← 辛普里丘

亚里士多德《论天》注释

§395.17-396.25

天球反向旋转的原因探究与证明的困难

辛普里丘就亚里士多德在286a3探讨恒星天与行星天反向旋转之原因进行注疏,指出由于圆周运动没有相反运动,既无法借助对立配对亦无法依质料必然性来解释,因而必须另寻原因;同时阐明因感官受限、认知遥远而导致天体问题证明的困难性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

" ‘ἐπεὶ δὲ οὐκ ἔστιν ἐναντία κίνησις ἡ κύκλῳ τῇ κύκλῳ ἕως τοῦ ἐνθένδε ληπτέα." Καὶ κατὰ τὴν τῶν προβλημάτων τάξιν ἀκόλουθον ἦν μετὰ τὴν σχετικὴν τῶν τοῦ θείου σώματος μορίων διαφορὰν κοινῶς ὑπάρχουσαν ἐν τῷ ἀπλανεῖ καὶ τῷ πλανᾶσθαι λεγομένῳ, καὶ περὶ τῆς κατὰ τὴν κίνησιν αὐτῶν διαφορᾶς ἐπισκέψασθαι, διὰ τί ἀνάπαλιν γίνεται. καὶ μέντοι ἐν τῷ συμπερανθέντι προβλήματι ἐμνημόνευσε τῆς ἀνάπαλιν ταύτης κινήσεως εἰκότως τὸ ἄνω καὶ κάτω διάφορον καθ’ ἑκατέραν τῶν κινήσεων δεικνύς, ἐπειδὴ καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν διάφορον, ἐξ ὧν τὸ ἄνω καὶ τὸ κάτω ἐλαμβάνετο· τὸ δὲ δεξιὸν καὶ ἀριστερὸν διάφορα, διότι διάφοροι αἱ τῶν κινήσεων ἀρχαί· αὗται δὲ διάφοροι, διότι ἀνάπαλιν αἱ κινήσεις. εἰς ταύτην οὖν τὴν αἰτίαν ἀναχθείσης ἐκείνης τῆς διαφορᾶς ἔδει καὶ ταύτης τὴν αἰτίαν ζητεῖν τὸν φιλομαθῆ, διὰ τίνα αἰτίαν ἡ ἀντικίνησις αὕτη γέγονε. καὶ πρῶτον μέν, ὅτι ἀναγκαία ἡ ζήτησις, δείκνυσιν, εἶτα, ὅτι καὶ χαλεπὴ ἡ εὕρεσις. καὶ τὸ μὲν ἀναγκαῖον δείκνυσιν οὕτω· τῆς ἀπλανοῦς κύκλῳ κινουμένης, εἰ ἦν, φησί, τῇ κύκλῳ κινήσει ἐναντία κίνησις κυκλική, ὥσπερ τῇ ἐπ’ εὐθείας τῇ ἄνω ἡ ἐπ’ εὐθείας ἡ κάτω, ἤρκει τῷ ζητοῦντι, διὰ τί τὸ πλανώμενον ἀνάπαλιν κινεῖται τῆς ἀπλανοῦς, ἀποκρίνασθαι, ὅτι τῆς κύκλῳ τῆς ἀπλανοῦς κινήσεως ἐχούσης ἐναντίαν ἔδει πάντως καὶ τὴν ἐναντίαν αὐτῇ ὑφεστηκέναι ταύτης ὑφεστώσης· τῶν γὰρ ἐναντίων ἐὰν τὸ ἕτερον ᾖ κατὰ φύσιν, ἀνάγκη καὶ τὸ ἕτερον εἶναι· πρὸς ἄλληλα γὰρ τὰ ἐναντία, τῶν δὲ πρός τι τοῦ ἑτέρου ὄντος1 ἀνάγκη καὶ θάτερον εἶναι· ἐπειδὴ δὲ ἀπεδείχθη, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, ἀργήσει πάντως ἡ ἀπὸ τούτου τῆς ἀντικινήσεως αἰτία, καὶ ἄλλην ζητεῖν ἀνάγκη. καί, ὡς φησιν ὁ καλὸς Ἀλέξανδρος ἐνταῦθα ἀνδριζόμενος, οὐδὲ φυσικὴν ἢ ὑλικὴν ἀνάγκην ἐπὶ τούτων αἰτιάσασθαι δυνατόν· ἡ γὰρ αὐτὴ ἀμφοῖν ὕλη· ἀλλὰ κατά τινα θείαν διοίκησίν τε καὶ διάταξιν ἀπολογίζεσθαι τὴν διαφοράν.2 τὸ δὲ χαλεπὸν τῆς ἐν τοῖς τοιούτοις αἰτιολογίας ἐδήλωσε διὰ τοῦ πόρρωθεν ἡμᾶς ποιεῖσθαι τὴν ταύτης ζήτησιν, οὐχ ὅτι τῷ τόπῳ πολὺ διεστήκαμεν ἐκείνων, ἀλλ’ ὅτι πολὺ μᾶλλον αὐτῶν διεστήκαμεν τῷ περὶ ὀλίγων συμβεβηκότων αὐτοῖς αἴσθησιν ἔχειν.3 εἰ γὰρ αἱ μὲν ἀποδείξεις ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων γίνονται, ἅπερ συμβεβηκότα αὐτὸς ἐκάλεσε, τῶν δὲ περὶ τὰ αἰσθητὰ ἀποδείξεων ἀνάγκη τὰς ἀρχὰς ἐκ τῆς αἰσθήσεως λαμβάνειν, ἐν οἷς ἀδυνατοῦμεν αἰσθάνεσθαι, ἐν τούτοις οὐδὲ ἀποδείξεων ῥᾴδιον εὐπορεῖν, ἀλλ’, ὡς ὁ Πλάτων φησίν, εἰκότας ἀνάγκη τοὺς περὶ τῶν τοιούτων γίνεσθαι λόγους, τοῦτο ὁ Πλάτων καὶ καθόλου ἐπὶ τῶν αἰσθητῶν καὶ εἰκονικῶν εἰπών. πάνυ δὲ ἀκριβῶς εἶπεν, οἶμαι, τὸ πλέον ἡμᾶς τῇ γνώσει διεστάναι ἤπερ τῷ τόπῳ· τὸ μὲν γὰρ μέχρι τοῦ οὐρανοῦ διάστημα κἂν πολλαπλάσιον ᾖ τοῦ μέχρι τινὸς ὁρατοῦ διαστήματος, οἷον τουδὶ τοῦ δένδρου, ἀλλ’ ἐν λόγῳ τινὶ πάντως ἐστίν, ἡ δὲ ἄγνοια τῶν ἐκείνοις ὑπαρχόντων πρὸς τὴν γνῶσιν τῶν ἐν τῷ δένδρῳ φαινομένων ἐν οὐδενὶ λόγῳ ἐστί.4 τοῦτο δὲ καὶ ἐνταῦθα συμβαίνει· τῶν γὰρ ἀπὸ δέκα σταδίων οὐκ αἰσθανόμεθα ὅλως, ἐὰν μὴ μετέωρα ᾖ· καίτοι τὸ διάστημα πρὸς τὸ τοῦ ὁρωμένου ἡμῖν διάστημα συμβλητόν ἐστιν.

“但是既然圆周运动并非与圆周运动相反”直至“必须从这里着手”。 即使依据论题的次序,在考察了神圣物体的诸部分在恒星天与所谓的漫游星体中所共有之相对差异之后,进而探讨它们依据运动而有的差异(为何反向发生),亦是顺理成章的。实际上,在已下结论的论题中,他亦理所当然地提到了这种反向运动,指出上与下依据两种运动中的每一种而有所不同,因为作为推导上与下之由来的右与左亦是不同的;而右与左之所以不同,是因为运动的诸本原不同;而这些本原之所以不同,则是因为运动是反向的。因此,既然那一差异已被归结到这一原因上,好学深思者便必须进一步追问这一原因本身的原因,即这一反向运动究竟是由何原因所造成的。他首先证明这一探讨是必然的,随后证明其发现亦是困难的。关于其必然性,他证明如下:他指出,在恒星天作圆周运动的情况下,假若存在着与圆周运动相反的圆周运动,正如向上直线运动有向下的直线运动与之相反那样,那么对于追问行星天为何与恒星天反向运动的人而言,只需回答说,由于恒星天的圆周运动具有相反者,当这一运动实存时,与其相反的运动亦必定完全实存,这就足够了。因为对于两个相反者而言,若其中一方是合乎本性的,则另一方亦必然存在;因为相反者是彼此相关的,而在关系物中,当一方存在时,另一方亦必然存在。然而,既然已经证明圆周运动并没有与之相反的运动,那么由相反性而推得的这一反向运动的原因就完全落空了,因而必然要寻找另一种原因。并且,正如卓越的亚历山大在此处表现得英勇果敢时所言,在这些事情上甚至不可能以物理的或质料的必然性为原因;因为两者的质料是相同的;而是必须依据某种神圣的治理与统序来说明这种差异。至于在诸如此类的事情中寻找原因之困难,他是通过我们从远处来进行对此的探讨而表明的;这并非因为我们在空间上与它们相隔遥远,而是因为我们对其所属的极少数偶性才有感知,从而在更大程度上与它们相隔绝。因为如果证明是由自身具有的属性——他自己称之为偶性——出发的,而关于可感觉事物的证明又必须从感知中获得本原,那么在那些我们无法感知的事情上,便根本不容易充分获得证明,反而正如柏拉图所说,关于此类事物的论述必然只能是合乎情理的推论——柏拉图对于普遍的可感觉事物和影像之物亦是这样说的。我认为,他说我们在认知上的隔绝甚于空间上的隔绝,是极其精确的;因为通往天体的距离哪怕是通往某一可见之物(例如眼前的这棵树)之距离的许多倍,但终究处于某种确定的比例之内,而我们对那些天体所属属性的无知,与我们对树上所显现之物的认知相比,则完全不在任何比例之内。而在我们身边的世界亦发生着同样的情况:因为对于十斯塔德之外的事物,除非它们高悬在空中,否则我们根本无法感知;然而这一距离与我们所能看见之物的距离相比,毕竟是具有可比性的。

