- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:38.6-39.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注疏亚里士多德《论天》269a18,阐明圆周运动如何先于直线运动且是完全的,通过直线的划分分析直线不完全性的论证结构,并评析亚历山大对圆的解释。
" Ἀλλὰ μὴν καὶ πρώτην γε ἀναγκαῖον εἶναι τὴν τοιαύτην φοράν." Δείξας, ὅτι ἔστιν ἁπλῆ κίνησις κατὰ φύσιν ἡ κύκλῳ ἄλλη παρὰ τὴν ἐπ’ εὐθείας, καὶ ὅτι ἡ ἁπλῆ κίνησις ἁπλοῦ σώματος, συνήγαγεν ἐκ τούτων, ὅτι ἔστι τι ἁπλοῦν σῶμα ἄλλο παρὰ τὰ τέσσαρα στοιχεῖα τὰ εὐθυπορούμενα, ᾧ κατὰ φύσιν ἐστὶν ἡ κύκλῳ κίνησις. δείξας δὲ καί, ὅτι [οὐδὲ κατὰ φύσιν] οὐδὲ παρὰ φύσιν οἷόν τέ τι τῶν τεσσάρων στοιχείων κινηθῆναι τὴν κύκλῳ κίνησιν, δείκνυσιν ἐφεξῆς, ὅτι καὶ πρότερον τῶν εὐθυπορουμένων σωμάτων τὸ κυκλοφορούμενόν ἐστι καὶ θειότερον. δείκνυσι δὲ αὐτὸ διὰ τοῦ δεῖξαι τὴν κύκλῳ κίνησιν πρώτην κατὰ φύσιν τῶν ἄλλων κινήσεων, τοῦτο δὲ διὰ τοῦ δεῖξαι τὴν κυκλικὴν γραμμὴν προτέραν τῇ φύσει τῆς εὐθείας, τοῦτο δὲ διὰ τοῦ δεῖξαι τελείαν αὐτήν, ἀτελῆ δὲ τὴν εὐθεῖαν, ὥσπερ καὶ ἀπὸ τοῦ ἁπλῆν εἶναι τὴν κύκλῳ κίνησιν1 κατεσκεύασε τὸ εἶναί τι ἁπλοῦν σῶμα τὸ τὴν κύκλῳ κίνησιν κατὰ φύσιν κινούμενον, ἀπὸ δὲ τοῦ ἁπλῆν εἶναι τὴν κυκλικὴν γραμμὴν τὸ ἁπλῆν εἶναι τὴν κύκλῳ κίνησιν. συγκατασκευάζεται δὲ τῷ πρώτῳ τὸ ἁπλοῦν· τὰ γὰρ πρῶτα πάντως ἁπλᾶ, διότι προηγεῖται τῇ φύσει τῶν συνθέτων τὰ ἁπλᾶ. ἔδειξε δὲ καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς, ὅτι ἡ κύκλῳ κίνησις προτέρα τῶν ἐπ’ εὐθείας ἐστίν· ἔδειξε δὲ ἐκεῖ διὰ τοῦ τελείαν τε καὶ ἁπλῆν καὶ κυρίως συνεχῆ εἶναι, καὶ ἐνταῦθα δὲ διὰ τοῦ τελείου γίνεται ἡ ἀπόδειξις· ὅτι γὰρ τὸ τέλειον πρότερον τῇ φύσει τοῦ ἀτελοῦς, πρόδηλον, εἴπερ ἐκ τῶν τελείων τὰ ἀτελῆ· ὅτι δὲ τελεία ἡ κύκλῳ κίνησις, ἔδειξεν ἐκ τοῦ τὸν κύκλον τέλειον εἶναι, τοῦτο δὲ ἐκ τοῦ πεπερασμένον τε εἶναι καὶ τέλος ἔχοντα, ὅπερ τοῖς τελείοις προσήκει, καὶ μέντοι ἐκ τοῦ προσθήκην μὴ ἐπιδέχεσθαι μένοντος τοῦ εἴδους· ἡ γὰρ προσθήκη κατὰ τὸ ἐλλεῖπον γίνεται. ἔδειξε δὲ οὐκ ἐπὶ τοῦ κύκλου ταῦτα, ἀλλὰ δι’ ὧν τὴν εὐθεῖαν ἔδειξεν ἀτελῆ, διὰ τούτων μὴ παρόντων τῷ κύκλῳ ἀλλὰ τῶν ἀντικειμένων τὸν κύκλον ἔδειξε τέλειον· ὅτι δὲ πᾶσα εὐθεῖα ἀτελής, δείκνυσι διελὼν πρῶτον εἰς τὴν ἄπειρον καὶ πεπερασμένην· πᾶσα γὰρ ἢ ἄπειρός ἐστιν ἢ πεπερασμένη, οὐχ ὅτι ἐστὶν ἄπειρος κατ’ αὐτὸν εὐθεῖα πεπερασμένου τοῦ παντὸς ὄντος, ἀλλ’ ὅτι τινὲς ᾠήθησαν εἶναι· κἂν μὴ ἔστι δέ, καὶ τὴν ὑπὸ τῆς φαντασίας ἀεὶ προσαυξομένην περιέλαβεν ἡ διαίρεσις πᾶσαν ἀντιλογίαν ἀναιροῦσα. εἰ οὖν ἡ μὲν ἄπειρος μὴ ἔχουσα τέλος ἢ ὅρον, ἀλλ’ ἀόριστος οὖσα, οὐκ ἂν εἴη τελεία·2 τέλειον γὰρ τὸ τετελεσμένον ἤδη καὶ ὡρισμένον καὶ μηδὲν ἐλλεῖπον τῶν ἑαυτοῦ· ἡ δὲ πεπερασμένη ἔχει τι ἐκτὸς ὥστε προσαύξεσθαι, τὸ δὲ αὐξόμενον οὔπω πάντα τὰ ἑαυτοῦ ἀπειληφὸς ἀτελὲς ἂν εἴη. ὁ μέντοι κύκλος καὶ πεπερασμένος ἐστὶ καὶ ἔχων τέλος καὶ οὐδὲν ἐκτὸς ἔχει, οὐδὲ αὐξῆσαι δυνατὸν αὐτὸν μένοντος τοῦ εἴδους. ὁ δὲ Ἀλέξανδρος τὸν κύκλον τέλειον δείκνυσιν ἐκ τοῦ ἀρχὴν καὶ μέσον καὶ τέλος ἔχειν, εἴ γε ἀρχὴ μὲν αὐτοῦ, φησί, τὸ κέντρον, πέρας δὲ ἡ ἐξωτάτω γραμμή, μέσον δὲ τὸ μεταξὺ τούτων ἐπίπεδον. ἐπιστῆσαι δὲ ἀξιῶ, μήποτε ὁ Ἀριστοτέλης κύκλον νῦν τὸν γραμμικὸν ἔλαβε,3 καθ’ ὃν ἡ κίνησις ἐπιτελεῖται, ἀλλ’ οὐχὶ τὸν ἐπίπεδον· διὸ οὐδὲ ἠξίωσεν οὕτως ἀποδεῖξαι ὡς ὁ Ἀλέξανδρος, ἀλλ’ ἐκ τοῦ πεπερασμένον ὄντα προσθήκην μὴ ἐπιδέχεσθαι· ἔχοι δὲ ἂν καὶ ἀρχὴν καὶ μέσον καὶ τέλος, πλὴν ὅτι πανταχοῦ τούτων ἕκαστον· ὅπερ γὰρ ἂν αὐτοῦ λάβῃς, τοῦτο καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος εἶναι δύναται· καὶ εἴη ἂν τοῦτο, οἶμαι, τεκμήριον τοῦ παντέλειον εἶναι τὸν κύκλον, εἴπερ κατὰ πᾶν ἑαυτοῦ τὸ τέλειον ἐμφαίνει. ἀλλὰ πῶς πάσης πεπερασμένης γραμμῆς ἔστι τι ἐκτός; τῆς γὰρ τοῦ παντὸς διαμέτρου καὶ πεπερασμένης οὔσης τί ἂν εἴη ἐκτός, εἴπερ μηδὲν ἐκτὸς τοῦ κόσμου; πῶς δὲ οὐκ ἄτοπον πᾶσαν εὐθεῖαν ἀτελῆ εἶναι, εἴπερ εἶδός τι τὸ τῆς εὐθείας ἐστὶν ὀφεῖλον καὶ αὐτὸ τελειότητος μετέχειν καθάπερ τὰ ἄλλα εἴδη, ὥστε, κἂν εἰσιν ἀτελεῖς εὐθεῖαι, ἀλλ’ εἶναι πάντως καὶ τελείαν τινά;
