← 辛普里丘

亚里士多德《论天》注释

§392.24-393.38

毕达哥拉斯派上下说的异文考订与天极判定

辛普里丘讨论了亚历山大关于皮达哥拉斯学派文献异文的修正提议,并阐述了其通过划分法论证以及同左、右的区分,来证明天之两极即是天的“上”与“下”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#3

τὰ δὲ ἐν τῇ τῶν Πυθαγορικῶν συναγωγῇ μεταγεγράφθαι μᾶλλον ὑπό τινος ὁ Ἀλέξανδρος οἴεται ὀφείλοντα ἔχειν οὕτω “τὸ μὲν ἄνω τοῦ οὐρανοῦ δεξιὸν εἶναι, τὸ δὲ κάτω ἀριστερόν, καὶ ἡμᾶς ἐν τῷ ἄνω εἶναι”, οὐχὶ ἐν τῷ κάτω, ὡς γέγραπται· οὕτω γὰρ συνάσεται τοῖς ἐνταῦθα λεγομένοις, ὅτι ἡμᾶς κάτω λέγοντες οἰκεῖν καὶ διὰ τοῦτο καὶ ἐν τοῖς ἀριστεροῖς, εἴπερ τῷ ἀριστερῷ τὸ κάτω συντέτακται, ἐναντίως λέγομεν, ἢ ὡς οἱ Πυθαγόρειοι λέγουσιν ἄνω καὶ ἐν τοῖς δεξιοῖς. καὶ τάχα ἔχει λόγον τὸ μεταγεγράφθαι, εἴπερ οἶδεν ὁ Ἀριστοτέλης τῷ μὲν δεξιῷ τὸ ἄνω, τῷ δὲ ἀριστερῷ τὸ κάτω συντάττοντας. Ὅτι δὲ οἱ πόλοι τὸ ἄνω καὶ κάτω τοῦ οὐρανοῦ εἰσι, καὶ οὕτω δείκνυσιν ὁ Ἀλέξανδρος λαβών, ὅτι ὁ οὐρανὸς ζῷον ὑπάρχων ἔχειν ὤφελε τὰς τῶν διαστάσεων διαφορὰς καὶ μᾶλλον κατὰ τὰ μᾶλλον διαφέροντα ἐν αὐτῷ μόρια· διαφέρουσι δὲ ἀλλήλων μάλιστα οἱ πόλοι μονίμως ἀλλήλων τοῖς τόποις διεστηκότες. ταῦτα οὖν ὑπὸ τοῦ Ἀριστοτέλους προδεδειγμένα λαβὼν συλλογίζεται ἐκ διαιρέσεως οὕτως· ἀνάγκη τοὺς πόλους διαφέρειν μάλιστα αὐτοὺς ὀφείλοντας ἀλλήλων κατά τινα τῶν τριῶν διαστάσεων τῶν ἐν τοῖς ζῴοις διαφέρειν1 ἢ κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν ἢ κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἢ κατὰ τὸ ἄνω καὶ τὸ κάτω. ἀλλὰ κατὰ μὲν τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν λέγειν ἄτοπον, εἴπερ δεξιὸν μὲν ἐν πᾶσίν ἐστιν, ἀφ’ οὗ ἡ κατὰ τόπον κίνησις ἄρχεται, οἱ δὲ πόλοι ἀκίνητοί εἰσιν, ὡς διὰ τούτους καὶ τὸν ὅλον οὐρανὸν ἐν ταὐτῷ περιφέρεσθαι. ἀλλ’ οὐδὲ κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν λέγειν δυνατόν· ἐφ’ ἃ γὰρ αἱ κινήσεις τοῖς κατὰ φύσιν κινουμένοις, ταῦτα τὰ ἔμπροσθέν ἐστι, τῷ δὲ κόσμῳ ἡ κίνησις ἐπ’ οὐδέτερον τῶν πόλων ἐστίν. εἰ οὖν μήτε κατὰ τὰ δεξιὰ καὶ ἀριστερὰ διαφέρουσιν ἀλλήλων οἱ πόλοι μήτε κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν, διαφέρουσι δὲ πλεῖον ἢ τὰ ἄλλα μόρια, εἴη ἂν κατ’ αὐτοὺς τὸ ἄνω καὶ τὸ κάτω τοῦ οὐρανοῦ διάστημα. Ἔτι δὲ καὶ οὕτω δείκνυσιν ὁ Ἀλέξανδρος· τὸ ἄνω καὶ τὸ κάτω παρὰ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεώς ἐστι καὶ παρὰ τὸ τούτῳ ἀντικείμενον,2 τουτέστι παρὰ τὸ ἀριστερὸν καὶ τὸ δεξιόν· ἐν δὲ τῷ θείῳ σώματι σφαιρικῷ ὄντι καὶ κύκλῳ κινουμένῳ παρὰ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ μόνοι οἱ πόλοι λείπονται· ἐν τούτοις ἄρα τὸ ἄνω καὶ τὸ κάτω. Ὅτι δὲ τῆς τοπικῆς κινήσεως ἡ ἀρχὴ τοῖς ζῴοις τοῖς κατὰ φύσιν κινουμένοις ἀπὸ τῶν δεξιῶν, δῆλον ἔκ τε τοῦ τοὺς τρέχειν μέλλοντας τὸν ἀριστερὸν προβάλλεσθαι πόδα, ὥστε περὶ ἐκεῖνον μένοντα τὴν κίνησιν ἀπὸ τοῦ δεξιοῦ ἄρξασθαι, καί ἐστιν ἡ προβολὴ τοῦ ἀριστεροῦ ποδὸς παρασκευὴ τοῦ ἀπὸ τῶν δεξιῶν ἄρξασθαι τῆς ἐπὶ τὸ πρόσω κινήσεως· ἀλλὰ μὴν καὶ τὰ φορτία ἐλαφρῶς τοῖς λαιοῖς ἐπιτίθεμεν ὤμοις τὰ δεξιὰ εὔλυτα ἐῶντες ὡς ἄρχοντα τῆς κινήσεως. καὶ κατὰ λόγον δὲ ἂν εἴη τὸ ἀπὸ τῶν ἰσχυροτέρων κατὰ φύσιν τῆς κατὰ τόπον κινήσεως ἄρχεσθαι· ἰσχυρότερα δὲ φύσει τὰ δεξιὰ καὶ ὡς θερμότερα· συστοιχεῖ γὰρ τοῖς δεξιοῖς τὸ θερμόν, ὡς τοῖς ἀριστεροῖς τὸ ψυχρόν. διότι δὲ τὰ δεξιὰ ἰσχυρότερα φύσει ἐστίν, ὅταν τις καὶ τοῖς ἀριστεροῖς ἰσχύῃ, ἀμφιδέξιον τοῦτον καλοῦμεν. εἰ δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐκ πλαγίου, τὰ δὲ πλάγια παρὰ τὸ ἄνω καὶ τὸ κάτω, ἐν οἷς ἄρα τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, ἐν τούτοις τὸ ἄνω καὶ τὸ κάτω· ἐν οἷς δὲ ἐξ ἑαυτῶν ἡ τοπικὴ κίνησις, ἐν τούτοις τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, εἴπερ δεξιόν ἐστιν, ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεως· τὸ δὲ θεῖον σῶμα ἐξ ἑαυτοῦ τὴν κύκλῳ κίνησιν κινεῖται τοπικὴν οὖσαν· τὸ ἄρα θεῖον σῶμα ἔχει τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· εἰ δὲ τοῦτο, καὶ τὸ ἄνω καὶ τὸ κάτω.

