- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:394.1-395.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德《论天》285b28–285b33,指出在反向运动的行星天球中上下与左右的关系发生倒转,北极因而居于上部并与大众直觉相合,解释了此处略去前与后的原因,并剖析了本章结语中相关术语的含义。
" Ἀλλὰ τῆς μὲν δευτέρας περιφορᾶς ἕως τοῦ τοσαῦτα εἰρήσθω." Δείξας, ὅτι τὸ μὲν ἄνω τοῦ οὐρανοῦ κατὰ τὸν νότιόν ἐστι πόλον τὸν ἡμῖν ἀεὶ ἀφανῆ, τὸ δὲ κάτω κατὰ τὸν βόρειον, καὶ διὰ τοῦτο οἱ μὲν ἐν τῷ νοτίῳ ἡμισφαιρίῳ ἐν τῷ ἄνω οἰκοῦσι καὶ ἐν τῷ δεξιῷ, εἴπερ κατὰ τοὺς Πυθαγορείους τὸ ἄνω δεξιόν ἐστιν, ἡμεῖς δὲ ἐν τῷ κάτω καὶ τῷ ἀριστερῷ, ἀπὸ τοῦ δεξιοῦ καὶ τοῦ ἀριστεροῦ τὸ ἄνω καὶ κάτω συλλογισάμενος καὶ δεξιὸν τοῦ οὐρανοῦ λαβὼν τὸ ἀνατολικόν, ὅτι ἐκεῖθεν ἡ ἀρχὴ τῆς κινήσεως, εἰκότως ἐπέστησεν, ὅτι ταῦτα1 ἐπὶ τῆς ἀπλανοῦς τῆς ἀπ’ ἀνατολῶν κινουμένης καλῶς εἴρηται, ἐπὶ δὲ τῆς τῶν πλανήτων σφαίρας ὡς μιᾶς λαμβανομένης τὰ ἐναντία συμβαίνει. εἰ γὰρ δεξιὸν καὶ ἐπ’ ἐκείνης ἐστὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, πρὸς τῇ δύσει τῆς ἀπλανοῦς εἴη ἂν τὸ δεξιὸν τῆς πλανωμένης· εἰ δὲ τοῦτο, ἄνω μὲν ὁ βόρειος πόλος, κάτω δὲ ὁ νότιος, καὶ ἡμεῖς μὲν ἐν τοῖς ἄνω καὶ ἐν τοῖς δεξιοῖς ἐσμεν, ὡς ἂν εἴποιεν οἱ Πυθαγόρειοι, οἱ δὲ ἐν τῷ νοτίῳ ἡμισφαιρίῳ ἐν τοῖς κάτω καὶ τοῖς ἀριστεροῖς. αἴτιον δὲ τὸ ἀνάπαλιν τὴν ἀρχὴν εἶναι τῆς κινήσεως, τουτέστι τὸ δεξιόν, ἐν τῷ πλανωμένῳ· τούτου δὲ αἴτιον τὸ ἀνάπαλιν γίνεσθαι τὰς φοράς. καὶ τί μὲν καὶ τούτου αἴτιον, μετ’ ὀλίγον ζητήσει, ἐναντίας δὲ τὰς φορὰς ἀντὶ τοῦ ἀνάπαλιν γινομένας εἶπεν, ἐπεί, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, καὶ πρότερον αὐτὸς ἔδειξε διὰ πλειόνων καὶ πάλιν ἐρεῖ. εἰ δὲ τὸ μὲν ἄνω καὶ τὸ δεξιὸν ἀρχαί, τὸ μὲν τῆς αὐξήσεως, τὸ δὲ τῆς κατὰ τόπον κινήσεως, τὸ δὲ κάτω καὶ τὸ ἀριστερὸν τέλη τῶν αὐτῶν, συμβαίνει ὡς πρὸς τὴν 〈τῶν〉 πλανωμένων σφαῖραν ἡμᾶς μὲν ἐν