- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:398.10-399.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论天》286a12提出的问题,辛普里丘结合亚历山大和尼古拉的解释,说明了天球若作圆周运动则其中心必然存在静止的物体,并论证了为何这一静止之物不能是天界(第五元素)的一部分,而必然是可毁灭且沉重的元素(大地)。
" Διὰ τί οὖν οὐχ ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τοιοῦτον ἕως τοῦ ὕστερον δὲ πειρατέον δεῖξαι." Δείξας, ὅτι θεῖον σῶμα ὢν ὁ οὐρανὸς ἀίδιον κίνησιν κινεῖται καὶ διὰ τοῦτο ἐγκύκλιον, ζητεῖ, διὰ τί μὴ τὸ ὅλον τοῦ οὐρανοῦ σῶμα τοιοῦτόν ἐστι, τουτέστιν κυκλοφορητικόν, μίαν καὶ ἁπλῆν κινούμενον κίνησιν· οὐρανὸν δὲ νῦν τὸν κόσμον λέγει· καὶ ἀποκρίνεται, ὅτι ἀνάγκη μένειν τι τοῦ σώματος τοῦ φερομένου κύκλῳ τὸ ἐπὶ τοῦ μέσου.1 τὸ γὰρ κύκλῳ κυρίως κινούμενον καὶ μὴ κινούμενον ἔχει τι πάντως ἐν τῷ μέσῳ, περὶ ὃ μένον κινήσεται· καὶ γὰρ καὶ καθόλου, εἰ μέλλοι τι κινεῖσθαι κατὰ τόπον, ἀνάγκη μένειν τι σῶμα, ἀφ’ οὗ κινήσεται ἢ περὶ ὅ, ὡς δέδεικται ἐν τῷ Περὶ κινήσεως ζῴων. εἰ γὰρ λέγοι τις, ὅτι περὶ τὸ κέντρον τὸ αὑτοῦ κινήσεται, ἀδύνατα δόξει λέγειν· τὸ γὰρ κέντρον ἀσώματον πέρας ὂν οὐχ οἷόν τε μένειν κινουμένων τούτων, ὧν πέρας ἐστίν·2 οὐ γὰρ καθ’ αὑτὸ ὑφέστηκε τὸ κέντρον· μὴ μένοντος δὲ τοῦ κέντρου οὐδ’ ἂν τὸ πᾶν ἐν τῷ αὐτῷ περιφέροιτο. Ὁ δὲ Ἀλέξανδρος καὶ ταύτην λέγων τὴν ἐξήγησιν τὴν ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τὸν κόσμον λέγεσθαι νομίζουσαν προτιμᾷ ὅμως3 ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τὸ κυκλοφορητικὸν ἀκούειν, ὥστε τούτου ἐν τῷ μέσῳ μένειν τι, περὶ ὃ κινήσεται. καίτοι τὸ μένον καὶ ἐπὶ τῆς τῶν ἄλλων ζῴων κινήσεως αὐτοῦ τί ἐστι τοῦ κινουμένου μέρος, καὶ μέντοι καὶ αὐτὸς ὁ Ἀριστοτέλης νῦν εἶπεν, ὅτι ἀνάγκη τοῦ σώματός τι τοῦ φερομένου μένειν ἐπὶ τοῦ μέσου· ἡ δὲ γῆ τοῦ κόσμου μέρος τί ἐστιν, οὐ μέντοι τοῦ οὐρανοῦ. καὶ τούτῳ καὶ αὐτὸς ἐπιστήσας εἶπε4 τούτου δὲ οὐθὲν οἷόν τε μένειν μόριον, τούτου λέγων τοῦ κυκλοφορητικοῦ, ἀλλ’ οὐ τοῦ κόσμου, περὶ οὗ τὰ πρῶτα εἴρητο. καὶ κατασκευάζει διὰ πλειόνων, ὅτι οὐκ ἔστι τοῦ οὐρανοῦ μέρος ἡ γῆ, καίτοι τοῦ κινουμένου κύκλῳ μέρος εἶναι βούλεται τὸ μένον ἐν τῷ μέσῳ. καὶ Νικόλαος δὲ ὁ Περιπατητικὸς παραφράζων τὰ ἐνταῦθα λεγόμενα ἐν τοῖς Περὶ τῆς Ἀριστοτέλους φιλοσοφίας οὕτω τέθεικε τὴν λέξιν “διὰ τί οὖν οὐχ ὅλος ὁ κόσμος τοιοῦτος; ὅτι ἀνάγκη μένειν τι περὶ τὸ μέσον τοῦ κύκλῳ φερομένου· τὸ δὲ πέμπτον σῶμα οὔτε μένειν ἠδύνατο οὔτε ἐν μέσῳ εἶναι”. καὶ αὐτὸς δὲ ὁ Ἀλέξανδρος καλῶς τῷ Ἀριστοτέλει παρακολουθεῖ δεικνύντι τὸ μένον ἐπὶ τοῦ μέσου μόριόν τι μὴ εἶναι τοῦ κυκλοφορητικοῦ· οὐδὲν γὰρ τούτου μένειν οἷόν τε οὔτε ἀλλαχοῦ που· πάντῃ γὰρ αὐτῷ κίνησις ἀΐδιος ὑπάρχει· οὔτε ἔτι μᾶλλον ἐπὶ τοῦ μέσου. εἰ γὰρ ἔμενεν ἐπὶ τοῦ μέσου κατὰ φύσιν, καὶ ἐφέρετο ἂν εἰς τοῦτο κατὰ φύσιν· ἐν ᾧ γάρ τι μένει κατὰ φύσιν, καὶ φέρεται εἰς τοῦτο κατὰ φύσιν· καὶ ἦν αὐτῷ ἡ κατὰ φύσιν κίνησις αὕτη· μία δὲ ἡ κατὰ φύσιν ἑκάστῳ τῶν ἁπλῶν, τούτῳ δὲ ἡ κύκλῳ κίνησις κατὰ φύσιν, εἴπερ ἀΐδιος· οὐκ ἄρα ἡ ἐπὶ τὸ μέσον κατὰ φύσιν· οὐδὲ ἄρα ἡ ἐν τῷ μέσῳ μονὴ οὔτε τῷ ὅλῳ οὔτε τῷ μέρει αὐτοῦ κατὰ φύσιν. ἀλλ’ οὐδὲ παρὰ φύσιν· τοῦτο μὲν γὰρ κυκλοφορητικὸν〈ὂν〉 ἀΐδιον ἔχει τὴν κίνησιν, τὸ δὲ παρὰ φύσιν οὐκ ἀΐδιον· ὕστερον γάρ ἐστιν τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν, διότι ἔκστασίς ἐστι τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἐν τῇ γενέσει, τὸ δὲ ἐξιστάμενόν τινος καὶ παρυφιστάμενον ὕστερόν ἐστιν τούτου, οὗ ἐξίσταται. καὶ ὅλως, εἰ ἐν τῇ γενέσει τὸ παρὰ φύσιν, ἔνθα οὐδὲ τὸ κατὰ φύσιν ἀΐδιόν ἐστιν, πῶς ἂν εἴη τὸ παρὰ φύσιν ἀΐδιον; κἂν γὰρ ᾖ ἀεὶ τὸ παρὰ φύσιν ἐν τῇ γενέσει ὥσπερ καὶ τὸ κατὰ φύσιν, ἀλλὰ ἄλλοτε ἄλλο καὶ οὐ τὸ αὐτὸ ἀεί, ὥσπερ ὁ οὐρανὸς κατὰ φύσιν ὁ αὐτὸς τῷ ἀριθμῷ ἀεί. ἀνάγκη τοίνυν τὸ ἐπὶ τοῦ μέσου μηδὲν ὂν τοῦ ἀϊδίου σώματος μὴ ἀΐδιον εἶναι, ἀλλὰ φθαρτὸν καὶ βαρὺ καὶ μόνιμον καὶ διὰ τοῦτο καὶ ψυχρὸν καὶ ξηρόν· τὰ γὰρ φθαρτὰ ταῖς παθητικαῖς ταύταις ποιότησιν εἰδοποιεῖται· βαρὺ δὲ καὶ ψυχρὸν καὶ ξηρόν ἐστιν ἡ γῆ. καὶ ὅτι ἡ γῆ ἐν τῷ μέσῳ, καὶ ἤδη μὲν ἔδειξε τοῦ βαρέος τὸν μέσον δείξας τόπον οἰκεῖον, ἡ δὲ γῆ τοιοῦτον, δείξει δὲ καὶ ἐπὶ τέλει τούτου τοῦ βιβλίου.