亚历山大则认为,《皮达哥拉斯学派学说汇编》中的文本毋宁是被人篡改了,它原本应当作:“天的上部为右,下部为左,而我们处于上部”,而非如所写的那样处于下部。因为这样一来它便能与此处所说的内容相一致:当我们说自己居于下部、并因此亦居于左侧时——假若下部确实与左侧相配——,我们的说法正与皮达哥拉斯学派所说的处于上部且居于右侧相反。而且,假若亚里士多德明知他们将上与右相配、将下与左相配,那么篡改之说或许确有道理。至于两极是天的上部与下部,亚历山大亦通过如下设定指明了这一点:天既然是动物,就应当具有各维度的差异,并且应当更多地依其内部差异更大的部分而具有;而两极在位置上彼此永久分离,因而彼此差异最大。于是,他采纳了亚里士多德预先证明的这些前提,通过划分推导三段论如下:本身应当彼此差异最大的两极,必然依动物所有的三对维度中的某一维度彼此相异,要么依右与左,要么依前与后,要么依上与下。但说依右与左相异是荒谬的,假若在万物之中右侧皆是空间运动所由发端之处,而两极却是不动的,甚至整个天亦因两极而得以在同一处旋转。然而说依前与后相异亦是不可能的;因为对于依本性运动者而言,运动所朝向之处即是前方,但对宇宙而言,运动并不朝向两极中的任何一极。因此,如果两极彼此之间既非依右与左相异,亦非依前与后相异,却又比其余部分差异更大,那么天的上与下的间距便当依据两极而存在。此外,亚历山大亦如此指明:上与下不同于空间运动本原所由发端之处,亦不同于与其相对之处,亦即不同于左与右;但在呈球形且作圆周运动的神圣物体中,除右与左之外只剩下了两极;因此,上与下存在于两极之中。至于依本性运动的动物其位置运动的本原始于右侧,这从将要奔跑之人伸出左脚便可清楚看出,从而以左脚保持不动为轴,运动从右脚开始,伸出左脚乃是从右侧开始向前运动的准备;不仅如此,我们亦把重物轻便地置于左肩,而让右侧不受约束,因其主导着运动。而且,从本性上更强健者开始空间运动亦是合情合理的;而右侧在本性上更强健,亦因其更为温暖;因为热与右相配,正如冷与左相配。正因右侧在本性上更为强健,所以当某人在左侧亦同样强健时,我们便称其为双巧手。如果右与左处于侧向,而侧向不同于上与下,那么在凡有右与左之处,便亦有上与下;而在凡有自身所出的位置运动之处,便有右与左,假若右确实是空间运动本原所由发端之处;而神圣物体由自身作出作为位置运动的圆周运动;因此神圣物体具有右与左;而若如此,它亦具有上与下。

语法注2 条
  1. 2.7ἀνάγκη τοὺς πόλους διαφέρειν μάλιστα αὐτοὺς ὀφείλοντας ἀλλήλων κατά τινα τῶν τριῶν διαστάσεων τῶν ἐν τοῖς ζῴοις διαφέρειν

    在非人称表达 ἀνάγκη [ἐστί] 支配的宾格不定式结构中,分词短语 διαφέρειν μάλιστα αὐτοὺς ὀφείλοντας ἀλλήλων(其中第一个 διαφέρειν 为分词 ὀφείλοντας 的补足不定式)修饰宾格主语 τοὺς πόλους,而介词短语 κατά τινα τῶν τριῶν διαστάσεων τῶν ἐν τοῖς ζῴοις 之后的第二个 διαφέρειν 才是受 ἀνάγκη 支配的主不定式。核心骨架为 ἀνάγκη τοὺς πόλους ... διαφέρειν ἢ κατὰ τὸ δεξιόν...。

  2. 2.7παρὰ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεώς ἐστι καὶ παρὰ τὸ τούτῳ ἀντικείμενον

    介词 παρά 接宾格在此表示排除或区别(意为“不同于”、“在……之外”)。全句省略了系动词,应理解为 τὸ ἄνω καὶ τὸ κάτω [ἐστι] παρὰ...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:392.24-393.38