“此外,这类位移运动亦必然是第一位的。” 在表明了依乎自然的圆周运动是不同于直线运动的另一种单一运动,且单一运动属于单一物体之后,他由此推得:存在着某种不同于作直线移运的四元素的单一物体,对它而言圆周运动是依乎自然的。在进一步表明四元素中的任何一种都既不可能[依乎自然地]亦不可能反乎自然地作圆周运动之后,他接下来表明,作圆周运行的物体亦先于作直线移运的诸物体,且更为神圣。而他是通过表明圆周运动在自然上居于其他诸运动之首来证明这一点的,而这一点又是通过表明圆周线在自然上次序先于直线来证明的,而这一点又是通过表明圆周线是完全的而直线是不完全的来证明的;正如他从圆周运动是单一的推论出存在着某种依乎自然作圆周运动的单一物体,又从圆周线是单一的推论出圆周运动是单一的一样。单一性是与第一性一同被确立的;因为第一之物全然是单一的,原因在于单一之物在自然层次上先于复合之物。他亦在《物理学》第八卷中表明过圆周运动先于直线运动;在那里他是通过它是完全的、单一的且严格意义上连续的来表明的,而在此处的证明亦是通过完全性来进行的;因为完全者在自然层次上次序先于不完全者乃是显而易见的,既然不完全者源于完全者;而圆周运动是完全的,他是从圆是完全的来表明的,而这一点又是从圆既是有极限的又具有终结(这正适合于完全之物),以及在形式保持不变时它不容许增加来表明的;因为增加是针对欠缺而言的。然而,他并非就圆本身来表明这些,而是凭借他藉以表明直线是不完全的那些论据,通过表明这些论据不存在于圆中而是存在其相反者,来证明圆是完全的。至于一切直线皆是不完全的,他首先通过将其划分为无限的与有限的来表明;因为一切直线要么是无限的,要么是有限的——这并不是说依他看来存在无限的直线(既然宇宙整体是有限的),而是因为有些人曾认为它存在;而且即便它并不存在,这一划分亦将由想象力不断加以延长的直线涵盖在内,从而排除了任何异议。因此,若无限直线没有终结或界限而是不定的,它便不会是完全的;因为完全者乃是业已完成、被限定且不缺乏其自身任何部分之物;而有限直线在其外部具有某种东西以便被延展,而被延展之物尚未获取自身的一切,便会是不完全的。然而圆既是有限的又具有终结,且外部一无所有,在形式保持不变的前提下亦不可能延展它。但是亚历山大从圆具有始点、中点和终点来证明圆是完全的,如果按照他的说法,圆的始点是中心,界限是最外围的线,中点是位于其间的平面。然而我认为应当提请注意:亚里士多德如今是否取了运动沿之实现的线性的圆,而非平面的圆;正因如此,他并不赞同像亚历山大那样进行证明,而是从圆是有极限的且不容许增加来证明。而且[作为线的圆]亦会具有始点、中点和终点,只是其中的每一项皆处处存在;因为无论你取它的哪一部分,这一部分都既能成为始点,亦能成为中点和终点;如果圆在其自身的每一处都彰显出完全性,我想这正会成为圆是全然完全的证据。但是,怎么能说在每一条有限的线的外部都有某种东西呢?因为既然全宇宙的直径是有限的,如果宇宙之外一无所有,其外部又何以会有东西呢?此外,如果直线的形式作为一种形式,本该像其他形式一样自身亦分有完全性,那么称一切直线皆是不完全的,又何以不是荒谬的呢?从而,即使存在不完全的直线,难道不亦必定存在某种完全的直线吗?
- 1.12ὥσπερ καὶ ἀπὸ τοῦ ἁπλῆν εἶναι τὴν κύκλῳ κίνησιν κατεσκεύασε τὸ εἶναί τι ἁπλοῦν σῶμα τὸ τὴν κύκλῳ κίνησιν κατὰ φύσιν κινούμενον, ἀπὸ δὲ τοῦ ἁπλῆν εἶναι τὴν κυκλικὴν γραμμὴν τὸ ἁπλῆν εἶναι τὴν κύκλῳ κίνησιν.
在后半分句(ἀπὸ δὲ τοῦ...)中,承前省略了主动词 κατεσκεύασε(“确证了”、“推论出”),其宾语为与之并列的带冠词不定式从句(τὸ ἁπλῆν εἶναι τὴν κύκλῳ κίνησιν)。
- 1.12εἰ οὖν ἡ μὲν ἄπειρος μὴ ἔχουσα τέλος ἢ ὅρον, ἀλλ’ ἀόριστος οὖσα, οὐκ ἂν εἴη τελεία·
以 εἰ οὖν 开头的条件句与后文的“ἡ δὲ πεπερασμένη... ἀτελὲς ἂν εἴη”构成“μέν...δέ”的对应。潜在希求法(οὐκ ἂν εἴη)直接出现在条件结构内部,并未接续独立的主句归结节,从而形成一种破格(anacoluthon)的推论结构(“因此,若无限直线……便不会是完全的;而有限直线……将是不完全的”)。
- 1.12ἐπιστῆσαι δὲ ἀξιῶ, μήποτε ὁ Ἀριστοτέλης κύκλον νῦν τὸν γραμμικὸν ἔλαβε
小词 μήποτε 在此引出一种委婉的推测或审慎的疑问(“亚里士多德如今是否……取了……”),从属于由动词 ἀξιῶ(“我认为理当”)支配的不定式 ἐπιστῆσαι(“提请注意”)。
