← 辛普里丘

亚里士多德《论天》注释

§2.25-4.7

评析亚历山大与叙利亚诺斯论本论著的主旨

辛普利丘梳理了亚里士多德自然学著作的分类体系,并对亚历山大的“全宇宙说”和叙利亚诺斯等人的“纯天体说”提出了双重批评:指出前者违背了著作旨趣的单一性要求以及亚里士多德自身的文本表述,而后者则将四元素的论述过度贬低为附带的余论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#2

τῶν δὲ σωμάτων, ὡς μὲν Ἀλέξανδρος εἴποι ἄν, τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ τῶν ἁπλῶν τὸ μὲν ἀίδιον καὶ κυκλοφορικόν, τὰ δὲ ἐν γενέσει καὶ εὐθύπορα, καὶ περὶ πάντων τούτων τὸν ταύτης εἶναι τῆς πραγματείας σκοπόν φησι καὶ περὶ τοῦ ἐκ πάντων συγκειμένου κόσμου· ὡς δὲ οἱ ἕτεροί φασι, τῶν φυσικῶν σωμάτων τὸ μέν ἐστιν ἀίδιον, περὶ οὗ ἡ παροῦσα πραγματεία, τὰ δὲ ἐν γενέσει καὶ φθορᾷ, περὶ ὧν μέλλων διδάσκειν κοινῶς πρῶτον περὶ γενέσεως καὶ φθορᾶς ἐποιήσατο τὸν λόγον καὶ τότε τῶν γενητῶν καὶ φθαρτῶν τὰ μὲν ἐν τοῖς μετεώροις διὰ τῶν Μετεωρολογικῶν παραδέδωκεν, τῶν δὲ ἐν γῇ συνθέτων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα· καὶ περὶ μὲν τῶν ἀψύχων τὰ περὶ μετάλλων γεγραμμένα διδάσκει, τῶν δὲ ἐμψύχων τὰ μὲν ἐστιν αἰσθητικὰ καὶ κατὰ τόπον κινούμενα ὡς τὰ ζῷα, τὰ δὲ ἀναίσθητα καὶ κατερριζωμένα ὡς τὰ φυτά· καὶ δὴ καὶ περὶ φυτῶν αὐτῷ γέγραπται καὶ περὶ ζῴων, τὰ μὲν κοινῶς ὡς τὰ περὶ γενέσεως αὐτῶν καὶ περὶ μορίων διαφορᾶς καὶ χρείας καὶ περὶ κινήσεως καὶ ἐνεργείας, ἐν οἷς τά τε Περὶ πορείας ζῴων καὶ Περὶ μνήμης καὶ ἐγρηγόρσεως, τὰ δὲ ἰδίως καθ’ ἕκαστον εἶδος τῶν ζῴων ἡ Περὶ ζῴων ἱστορία παραδίδωσι. τοιαύτης οὖν οὔσης τῆς διαιρέσεως δῆλον, ὅτι μετὰ τὴν Φυσικὴν ἀκρόασιν ταύτην ἀναληπτέον τὴν πραγματείαν κατὰ πάντας τοὺς ἐξηγητὰς τῶν Ἀριστοτέλους, ἀλλ’ ἢ ὡς περὶ κόσμου καὶ τῶν ἐν αὐτῷ πέντε σωμάτων τῶν ἁπλῶν ἢ ὡς περὶ τοῦ ἀιδίου καὶ κυκλοφορικοῦ σώματος. μήποτε δὲ χρὴ φάναι1 πρὸς μὲν τὸν Ἀλέξανδρον λέγοντα σαφῶς περί τε τοῦ κόσμου παντὸς καὶ περὶ πάντων τῶν ἁπλῶν