语法注4 条
  1. 2.10τῶν δὲ πρός τι τοῦ ἑτέρου ὄντος

    τῶν πρός τι 是标明范围的限定性属格(在关系物之中),而 τοῦ ἑτέρου ὄντος 则构成属格绝对结构(当其中一方存在时)。此处阐明了支配相关项之共存的逻辑准则。

  2. 2.10ἀλλὰ κατά τινα θείαν διοίκησίν τε καὶ διάταξιν ἀπολογίζεσθαι τὴν διαφοράν

    不定词 ἀπολογίζεσθαι 与前句中的 οὐδὲ ... δυνατόν(亦不可能)相对立,需要补出表示必然性的词(如 ἀνάγκη 或 δεῖν)。在转述亚历山大的论述时,将否定质料必然性与诉诸神圣安排形成对照。

  3. 2.10τῷ περὶ ὀλίγων συμβεβηκότων αὐτοῖς αἴσθησιν ἔχειν

    由与格定冠词 τῷ 引导的不定词短语充当原因或手段与格(由于对属于它们的极少数偶性具有感知),附属于分离动词 διεστήκαμεν。它指明了我们与天体在认知上产生悬隔的根本原因。

  4. 2.10ἐν οὐδενὶ λόγῳ ἐστί

    与前句的 ἐν λόγῳ τινὶ πάντως ἐστίν(处于某种比例之内)形成鲜明对照。该表达在数学与修辞意义上指“完全不在任何比例之内”,即两者全然不可比拟。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:395.17-396.25