τῇ ἀρχῇ οἰκεῖν, ἐκείνους δὲ πρὸς τῷ τέλει· ὥστε καὶ οἱ πολλοὶ λέγοντες ἄνω μὲν τὸν βόρειον πόλον εἶναι καὶ ἡμᾶς πρὸς τῷ ἄνω οἰκεῖν, κάτω δὲ τὸν νότιον καὶ ἐκείνους πρὸς τῷ κάτω, εἰ πρὸς τὸ πλανώμενον ἀφορῶντες λέγοιεν, ὀρθῶς λέγουσιν. Ἐπιζητήσοι δὲ ἄν τις εἰκότως, τί δήποτε τῶν διαστάσεων τούτων τὴν κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω ἀπολογισάμενος τὴν ἔμπροσθεν καὶ ὄπισθεν παρῆκε. καὶ ἔστι μὲν εἰπεῖν, ὅτι ἀπὸ τῶν εἰρημένων εὐσύνοπτος καὶ αὕτη γέγονεν· εἰ γὰρ ἡ ἀπὸ τῶν δεξιῶν ἀρχομένη κίνησις ἐπὶ τὰ πρόσω γίνεται, δῆλον, ὅτι ἀεὶ τὸ μὲν ὑπὲρ γῆν πρόσω ἐστί, τὸ δὲ ὑπὸ γῆν ὀπίσω, κἂν ἐκεῖνον φαντασθῇς τὸν ἐπὶ τοῦ ἄξονος ἀνακεκλιμένον ὕπτιον2 καὶ τὴν κεφαλὴν ἔχοντα πρὸς τῷ νοτίῳ πόλῳ, ἔμπροσθεν αὐτοῦ τὸ ἀεὶ ὑπὲρ γῆν ὄψει. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης μετὰ τὸν περὶ τοῦ σχήματος τοῦ οὐρανίου λόγον τὴν αἰτίαν τῆς ἐπὶ τοῦτο κινήσεως, ἐφ’ ὃ κινεῖται, ζητῶν τότε περὶ τοῦ ἔμπροσθεν διαλέξεται οἰκεῖον εὑρὼν τῷ προβλήματι τόπον, ὡς ἐκεῖ μαθησόμεθα.
“但是关于第二种旋转”直至“就说这么多吧”。 在证明了天的上部依据于对我们而言始终不可见的南极,下部依据于北极,且因此南半球的居民居于上部且居于右侧——假若依皮达哥拉斯学派的说法上部即是右侧——,而我们居于下部且居于左侧之后,他在从右与左推导出上与下、并设定天的右方为东方(因为运动的本原发端于彼处)之后,理所当然地指出:这些说法对于自东方运动的恒星天而言是说得很好的,但对于作为单一整体来把握的行星天球而言,得出的情况则正相反。因为如果在那一天球上运动本原所由发端之处亦是右侧,那么行星天的右侧就应当处于恒星天的西方;而若如此,北极即为上,南极即为下,我们便如皮达哥拉斯学派所说的那样处于上部且处于右侧,而南半球的居民则处于下部且处于左侧。其原因在于,在行星天中运动的本原即右侧是相反的;而这一情况的原因则在于旋转运动反向发生。至于这一情况的原因又是什么,他不久后将会探讨,但他以“相反的”旋转运动代替了反向发生的旋转运动,因为圆周运动并没有与之相反的运动,这一点他此前已通过多条论证予以证明,并且还将再次述及。然而,如果上与右是本原——前者是生长的本原,后者是空间运动的本原——,而下与左则是相同事物的终局,那么相对于行星天球而言,结果便是我们居于本原一侧,而他们居于终局一侧;因此,大众即使说北极在上而我们居于偏上的地方,南极在下而他们居于偏下的地方,若他们是着眼于行星天而言的,那么他们的说法便是正确的。 不过,人们完全可以合理地追问:在对依右与左以及上与下的这些维度做出说明之后,他究竟为何略去了前与后?对此可以说,即使是这一维度,从已述的内容中亦已变得一目了然;因为既然从右侧开始的运动是向前进行的,那么显而易见,地面之上的部分始终是前方,地面之下的部分始终是后方,哪怕你想象那个人仰卧于天轴之上、头朝向南极,你亦会看到在他前方的始终是地面之上的部分。而且亚里士多德本人在关于天体形状的论述之后,探讨天体朝其所运动的方向而运动的原因时,届时由于找到了适合该问题的位置,亦将论及前方,正如我们在彼处将会学到的那样。
