- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:396.26-398.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德关于“凡有功用之物皆为其功用而存在”的公理,推导出天球具有不朽性与永恒圆周运动的论证链条,并结合叙利亚努斯等人的见解,解答了关于实体与活动之优劣、以及不朽为何是神圣动物之现实活动的疑难。
" Ἕκαστον δέ, ὧν ἔστιν ἔργον ἕως τοῦ ὃ φύσει κινεῖται κύκλῳ ἀεί." Τὴν αἰτίαν προθέμενος εἰπεῖν τῆς ἀντικινήσεως τῶν οὐρανίων σφαιρῶν ὡς ἀξίωμα προλαμβάνει τὸ ἕκαστον, ὧν ἔστιν ἔργον, ἕνεκα τοῦ ἔργου εἶναι,1 ἔργον καὶ τὸ ἀποτέλεσμα καὶ τὴν ἐνέργειαν καλῶν, ὡς δηλοῖ ἐπαγαγὼν θεοῦ ἐνέργεια ἀθανασία. καὶ γὰρ αἱ δυνάμεις αἱ κατὰ τὰς τέχνας καὶ τὰς ἐπιστήμας τῶν κατ’ αὐτὰς ἐνεργειῶν ἕνεκέν εἰσιν, ὡς ἔστι προχειριζόμενον ἑκάστας ἰδεῖν καὶ τὰς θεωρητικὰς καὶ τὰς ποιητικὰς καὶ τὰς πρακτικάς. καὶ γὰρ γεωμετρίας τέλος τὸ γνῶναι τὰ τοῖς μεγέθεσιν ὑπάρχοντα καὶ οἰκοδομικῆς τὸ οἰκοδομῆσαι καὶ αὐλητικῆς τὸ αὐλῆσαι καὶ ἐπὶ τῶν φυσικῶν ἔτι μᾶλλον· ἵππος γὰρ τοῦ τρέχειν ἕνεκεν καὶ ἄνθρωπος τοῦ πράττειν καὶ θεωρεῖν. οὕτω δὲ καὶ τῶν ἐν τῷ σώματι μορίων ἕκαστον τῆς ἐνεργείας αὐτοῦ ἕνεκεν ἔστιν, ἧς δεῖται τὸ ζῷον. ἐπεὶ οὖν ἕκαστον, ὧν ἔστιν ἐνέργεια, διὰ τὴν ἐνέργειαν ἔστι, τοῦ δὲ θείου σώματος· τοῦτο γὰρ θεὸν καλεῖ νῦν· ἐνέργεια ἀθανασία ἐστί, τὸ ἄρα θεῖον σῶμα ἀθάνατόν ἐστι καὶ ἐν τούτῳ ἔχει τὸ εἶναι. ἀληθὲς οὖν εἰπεῖν, ὅτι ὁ οὐρανὸς θεός· ὁ τοιοῦτος θεὸς θεῖον σῶμά ἐστι· τὸ θεῖον σῶμα ζωὴν ἀΐδιον ἔχει· τὸ ζωὴν ἀΐδιον ἔχον κίνησιν ἀΐδιον ἔχει τὴν κατὰ τόπον· τὸ ἀΐδιον κίνησιν τοπικὴν ἔχον ἐγκύκλιον κίνησιν κινεῖται· αὕτη γὰρ μόνη δέδεικται δυναμένη ἀΐδιος εἶναι, διότι καὶ συνεχὴς αὕτη μόνη· ἐπ’ εὐθείας γὰρ ἄπειρος μὲν οὐκ ἔστιν, αἱ δὲ πεπερασμέναι, ὅταν ἀνακάμπτωσι, στάσει διαλαμβάνονται. Οὕτω μὲν οὖν, ὅτι κύκλῳ κινεῖται ὁ οὐρανός, ἔδειξεν ἐκ τοῦ θεὸν ὄντα καὶ θεῖον ζῷον ἀΐδιον ἔχειν τὴν κατὰ τόπον κίνησιν, τοιαύτην δὲ μόνην εἶναι τὴν ἐγκύκλιον. τῶν δὲ λημμάτων ἕκαστον ἐπισκεπτέον καὶ πρῶτόν γε τὸ πρῶτον ἀξίωμα τοῦ λόγου. εἰ γὰρ ἡ οὐσία κρείττων πανταχοῦ καὶ οἰστικὴ τῆς ἐνεργείας2 καὶ ἐπὶ τῶν τεχνῶν καὶ ἐπιστημῶν αἱ ἕξεις τῶν ἐνεργειῶν οἰστικαί, πῶς ἀληθές, ὅτι ἕκαστον, ὧν ἔστιν ἐνέργεια, ἕνεκα τῆς ἐνεργείας ἔστι; δεύτερον δέ, πῶς ἐνέργεια τοῦ θείου ζῴου ἡ ἀθανασία, εἴπερ τῆς οὐσίας αὐτοῦ συστατική ἐστιν, ὡς τὸ θνητὸν τοῦ ἀνθρώπου, καὶ δῆλον, ὅτι διαφορὰ καὶ πάθος τοῦ ἀνθρώπου ἐστίν, ἀλλ’ οὐκ ἐνέργεια; ἢ πρὸς τοῦτο τέως ῥητέον ἓν μέν, ὅτι οἱ θεοὶ ἀπαθεῖς ὄντες, ὡς πρότερον δέδεικται, τὰς τελειωτικὰς μεθέξεις οὐκ ἔχουσι παθητικάς, ὡς ὁ ἄνθρωπος, ἀλλ’ ἐνεργητικάς. ὡς οὖν τὸ λογικὸν καὶ νοερὸν ἐν αὐτοῖς οὐκ ἔστι παθητικόν, ἀλλ’ ἐνεργητικόν, ἐπειδὴ οὐδὲ ἔξωθεν τὸ ὅλον ἔχουσιν, ἀλλὰ καὶ ἑαυτοῖς ταῦτα παρέχουσιν, οὕτως οὐδὲ ἡ ἀΐδιος κίνησις πάθος, ἀλλ’ ἐνέργεια. καὶ ἄλλως δέ, ἐπειδὴ θεῖον σῶμα ὁ οὐρανός, αἱ δὲ τῶν σωμάτων ἐνέργειαι κινήσεις εἰσίν, ὡς θεῖον ἀΐδιον ἀνάγκη κίνησιν ἔχειν. ἔπειτα, ὡς ὁ μέγας Συριανὸς ἐπέβαλεν, ὅτι ἐνέργειαν τοῦ θεοῦ τοῦ κόσμου τὴν ἀθανασίαν λέγει, διότι ἐπεστραμμένος πρὸς τὸν νοῦν καὶ ὁρῶν αὐτὸν ἀθάνατον καὶ ἀΐδιον ὀρέγεται τῆς ἐν αὐτῷ ἀθανασίας ὡς τέλους καὶ ἀγαθοῦ οἰκείου καὶ τυγχάνων ἐνεργεῖ αὐτὴν ἀϊδίως κινούμενος. ἐκ δὴ τούτου καὶ τὸ πρότερον, οἶμαι, τῶν ζητηθέντων λυτέον· ὧν γὰρ ἔστιν ἐνέργειά τις ὡς τέλος καὶ τὸ ἀγαθόν, ταῦτα τῆς ἐνεργείας ἕνεκεν ἔστι καὶ τοῦ ἔργου ὡς ἀποτελέσματος, ὥσπερ τοῦ θείου ζῴου ἐνέργειά ἐστι καὶ ἔργον τελειωτικὸν ἡ ἀθανασία, καὶ ταύτης ἕνεκεν ἔστιν, ἵνα ᾖ θεῖον ζῷον· ἕκαστον γὰρ ἐν τούτῳ ἐστίν, ἐν ᾧ τὸ εἶναι αὐτῷ, τὸ δὲ εἶναι τῷ θείῳ ζῴῳ ἐν ἀιδίῳ ζωῇ καὶ ἀθανασίᾳ. καὶ αἱ ἐπιστῆμαι δὲ τελειωτικαὶ οὖσαι ἐνέργειαι εἰσι, καὶ ἀληθὲς εἰπεῖν, ὅτι ὁ ἐπιστήμων τέλος ἔχει τὸ κατ’ ἐνέργειαν εἶναι ἐπιστήμων. αἱ δὲ τέχναι διττὰς ἔχουσι τὰς ἐνεργείας τὰς μὲν ἔνδον κατὰ τὴν ἕξιν καὶ τὸ ἐνεργείᾳ· τῆς ἐπιστήμης οὖν ἕνεκεν λέγοιντο ἂν εἶναι τεχνῖται· διὰ γὰρ τὴν τελειότητα καὶ τὸ ἀγαθὸν τό γε ἑαυτοῦ ἔστιν ἕκαστον· τὰς δὲ ἔξω τεινομένας3 καὶ ἀπὸ τῆς ὀρέξεως προϊούσας· καὶ ὅ γε τοιοῦτος τεχνίτης ὁ εἰς τὸ ἐκτὸς βλέπων εἰκότως ἂν λέγοιτο τῆς ἐνεργείας ἕνεκεν εἶναι καὶ τοῦ ἀποτελέσματος.
