- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:391.12-392.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘评述了亚历山大对阿拉托斯将北极视作“上”的批评,依据宇宙旋转方向与身体维度(右/左、前/后)的关系阐释了亚里士多德关于南极在自然本性上为“上”的论证,并提出了有关与皮达哥拉斯学派学说一致性的疑难。
ὁ δὲ Ἀλέξανδρος καὶ τὸν Σολέα Ἄρατον εὐθύνει ὡς καὶ αὐτὸν κατὰ τοὺς πολλοὺς τὸν βόρειον πόλον ἄνω λέγοντα,1 ἐν οἷς φησι περὶ τοῦ ἄξονος λέγων καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν· ἀλλ’ ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δ’ ἀντίος ἐκ Βορέαο, ὑψόθεν Ὠκεανοῖο. καὶ ὁ μὲν Ἀλέξανδρος μόνον παραγράψας τὸ “ἀλλ’ ὁ μὲν οὐκ ἐπίοπτος” τῷ ἐπιόπτῳ καὶ μὴ τὸ ἄνω καὶ κάτω σημαίνειν τὸν Ἄρατόν φησιν, μᾶλλον δὲ τῷ “ὑψόθεν Ὠκεανοῖο” τὸ ἄνω δηλοῖ. οὐ χρὴ δὲ τοῦ Ἀράτου καταγινώσκειν· φαινόμενα γὰρ ἐπαγγειλάμενος γράφειν καὶ τὴν πραγματείαν οὕτως ἐπιγράψας εἰκότως ἀπὸ τῆς πρὸς ἡμᾶς σχέσεως τὸ ὕψος ἤτοι τὸ ἄνω τοῦ πόλου ἔλαβεν. ὅτι μέντοι ὁ νότιος πόλος ἐστὶν ὁ τὸ ἄνω τοῦ οὐρανοῦ κατὰ φύσιν ἐπέχων καὶ ὁ βόρειος τὸ κάτω, κἂν τοῖς πολλοῖς τοὐναντίον δοκῇ, δείκνυσιν ἐκ τοῦ δεξιὸν μὲν εἶναι τὸ ἀνατολικόν, ἀριστερὸν δὲ τὸ δυτικόν· καὶ εἴπερ οὕτως ἔχει, δῆλον, ὅτι ὁ ἄνω πόλος ὁ νότιός ἐστιν. ὅτι δὲ δεξιὸν τὸ ἀνατολικόν, δείκνυσιν ἐκ τοῦ καὶ ἐν τοῖς μερικοῖς ζῴοις δεξιὰ λέγειν ἐκεῖνα, ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεως, τοῦ δὲ οὐρανοῦ ἡ ἀρχὴ τῆς περιφορᾶς ἀπὸ τῶν ἀνατολῶν τῶν ἄστρων ἐστί· τὰ οὖν ἀριστερά, ἔνθα αἱ δύσεις. εἰ οὖν καὶ ἄρχεται ἀπὸ τῶν δεξιῶν ἡ κίνησις καὶ ἐπὶ δεξιὰ περιφέρεται· τοῦτο γὰρ κρεῖττον τοῦ ἐπ’ ἀριστερά· ἐπὶ δεξιὰ δὲ τὸ ἐπὶ τὸ ἔμπροσθεν, ἀνάγκη τὸ ἄνω τὸν νότιον εἶναι πόλον, ὡς εἰ νοήσαι ἄνθρωπον ἐπὶ τοῦ ἄξονος ἐκτεταμένον2 ὕπτιον τὴν κεφαλὴν ἔχοντα πρὸς τῷ νοτίῳ πόλῳ καὶ συμπεριφερόμενον τῷ οὐρανῷ· ἀπὸ δεξιῶν γὰρ αὐτοῦ καὶ ἐπὶ δεξιὰ ἡ κίνησις ἔσται· εἰ δὲ τὴν κεφαλὴν ἐπὶ τοῦ βορείου πόλου ἔχοι, εἰ μὲν ὕπτιος ἐπὶ τοῦ ἄξονος εἴη εἰς τὸ φανερὸν βλέπων τοῦ οὐρανοῦ, οὔτε ἀπὸ δεξιῶν αὐτοῦ ἡ κίνησις ἔσται οὔτε ἐπὶ δεξιά, ἀλλὰ τἀναντία, εἰ δὲ πρηνῆ τις αὐτὸν ἐπὶ τοῦ ἄξονος φαντασθείη πρὸς τῷ βορείῳ πόλῳ τὴν κεφαλὴν ἔχοντα, ἀπὸ δεξιῶν μὲν αὐτοῦ δόξει ἡ κίνησις, οὐκ ἐπὶ δεξιὰ δέ· ἡ γὰρ ἐπὶ δεξιὰ πάντως εἰς τὸ ἔμπροσθέν ἐστι. πάνυ οὖν ἀκριβῶς προστέθεικεν ὁ Ἀριστοτέλης τὸ καὶ ἐπὶ δεξιὰ περιφέρεται· ἔδοξε γὰρ ἄν τινι ἀπὸ τῶν δεξιῶν εἶναι τοῦ πρηνοῦς ἐκείνου ἡ ἀπ’ ἀνατολῶν κίνησις, οὐ μέντοι ἐπὶ τὰ δεξιὰ ἐπὶ τὰ ὄπισθεν γινομένη. ὅτι δὲ τὰ δεξιὰ τοῦ παντὸς τὰ ἀνατολικά ἐστι καὶ τὰ ἀριστερὰ τὰ δυτικά, καὶ Ὅμηρος ὁ σοφώτατος μαρτυρεῖ λέγων εἴτ’ ἐπὶ δεξιά ἐστι πρὸς Ἠῶ τ’ Ἠέλιόν τε, εἴτ’ ἐπ’ ἀριστερὰ τοίγε ποτὶ ζόφον ἠερόεντα. συμπεραινόμενος δὲ τὸν λόγον ὁ Ἀριστοτέλης δῆλον τοίνυν, φησίν, ὅτι ὁ ἀφανὴς πόλος ἐστὶ τὸ ἄνω καὶ οἱ μὲν ἐκεῖ οἰκοῦντες ἐν τῷ ἄνω εἰσὶν ἡμισφαιρίῳ. Καὶ τὰ μὲν μέχρι τούτου ἀκόλουθα τοῖς δεδειγμένοις ἐστί, τὰ δὲ ἐντεῦθεν ἐνστάσεις ἔχειν δοκεῖ πολλάς. πῶς γὰρ οἱ ἐν τῷ ἄνω ἡμισφαιρίῳ καὶ πρὸς τοῖς δεξιοῖς εἰσι καὶ οἱ ἐν τῷ κάτω καὶ πρὸς τοῖς ἀριστεροῖς, εἴπερ καὶ τὸ ἄνω καὶ τὸ κάτω ἴσον ἑκάτερον ἀφέστηκε τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ; πῶς δὲ τοὺς Πυθαγορείους ἡμᾶς ἄνω ποιεῖν φησι καὶ ἐν τῷ δεξιῷ, τοὺς δὲ ἐκεῖ κάτω καὶ ἐν τῷ ἀριστερῷ, εἴπερ, ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῆς συναγωγῆς τῶν Πυθαγορικῶν ἱστορεῖ, τοῦ ὅλου οὐρανοῦ τὸ μὲν ἄνω λέγουσιν εἶναι, τὸ δὲ κάτω, καὶ τὸ μὲν κάτω τοῦ οὐρανοῦ δεξιὸν εἶναι, τὸ δὲ ἄνω ἀριστερόν, καὶ ἡμᾶς ἐν τῷ κάτω εἶναι; ἢ τὸ μὲν ἄνω καὶ πρὸς τοῖς δεξιοῖς ἐνταῦθα λεγόμενον οὐ κατὰ τὸ ἑαυτῷ ἀρέσκον εἶπεν,3 ἀλλὰ κατὰ τοὺς Πυθαγορείους· ἐκεῖνοι γὰρ τῷ δεξιῷ τὸ ἄνω καὶ τὸ ἔμπροσθεν συνέταττον, τῷ δὲ ἀριστερῷ τὸ κάτω καὶ τὸ ὄπισθεν.