σωμάτων τὸν λόγον ἐν τούτοις ποιεῖσθαι τὸν Ἀριστοτέλην πρῶτον μέν, ὅτι ἕνα χρὴ τὸν σκοπὸν εἶναι πάσης πραγματείας εἰς ἓν βλέποντα καὶ πρὸς ἐκεῖνο τὰ κατὰ μέρος αὐτῆς συνυφαίνοντα· ἔπειτα ὅτι οὐ φαίνεται περὶ τοῦ κόσμου διδάσκων ἐν τούτοις, ὥσπερ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ τάς τε ἀρχὰς τῶν φυσικῶν, ὕλην τε καὶ εἶδος καὶ κίνησιν καὶ χρόνον, καὶ τὴν κοινὴν σύστασιν τοῦ κόσμου παραδέδωκε καὶ ἰδίᾳ περί τε τῶν οὐρανίων καὶ περὶ τῶν ὑπὸ σελήνην ἐδίδαξε καὶ τούτων τά τε μετέωρα πολυπραγμονεῖ καὶ τὰ ἐν γῇ μέταλλα καὶ φυτὰ καὶ ζῷα καὶ μέχρι τῆς ἀνθρώπου συστάσεως καὶ τῶν μορίων αὐτοῦ· ἐνταῦθα δὲ ἐλάχιστα περὶ τοῦ κόσμου παντὸς εἴρηται καὶ ταῦτα, ὅσα κοινὰ πρὸς τὸν οὐρανὸν ἦν αὐτῷ, ὅτι ἀίδιος καὶ πεπερασμένος τῷ μεγέθει καὶ εἷς, καὶ ταῦτα διὰ τὸν οὐρανὸν ἔχων,2 ὅτι ἀίδιος οὗτος καὶ πεπερασμένος καὶ εἷς. ἀλλ’ εἰ βούλοιτό τις τὴν περὶ κόσμου θεωρίαν τοῦ Ἀριστοτέλους ὁρᾶν, ἐν πάσαις αὐτὸν ἅμα ταῖς φυσικαῖς ἑαυτοῦ πραγματείαις τὸν περὶ κόσμου λόγον ἀποδεδωκέναι ῥητέον. ἀμέλει καὶ Νικόλαος ὁ Περιπατητικός, εἴ τι μέμνημαι, Περὶ τοῦ παντὸς ἐπιγράψας περὶ πάντων τῶν ἐν τῷ κόσμῳ κατ’ εἴδη ποιεῖται τὸν λόγον. ἀλλὰ καὶ αὐτὸς Ἀριστοτέλης καὶ ἐν τῷ τρίτῳ βιβλίῳ ταύτης τῆς πραγματείας περὶ τῶν ἐν αὐτῇ λεγομένων συνῃρημένως ἐκθέμενος καὶ ἐν τῷ τῶν Μετεωρολογικῶν προοιμίῳ οὐδετέρωθι περὶ κόσμου φησὶν εἰρηκέναι οὐδὲ οὕτως περὶ οὐρανοῦ ὡς περὶ κόσμου,3 κἂν ἐστί τι τοῦ οὐρανοῦ καὶ παρ’ αὐτῷ σημαινόμενον [τὸ] τὸν ὅλον κόσμον δηλοῦν· παραθήσομαι δὲ μετ’ ὀλίγον οἰκειοτέρως τὰς περὶ τούτων ῥήσεις. πρὸς δὲ τοὺς ἑτέρους ἐξηγητὰς ῥητέον, ὅτι οὐ δοκεῖ πάρεργος ὁ περὶ τῶν τεσσάρων στοιχείων ἐν τούτοις λόγος οὔτε διὰ τὴν περὶ τῶν οὐρανίων ἁπλῶς θεωρίαν παραλαμβάνεσθαι, ἀλλὰ προηγουμένως περὶ αὐτῶν διδάσκει.