“凡是有其功用之物,每一者”直至“它依本性总是作圆周运动”。 为了陈明诸天球反向运动的原因,他预先设立了一条公理:凡是有其功用之物,每一者都是为了这一功用而存在的;他将生成的结果与现实活动都称为“功用”,正如他随后补充说“神的现实活动乃是不朽”所表明的那样。事实上,依据诸技艺与诸学科的潜能,都是为了依据它们的现实活动而存在的,若将每一种技艺与学科拿出来考察,无论是理论性的、制作性的还是实践性的,都可以看到这一点。因为几何学的目的在于认识量度所具有的属性,营造术的目的在于建造,吹笛术的目的在于吹笛,而在自然事物中更是如此:马是为了奔跑而存在的,人是为了实践与观照而存在的。同样,身体中的每一个部分也是为了它自身的现实活动而存在的,而这种现实活动乃是动物所需要的。因此,既然凡是有现实活动之物,每一者都是因现实活动而存在,而神圣物体——因为他现在把这称为“神”——的现实活动是不朽,那么神圣物体便是不朽的,并且在此之中具有其存在。因此,说天是神乃是真实的;这样的神是神圣物体;神圣物体具有永恒的生命;具有永恒生命的物体具有空间上的永恒运动;具有空间永恒运动的物体作圆周运动;因为唯有这种运动被证明能够是永恒的,这是因为亦唯有这种运动是连续的;因为在直线上并不存在无限运动,而有限运动在折返时都会被静止所隔断。因此,他是通过天作为神和神圣动物而具有空间上的永恒运动,而唯有圆周运动才能如此,来证明天作圆周运动的。然而,对于这些前提中的每一条都必须加以考察,首先当考察该论证的第一条公理。因为,如果实体在任何地方都优于现实活动并且是现实活动的产生者,而在诸技艺与学科中其状态亦是现实活动的产生者,那么“凡是有现实活动之物,每一者都是为了现实活动而存在”怎么会是真实的呢?其次,如果说不朽构成了神圣动物的实体,正如会死构成人的实体那样,并且这显然是人的一种种差与受动状态,而非现实活动,那么不朽又怎么会是神圣动物的现实活动呢?对此暂且必须说明:其一,正如先前已证明的那样,诸神是无受动的,因而他们所具有的完满性分有并非像人那样是受动性的,而是能动性的。因此,正如他们之中的理性与理知并非受动性的而是能动性的——因为他们并非完全从外部接受它,而是自身亦向自身提供这些——,永恒的运动同样并非受动状态,而是现实活动。从另一角度而言亦是如此:既然天是神圣物体,而物体的现实活动乃是运动,那么作为神圣之物,它必然具有永恒运动。其次,正如伟大的叙利亚努斯所指出的,他之所以将不朽称为宇宙之神的现实活动,是因为它转向理智,看见理智是不朽且永恒的,便渴望获得在理智之中的不朽,以此作为目的与固有的善,并在达到这一目的时,通过永恒运动来施行这种现实活动。我认为,从这一点出发,此前所探讨的问题中较早的那一个亦必定迎刃而解:因为对于那些以某种现实活动为目的和善的事物而言,它们是为了现实活动、为了作为生成结果的功用而存在的,正如不朽是神圣动物的现实活动与完满功用,并且它为了这一活动而存在,以便成为神圣动物;因为每一事物都存在于其存在所系之处,而神圣动物的存在即在于永恒的生命与不朽。并且诸学科作为带来完满者乃是现实活动,说“有知识者以在现实中成为有知识者为目的”乃是真实的。然而技艺具有双重现实活动:一方面是依据状态和现实状态而处于内部的活动;因此,匠人可以说是因为知识而存在的,因为每一事物都是因其自身的完满与善而存在;另一方面则是向外伸展并由欲望所产生的活动;而这一朝向外部观望的匠人,自然可以说他是为了现实活动和生成的结果而存在的。
- 2.11ἕκαστον, ὧν ἔστιν ἔργον, ἕνεκα τοῦ ἔργου εἶναι
关系代词属格 ὧν 作为 ἔστιν 的属格补足语(所有属格),意为“凡具有功用的(每一物)”。主语 ἕκαστον 构成带不定式结构(ἕνεκα ... εἶναι)的宾格主语,作动词 προλαμβάνει 的宾语。
- 2.11οἰστικὴ τῆς ἐνεργείας
形容词 οἰστικός(源于 φέρω)支配宾格性属格 τῆς ἐνεργείας,意为“产生现实活动的”或“带来现实活动的”,构成了反对意见的核心前提,即实体作为始源产生现实活动而非为后者而存在。
- 2.11αἱ δὲ τέχναι διττὰς ἔχουσι τὰς ἐνεργείας τὰς μὲν ἔνδον κατὰ τὴν ἕξιν καὶ τὸ ἐνεργείᾳ ... τὰς δὲ ἔξω τεινομένας
直接宾语 διττὰς ... τὰς ἐνεργείας 通过 τὰς μὲν ἔνδον ... τὰς δὲ ἔξω τεινομένας 展开为两个同位成分。前者指依据品质和现实状态而处于内部的活动(知识的自我实现),后者指朝向外在结果的制作活动。