而亚历山大亦指责索利的阿拉托斯,认为他自己亦顺从大众将北极称为上,在谈及轴线的地方他说:“两极从两侧将其终结;然而一者不可见,另一者相对,来自北风,高悬于大洋之上。”亚历山大仅抄录了“然而一者不可见”,并称阿拉托斯是通过可见与不可见来指代上与下,但毋宁说他是通过“高悬于大洋之上”表明了上。然而不应谴责阿拉托斯;因为他既已承诺记述现象并以此为论著题名,理所当然地依与我们的关系把握了该极的高处亦即上部。不过,南极乃是依本性占据天的上部者,北极占据下部,即便在大众看来恰恰相反,这一结论他是从东面为右、西面为左指明的;而如果确实如此,显而易见,处于上方的极乃是南极。至于东面为右,他是从以下事实指明的:在个别动物身上,人们亦把空间运动的本原所由发端之处称为右,而天的旋转本原源于群星的东升;因此,西沉之处便是左。因此,如果运动既始于右侧,又向着右方旋转——因为这优于向着左方——,而向着右方即是向着前方,那么正如设想一个人仰卧伸展在轴线上、头部朝向南极且与天一同旋转那样,上必然是南极;因为运动将始于他的右侧且向着右方。但如果他的头部位于北极,若他仰卧在轴线上注视着天之可见部分,运动既不会始于他的右侧,亦不会向着右方,而是恰恰相反;而若有人设想他俯卧在轴线上、头部朝向北极,运动虽看似始于他的右侧,却并非向着右方;因为向着右方无论如何都是向着前方。因此亚里士多德极其精确地补充了“且向着右方旋转”;因为在某人看来,东来的运动固然可能始于那个俯卧者的右侧,但绝非向着右方,因为它是朝向后方发生的。至于宇宙的右侧是东面,左侧是西面,至为睿智的荷马亦作证道:“无论它们向右去往黎明与太阳,抑或向左去往阴霾的幽冥。”在结束论述时亚里士多德说:“由此显然,不可见的极是上,而居住在彼处的人们处于上半球。” 至此为止的内容与已被证明者是一致的,但从此处起的内容似乎包含诸多异议。因为,假若上与下每一方都与右和左同等远离,居于上半球的人们又如何也邻近右侧,居于下半球的人们又如何也邻近左侧?此外,正如亚里士多德自己在《皮达哥拉斯学派学说汇编》第二卷中所记载的那样,他们若主张整个天之一部分为上,另一部分为下,且天的下部为右,上部为左,而我们处于下部,那么他又如何能说皮达哥拉斯学派使我们处于上方且居于右侧,使彼处之人处于下方且居于左侧呢?或者,此处所谓的“上且邻近右侧”,并非依照他自己赞同的观点所说,而是依照皮达哥拉斯学派所说?因为他们将上与前方归入右,而将下与后方归入左。
- 2.7ὡς καὶ αὐτὸν κατὰ τοὺς πολλοὺς τὸν βόρειον πόλον ἄνω λέγοντα
连词 ὡς 后接与 Ἄρατον 一致的宾格分词 λέγοντα,表示亚历山大提出谴责的指控缘由(“因其亦称……”)。
- 2.7ὡς εἰ νοήσαι ἄνθρωπον ἐπὶ τοῦ ἄξονος ἐκτεταμένον
短语 ὡς εἰ 后接希求式 νοήσαι,引出一个假设性的比喻与例示(“犹如有人设想一个人……”)。宾格 ἄνθρωπον 与分词 ἐκτεταμένον 构成 νοήσαι 的宾语。
- 2.7ἢ τὸ μὲν ἄνω καὶ πρὸς τοῖς δεξιοῖς ἐνταῦθα λεγόμενον οὐ κατὰ τὸ ἑαυτῷ ἀρέσκον εἶπεν
句首的 ἢ 引出针对前述一系列疑难(由 πῶς... πῶς δέ... 引出)的解答尝试(“抑或是因为……”)。主语为亚里士多德,εἶπεν 为主动词,τὸ ... λεγόμενον 作宾语。
