ στέρησιν λέγονται κινήσεως καὶ κουφότητος, οἷς εἰδοποιεῖται τὸ πῦρ. εἰ οὖν ἔστιν ἡ γῆ στέρησις οὖσα, ἀνάγκη καὶ τὸ πῦρ εἶναι ἕξεως ἔχον λόγον, καὶ δῆλον, ὅτι καὶ πρότερον ἀνάγκη φύσει εἶναι τὸ πῦρ, εἴπερ ἡ ἕξις προτέρα τῆς στερήσεως καὶ ἡ κατάφασις τῆς ἀποφάσεως. αὐτὸς δὲ σαφῶς ἐνεδείξατο, κατὰ τίνα μάλιστα τὴν ἐναντίωσιν καὶ τὴν στέρησιν τῆς γῆς πρὸς τὸ πῦρ ἔλαβεν, ὅτι κατὰ τὸ ψυχρὸν καὶ βαρὺ καὶ ἠρεμεῖν. τὸ γὰρ πῦρ ἀεὶ κινεῖται· καὶ γὰρ καὶ κάτω ὂν ἐπὶ τὸ ἄνω κινεῖται ἀεὶ καὶ ἄνω γενόμενον τῷ θείῳ σώματι συμπεριφέρεται. καὶ ὅλως τῶν στοιχείων τὰ μὲν ποιητικώτερα καὶ εἴδους ἔχειν λόγον καὶ ἕξεώς φησι, τὰ δὲ παθητικώτερα στερήσεως καὶ ὕλης. εἰ δὲ ἔστι τὰ ἄκρα γῆ καὶ πῦρ, ἀνάγκη καὶ τὰ μέσα εἶναι τό τε ὕδωρ καὶ τὸν ἀέρα, διότι ἑκάτερον τούτων κατ’ ἄμφω τὰς ἑαυτοῦ ποιότητας ἐναντίως ἔχει πρὸς ἑκάτερον ἐκείνων· γῆ μὲν γὰρ ψυχρὰ καὶ ξηρὰ οὖσα ἐναντίως ἔχει πρὸς ἀέρα θερμὸν ὄντα καὶ ὑγρόν, πῦρ δὲ θερμὸν καὶ ξηρὸν ὑπάρχον ἐναντίως ἔχει πρὸς ὕδωρ ψυχρὸν ὂν καὶ ὑγρόν· ἐναντία δὲ καὶ ταῖς κινήσεσίν ἐστι ταῦτα πρὸς ἐκεῖνα· εἴρηται δέ, ὅτι τῶν ἐναντίων, ἂν ᾖ θάτερον, καὶ θάτερον, διότι ἡ αὐτὴ τῶν ἐναντίων ὕλη. Δύναται δέ, φησὶν Ἀλέξανδρος καλῶς, οἶμαι, λέγων, μὴ τὰ μεταξὺ νῦν μόνα τοῖς ἄκροις ἐναντία λέγειν, ἀλλὰ περὶ πάντων εἰρηκέναι· ὃ γὰρ ἂν λάβῃς, εὑρήσεις αὐτὸ ἐναντίωσιν ἔχον πρὸς τὰ λοιπὰ τρία· εἰ δὲ πάντα ἐναντίωσιν ἔχει τινὰ φύσει πρὸς ἄλληλα, πάντα ἀνάγκη εἶναι. καὶ τῷ ὄντι, εἰ τὰ δύο πρὸς τὰ δύο παρέβαλλεν, οὐκ ἦν, οἶμαι, τῆς Ἀριστοτέλους ἑρμηνευτικῆς ἀκριβείας τὸ μὴ ἑκάτερον πρὸς ἑκάτερον εἰπεῖν, ἀλλ’ ἕκαστον2 πρὸς ἕκαστον. δείξας δὲ καὶ νῦν τὴν μὲν τῆς γῆς ἀναγκαίαν ὑπόστασιν ἐκ τοῦ δεῖν εἶναί τι μέσον ἀκίνητον τοῦ κυκλοφορητικοῦ σώματος, τὴν δὲ τῶν ἄλλων στοιχείων ἐκ τῆς ἐναντιώσεως, ὑποτίθεσθαι ὅμως ταῦτα νῦν φησιν, ὕστερον δὲ δείξειν, ἐπειδὴ καὶ ἐν τῷ τετάρτῳ βιβλίῳ καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς πολὺν περὶ τούτου ποιήσεται λόγον, ὅτι τε ἀνάγκη ταῦτα εἶναι τὰ στοιχεῖα, καὶ ὅτι οὐκ ἔστιν ἄλλα παρὰ ταῦτα. Ὁ δὲ Πλάτων ἐν Τιμαίῳ διακόσμια τάδε στοιχεῖα οὕτως ἀπέδειξεν· ἐπεὶ γενητὸς ὁ κόσμος, αἰσθητός· ὁρατὸς οὖν καὶ ἁπτός, καὶ ὁρατὸς μὲν διὰ τὸ πῦρ, ἁπτὸς δὲ διὰ τὴν γῆν· τούτων δὲ δύο στερεῶν ἐναντίων ὄντων, εἰ μέλλοι στερεὸς ὁ κόσμος εἶναι καὶ μὴ ἐπίπεδος, δυεῖν μέσων ἀνάλογον χρεία τῶν τὴν στερεὰν ἀναλογίαν συμπληρωσόντων.3