"Περὶ μὲν οὖν τῶν κατὰ τὰς διαστάσεις τῶν μορίων καὶ τῶν κατὰ τόπον ὡρισμένων τοσαῦτα εἰρήσθω." Συμπερανάμενος λοιπὸν τὰ εἰρημένα τὰ μὲν κατὰ τὰς διαστάσεις τῶν μορίων τὸ μῆκος ἴσως καὶ τὸ πλάτος καὶ τὸ βάθος λέγει, τὰ δὲ κατὰ τόπον ὡρισμένα τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερὸν καὶ ἔμπροσθεν καὶ ὄπισθεν· αὗται γάρ εἰσι τόπων διαφοραί. μήποτε δὲ ἄμφω περὶ τῶν αὐτῶν τῶν ἓξ τοπικῶν διαστάσεων λέγεται,3 ὡς ἐξηγεῖται καὶ ὁ Ἀλέξανδρος. “διαστάσεις γὰρ τῶν μορίων τὸ ἄνω καὶ κάτω, φησί, καὶ τὰ σύστοιχα τούτοις· κατὰ γὰρ τὰς διαφορὰς ταύτας, φησί, τὰ μόρια διέστηκε· καὶ τὸ τῶν κατὰ τόπον ὡρισμένων εὐλόγως, φησίν, ἐπενήνοχε· τὰ γὰρ προειρημένα τοῖς τόποις ὥρισται. ἔτι δέ, φησί, κατὰ τόπον ὡρίσθη καὶ ἐδείχθη τὸ ἡμᾶς μὲν ἐν τῷ κάτω οἰκεῖν, τοὺς δὲ πρὸς τῷ νοτίῳ πόλῳ ἐν τῷ ἄνω.”
“关于依据各部分的维度而言者以及依据位置所确定者,就说这么多吧。” 在最后总结已述内容时,他所说的“依据各部分的维度而言者”或许是指长、宽、深,而“依据位置所确定者”则是指上与下、右与左、前与后;因为这些乃是位置的差异。但或许这两个说法所谈论的都是相同的六个空间维度,正如亚历山大所解释的那样。“因为各部分的维度,”他说,“乃是上与下及其同配物;因为依据这些差异,”他说,“各部分彼此分隔;而他合乎情理地加上了‘依据位置所确定者’,”他说,“因为上述诸维度乃是由位置所确定的。此外,”他说,“我们居于下部,而靠近南极的人居于上部,这亦是依据位置所确定并得到证明的。”
- 2.8Δείξας, ὅτι τὸ μὲν ἄνω ... εἰκότως ἐπέστησεν, ὅτι ταῦτα ...
该长句的骨干为分词短语 Δείξας...(其逻辑主语为亚里士多德)修饰主动词 ἐπέστησεν(“指出”、“提醒注意”)。在附属于 Δείξας 的 ὅτι 从句及若干并列分词(συλλογισάμενος, λαβών)之后,才引出 ἐπέστησεν 所统领的 ὅτι 从句(ταῦτα... καλῶς εἴρηται)。
- 2.8κἂν ἐκεῖνον φαντασθῇς τὸν ἐπὶ τοῦ ἄξονος ἀνακεκλιμένον ὕπτιον
κἂν 为 καὶ ἐάν 的缩约形式,引导让步条件从句(“即使你想象……”)。短语 ἐκεῖνον ... τὸν ... ἀνακεκλιμένον 指向前文(对 285b1 及下文的注解中)所引入的仰卧在宇宙轴上的拟人化假想。
- 2.9μήποτε δὲ ἄμφω περὶ τῶν αὐτῶν τῶν ἓξ τοπικῶν διαστάσεων λέγεται
μήποτε 搭配直陈式动词 λέγεται,表达注疏家特有的审慎断定或推测(“或者也许……”)。它引出了遵循亚历山大的另一种解读,以对照此前用 ἴσως(“或许”)提出的初步解说。