另一方面,关于物体,正如亚历山大会说的那样,一部分是简单的,一部分是复合的;而在简单的物体中,一种是永恒且作圆周运动的,另一些则处于生成中且作直线运动;他说这部著作的旨趣是关于所有这些物体以及由这一切构成的宇宙。但正如另一派注疏家所言,自然物体中,一种是永恒的,这便是本著作所论述的,另一些则处于生成与毁灭中;为了对这些进行教导,他首先就生成与毁灭作了通论性的论述,然后对于那些可生成与可毁灭的事物,一部分即气象中的事物,他通过《气象学》作了传授,而地上复合的事物中,一部分是有灵魂的,一部分是无灵魂的。关于无灵魂的事物,关于矿物的著作作了教导;而在有灵魂的事物中,一部分具有感觉并作空间运动,如动物,另一部分没有感觉且扎根于地,如植物。事实上,关于植物与动物他都有所著述:一部分是普遍性的,如关于它们的生成、器官的差异与功用,以及运动与活动,其中包括《动物行进论》以及《论记忆与觉醒》;另一部分则是《动物志》按照动物的每一物种个别地传授的。因此,既然存在这样的划分,显而易见,根据亚里士多德的所有注疏家,在《物理学讲义》之后应当研习这部著作,但或者被视作关于宇宙及其中的五种简单物体的,或者被视作关于永恒且作圆周运动的物体的。然而,针对亚历山大明确主张亚里士多德在这些篇章中不仅论及整个宇宙而且论及所有简单物体这一点,或许必须首先说明:任何一部著作的旨趣都应当是单一的,着眼于一个对象,并将其各个局部朝着该对象编织在一起;其次,他在这里显然并未像柏拉图在《蒂迈欧篇》中那样对宇宙进行教导,柏拉图不仅传授了自然事物的原理——质料、形式、运动与时间——以及宇宙的共同结构,而且分别对天上的事物与月下的事物进行了教导,并在其中详加探讨了气象现象以及地上的矿物、植物和动物,直至人的结构及其器官;而在这里,关于整个宇宙所谈极少,而且这些内容也仅限于它与天所共有的那些属性,即永恒、体积有限以及单一,并且宇宙之所以具有这些属性乃是由于天,因为天是永恒、有限且单一的。但是,如果有人想要考察亚里士多德关于宇宙的探究,应当说他是在自己所有的自然学著作中整体地提供了关于宇宙的论述。诚然,如果我没有记错,逍遥学派的尼古拉在其题为《论宇宙》的著作中,也是按照各个物种对宇宙中的一切事物进行论述的。而且亚里士多德本人在本书第三卷对其所论内容进行总结阐述时,以及在《气象学》的序言中,在这两处都未曾说过自己论述过宇宙,也未曾把天作为宇宙来谈论,即使在他那里“天”的一个含义确实指代整个宇宙;关于这些论述,我稍后将在更恰当的段落中予以援引。但针对另一派注疏家则必须指出:在这些篇章中关于四元素的论述并不像是附带的余论,也非单纯为了对天体的考察而被引入,相反,他是首要地对它们进行教导的。

语法注3 条
  1. 1.0μήποτε δὲ χρὴ φάναι

    μήποτε 习惯用于引出审慎的论断或委婉的反驳(意为“或许必须说明/或许应当指出”),直接接直陈式动词 χρὴ(加不定式 φάναι),用以引出针对亚历山大观点的反驳。

  2. 1.0καὶ ταῦτα διὰ τὸν οὐρανὸν ἔχων

    分词 ἔχων 的逻辑主语是前句中所述的“整个宇宙”(ὁ κόσμος)。虽然它在语法上不是主句动词 εἴρηται 的主语,但在句意上修饰宇宙,说明宇宙之所以具有这些属性乃是凭借(派生于)天体自身。

  3. 1.0οὐδετέρωθι περὶ κόσμου φησὶν εἰρηκέναι οὐδὲ οὕτως περὶ οὐρανοῦ ὡς περὶ κόσμου

    φησίν 的主语是亚里士多德。句式为双重否定呼应(οὐδετέρωθι “在两处皆不” 与 οὐδέ),统辖间接引语完成时不定式 εἰρηκέναι,骨架为:“他在两处都未曾说过自己谈论过宇宙,亦未曾把天作为宇宙来谈论”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:2.25-4.7