他说:“但是如果[有]大地,也必然有火”;因为如果对立物中的一方依本性存在,另一方也必然依本性存在;因为对立物的质料是同一个,对两者具有同等的自然适应性。那么,如果火与大地是根据相反的主动性质被规定形式的——一方根据热,另一方根据冷——并且更是根据空间运动被规定的,既然一方朝向外周运动,另一方朝向中心运动,而对于自然物体而言,依本性运动是最具本质性的,那么凡是运动相反的自然物体,它们的本性就是相反的;因此,即便水在两种性质上都与火相对立,既是冷的又是湿的,而大地仅在冷上相对立,如果[在大地中]对火产生了更大的相反性,也绝不足为奇;因为大地较粗糙的组成使其更沉重,在位置上将它分隔得更远。因为即便火与大地都被称为干的,但两种干燥的形式完全不同;前者轻、活动且精细,而后者沉重、粗糙且无生机。 在根据相反性的对立证明了如果有大地就必然有火之后,他又根据缺乏与所有的对立证明了同一件事。因为如果存在缺乏,就必然预先存在他自己称为肯定的所有;他现在所说的缺乏是指在对立物本性中较为劣等的,正如冷是热的缺乏,而热是冷的具有或肯定一样。同样,大地借以规定其形式的静止和沉重,亦是根据运动和轻的缺乏而说的,而火正是由运动和轻来规定其形式的。因此,如果作为缺乏的大地存在,具有所有的定义的火也必然存在,并且显而易见的是,火依本性必然在先存在,既然具有先于缺乏,肯定先于否定。他自己也明确表明了,主要是根据什么采纳大地对火的相反性和缺乏的:即根据冷、沉重和静止。因为火总是在运动;因为它即便在下方,亦总是朝向上方运动,而到了上方,它就与神圣物体一同周转。总而言之,他说诸元素中有些更具能动性且具有形式和具有的定义,另一些更具受动性且具有缺乏和质料的定义。 但是,如果两极的大地和火存在,作为中项的水和气也必然存在,因为它们中的每一者都在自身的两种性质上与那两极中的每一者相反:因为大地作为冷而干者,与热而湿的气相反,而火作为热而干者,与冷而湿的水相反;并且这些在运动上也与那些相反;而此前已经说过,如果对立物中的一方存在,另一方亦存在,因为对立物的质料是同一个。 但亚历山大说——我认为他说得很有道理——他现在可能不仅仅是在说中项与两极相反,而是指涉及所有元素而言;因为无论你取哪一个,你都会发现它对其余三者都具有相反性;而如果一切元素依本性都相互具有某种相反性,一切元素就必然存在。事实上,如果他是将二者与另二者作对比,我认为以亚里士多德表达的精确性而言,绝不会不说“两者各自对各自”而说“每一者对每一者”。 他在现阶段既然从作圆周运行的物体必须具有某种不动的中心证明了大地的必然自存,又从相反性证明了其他诸元素的自存,却依然说现在只是把这些作为假设设定下来,稍后将予以证明,因为在第四卷以及在《论生成与消灭》中,他将对此做大量的论述,既论证这些必然是元素,亦论证除此以外没有其他元素。 另一方面,柏拉图在《蒂迈欧篇》中如下证明了这些构建世界的诸元素:既然宇宙是被生成的,它就是可感知的;因此它是可见的且可触及的,因火而可见,因大地而可触及;而在二者作为相反的立体存在的情况下,如果宇宙要成为立体的而非平面的,按比例就需要充实立体比例关系的两个中项。

语法注3 条
  1. 2.12Ἀλλ’ εἰ γῆν, ἀνάγκη, φησί, καὶ πῦρ εἶναι

    宾格 γῆν 是由于主句中由 ἀνάγκη 支配的宾格加不定式结构(πῦρ εἶναι)的吸引,在条件从句中省略了不定式 εἶναι(或 εἶναι ἀνάγκη)所致,意为“如果[存在 / 必然存在]大地,也必然存在火”。

  2. 2.12τὸ μὴ ἑκάτερον πρὸς ἑκάτερον εἰπεῖν, ἀλλ’ ἕκαστον πρὸς ἕκαστον

    此处是语法上的对比:若仅指两组之间的对立(二对二),通常会使用 ἑκάτερον πρὸς ἑκάτερον(“二者中的每一方对另一方”);而这里使用的是适用于多于两者的 ἕκαστον πρὸς ἕκαστον(“每一个对每一个”),亚历山大据此认为亚里士多德是指全部四种元素彼此之间的相互对立。

  3. 2.12δυεῖν μέσων ἀνάλογον χρεία τῶν τὴν στερεὰν ἀναλογίαν συμπληρωσόντων

    名词 χρεία(“需要”)支配属格 δυεῖν μέσων(“两个中项”),ἀνάλογον 作副词(或不变化的表语)意为“按比例地”,其后由带冠词的未来时分词 τῶν ... συμπληρωσόντων(“将充满立体比例关系的……”)修饰 δυεῖν μέσων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:399.29-401.13