“那么,为什么天体的全部不是这样的”直至“但我们稍后必须尝试予以证明”。 在证明了天作为神圣物体作永恒运动并因此作圆周运动之后,他探讨了为什么天体的全部不是这样的,即并非都是作单一且单纯运动的作圆周运行者——他现在将宇宙称为“天” ——并回答说,处于中心位置的作圆周运动的物体的某一部分必然处于静止。因为真正作圆周运动者,亦即并非整体位移者,无论如何都在中心拥有某物,环绕着保持静止的它运动;因为一般而言,若有某物要作空间运动,就必然有某种物体保持静止,或者作为它运动的起点,或者作为它围绕运动的中心,正如在《论动物运动》中所证明的那样。因为如果有人说它是围绕自身的中心运动,这似乎是在说不可能之事;因为中心作为非物体的极限,当它作为其极限的那些事物处于运动中时,它不可能保持静止;因为中心并非依自身而自存;而若中心不保持静止,整体也就无法在同一处周转运行。 然而亚历山大在陈述这种认为“天体的全部”系指宇宙的解释的同时,却宁可将“天体的全部”理解为作圆周运行的物体,从而它的某一部分在中心保持静止,围绕着它运动。然而,在其他动物的运动中,保持静止者亦是运动者自身的某个部分,并且亚里士多德本人方才也确实说过,作圆周运动的物体的某一部分必然在中心保持静止;可是大地是宇宙的一部分,却绝非天的一部分。他自己也注意到了这一点,因而说道“但它的任何一部分都不可能保持静止”,这里说“它的”是指作圆周运行的物体,而非指一开始所谈论的宇宙。并且他通过多条论证确立了大地不是天的一部分,尽管他主张留存在中心者乃是作圆周运动者的一部分。逍遥学派的尼古拉在《论亚里士多德的哲学》中改述此处所言时,亦如下陈述其文句:“那么,为什么不是整个宇宙都是这样的?因为环绕作圆周运动之物的中心必然有某物保持静止;但第五元素既不能保持静止,亦不能位于中心。”而亚历山大本人也很好地跟随着亚里士多德,表明留存在中心者并非作圆周运行者的某个部分;因为这物体的任何部分都绝不可能在其他任何地方保持静止——因为在任何地方它都具有永恒运动——而在中心就更是如此。因为如果它依本性在中心保持静止,它也将依本性被带向这里;因为凡物依本性在何处静止,亦依本性被带向何处;而这就会是它依本性的运动。然而对于单纯物体中的每一者而言,依本性的运动只有一种,而对于此物而言,如果其运动是永恒的,依本性的运动便是圆周运动;因此朝向中心的运动并非依本性的;从而在中心的留存对于其整体和部分而言都非依本性的。但这亦不可能违背本性;因为此物作为作圆周运行者具有永恒运动,而违背本性者并非永恒;因为违背本性者后于依本性者,乃是由于在生成中违背本性者是依本性者的偏离,而偏离某物并附带产生者,必然滞后于它所偏离之物。总而言之,如果违背本性者存在于生成之中,而在生成之中就连依本性者都不是永恒的,违背本性者又怎能是永恒的呢?因为即便在生成中违背本性者正如依本性者一样常在,但它亦是时而为此时而为彼,并非总是同一个,正如天依本性在数量上总是同一个那样。因此,处于中心且绝非永恒物体之部分的物体,必然不是永恒的,而是可毁灭的、沉重的、静止的,并因此亦是冷与干的;因为可毁灭之物正是由这些受动性质所规定其形式的;而大地即是沉重、冷且干的。大地位于中心这一事实,他此前通过证明中心是沉重之物的固有处所已经指明——而大地正是这种事物——并且他亦将在本卷末尾予以证明。
- 2.12ἀνάγκη μένειν τι τοῦ σώματος τοῦ φερομένου κύκλῳ τὸ ἐπὶ τοῦ μέσου
在主语短语中,tò epì toû mésou(处于中心者)作为限定性同位语附属于 ti toû sṓmatos toû pheroménou kýklōi(作圆周运动的物体的某物),句构意为“作圆周运动的物体的某一部分,即处于中心者,必然保持静止”。
- 2.12κινουμένων τούτων, ὧν πέρας ἐστίν
独立属格结构。toútōn 指以中心为极限的诸物体,hō̂n 为关系代名词属格,作 péras 的定语修饰,意为“当它作为其极限的那些事物处于运动中时”。
- 2.12καὶ ταύτην λέγων τὴν ἐξήγησιν τὴν ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τὸν κόσμον λέγεσθαι νομίζουσαν προτιμᾷ ὅμως
主句动词为 προτιμᾷ,主语为 Ὁ δὲ Ἀλέξανδρος。分词 λέγων 带有让步意味(“尽管陈述了……”),与后文的 ὅμως(“然而/依然”)相呼应。分词 τὴν νομίζουσαν 作定语修饰 τὴν ἐξήγησιν,其后带受格加不定词结构,其中 ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ 为主格性受格,τὸν κόσμον 为 λέγεσθαι 的补足受格。
- 2.12τούτῳ καὶ αὐτὸς ἐπιστήσας εἶπε
ἐπιστήσας 为 ἐφίστημι(使留心、注意)的主动不定过去时分词,支配与格 toútōi。主语 αὐτός 指上方刚提到的亚里士多德本人,意即“亚里士多德本人也注意到了这一点,因而说道……”。
