- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:387.26-388.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在批评毕达哥拉斯学派之后阐明由于天体有灵魂且具有致动本原因而具备上下、右左与前后诸维度的论证,并引用《论天》本篇中的论述驳斥了那些否认天体具有理性灵魂的注家。
" Ἡμῖν δὲ ἐπεὶ διώρισται πρότερον ἕως τοῦ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν." Αἰτιασάμενος τοὺς Πυθαγορείους ὡς τὰς κυριωτέρας ἀρχὰς παραλιπόντας τῶν διαστάσεων καὶ ὡς τὰς μὴ κοινὰς ὡς κοινὰς παραλαβόντας1 ἐφεξῆς λοιπὸν αὐτὸς ὑφηγεῖται, πῶς ἐπὶ τοῦ οὐρανοῦ χρὴ λαμβάνειν αὐτὰς τὰς ἀντιθέσεις τῶν διαστάσεων. καὶ πρῶτον, ὅτι καὶ ἐπὶ τοῦ οὐρανοῦ χρὴ ζητεῖν αὐτάς, δείκνυσιν οὕτως. ὁ οὐρανὸς ἔμψυχός ἐστι· τὸ ἔμψυχον ἔχει κινήσεως ἀρχὴν ἐν ἑαυτῷ τὴν κατὰ τὸ κινεῖν· τῷ ἔχοντι ἀρχὴν κινήσεως τοιαύτην καὶ αἱ δυνάμεις αὗται ὑπάρχουσι· διώρισται γὰρ πρότερον, ὅτι οὐκ ἐν παντὶ σώματι τὸ ἄνω καὶ κάτω καὶ ἀριστερὸν καὶ δεξιὸν καὶ ἔμπροσθεν καὶ ὄπισθεν ζητητέον, ἀλλ’ ὅσα ἔχει κινήσεως ἀρχὴν ἐν ἑαυτοῖς τὴν κατὰ τὸ κινεῖν ἔμψυχα ὄντα· ὁ ἄρα οὐρανὸς ἔχει ταύτας τὰς δυνάμεις. κἂν γὰρ μὴ ηὔξηται ὁ οὐρανός, οὐ κωλύεται τὸ ἄνω καὶ τὸ κάτω ἔχειν· οὐδὲ γὰρ τῶν αὐξομένων τὰ παυσάμενα τῆς αὐξήσεως εὐθὺς παύεται τοῦ τὸ ἄνω καὶ τὸ κάτω ἔχειν. ἔδειξε δὲ αὐτὸς ἐν τοῖς προλαβοῦσι τὴν κατὰ τὸ μῆκος αὔξησιν ἐπὶ τὸ ἄνω γενομένην, ἐν οἷς γίνεται, χρώμενος ἐναργεῖ τούτῳ σημείῳ τοῦ εἶναί τε τὸ ἄνω καὶ τὸ κάτω ἐν τοῖς ζῴοις καὶ ἄλλο εἶναι τοῦ δεξιοῦ καὶ ἀριστεροῦ. καὶ τούτου οὕτως ἔχοντος δείκνυσι καθόλου, ὅτι, ἐν οἷς τὸ δεξιὸν καὶ ἀριστερόν ἐστι ζῴοις οὖσι τελείοις καὶ ἔχουσιν ἐν ἑαυτοῖς τῆς κατὰ τόπον κινήσεως τὴν τοῦ κινεῖν ἀρχήν, ἐν τούτοις ἐστὶ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν· προτέρα γὰρ ἡ αὔξησις, εἶτα ἡ αἴσθησις, εἶτα ἡ ὄρεξις καὶ ἡ κατὰ τὴν ὄρεξιν τοπικὴ κίνησις. Ἐπειδὴ δέ τινες τῶν ἐμοὶ προσκυνητῶν φιλοσόφων2 ἔμψυχον οὕτω λέγεσθαι τὸν οὐρανὸν ὑπὸ τοῦ Ἀριστοτέλους οἴονται ὡς ἔχοντα ζωὴν σύμφυτον τῷ σώματι, καθ’ ἣν ἔχει τὴν τῆς κινήσεως ἀρχήν, ἀλλ’ οὐχ ὡς λογικὴν ἔχοντα ψυχήν, ἀξιῶ αὐτοὺς πρῶτον μὲν ἀποδέχεσθαι τὸν Ἀριστοτέλην ἄλλα μὲν τὰ ἔμψυχα ἄλλα δὲ τὰ φυσικὰ λέγοντα,3 ἔπειτα τὸ ἔμψυχον τοῦτο ἀπ’ ἐκείνων κρίνειν τῶν λόγων, ἐν οἷς φησιν ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ περὶ τῶν οὐρανίων “ἀλλ’ ἡμεῖς ὡς περὶ σωμάτων μόνον αὐτῶν καὶ μονάδων διανοούμεθα τάξιν μὲν ἐχόντων, ἀψύχων δὲ πάμπαν· δεῖ δὲ ὡς μετεχόντων ὑπολαμβάνειν πράξεως καὶ ζωῆς·” τὸ γὰρ πράττειν λογικῆς ψυχῆς ἐστι καὶ κατ’ αὐτόν.
“既然对我们而言此前已被规定”至“以及右与左”。 在指责了毕达哥拉斯学派遗漏了各广延中更为根本的本原,并将非共通者作为共通者采纳之后,接下来他本人便引导人们在天体上应当如何理解各广延的这些对立本身。首先,对于在天体上亦应当探求它们这一点,他论证如下:天体是有灵魂的;有灵魂之物在自身内部拥有基于致动的运动本原;对于拥有如此运动本原者,这些能力亦属之;因为此前已被规定,不可在一切物体中探求上与下、左与右、前与后,而只应在所有作为有灵魂之物在自身内部拥有基于致动的运动本原者之中[探求];因此天体拥有这些能力。因为即便天体未曾生长,也并不妨碍其拥有上与下;因为在生长的事物中,即便是停止生长者,也绝非立刻就停止拥有上与下。他本人在前面的论述中曾指出,在发生生长的物中,依长度的生长乃是向上进行的,并以此作为动物之中既存在上与下且不同于右与左的明晰标记。在此情况之下,他普遍地表明:在那些存在右与左的作为完全动物且在自身内部拥有空间运动之致动本原的事物中,亦存在上与下以及前与后;因为生长在先,其次是感觉,再次是欲求以及依欲求的空间运动。然而,由于某些受我敬重的哲学家认为,天体被亚里士多德称为有灵魂的,乃是指其拥有与身体共生的生命(依此生命它拥有运动本原),而非指其拥有理性灵魂,故我要求他们首先接受亚里士多德所说的有灵魂之物与自然之物乃是不同之物,其次依据他在此书本身中关于天界事物所言的那些话来判定这“有灵魂的”:“但我们看待它们,仿佛它们只是具有秩序却全然无灵魂的物体与单子;然而应当把它们理解为分有行动与生命的存在”;因为即使依他而言,行动亦属于理性灵魂。
- 2.5ὡς τὰς κυριωτέρας ἀρχὰς παραλιπόντας τῶν διαστάσεων καὶ ὡς τὰς μὴ κοινὰς ὡς κοινὰς παραλαβόντας
分词 αἰτιασάμενος 支配宾格受词 τοὺς Πυθαγορείους,后接两个由 ὡς 引导的分词并列从句(παραλιπόντας 与 παραλαβόντας)以表示指责的缘由。短语 ὡς τὰς μὴ κοινὰς ὡς κοινὰς 中,前一个 ὡς 意为“由于/认为”,后一个 ὡς 则引出宾格补足语(“作为共通的”)。
- 2.5τῶν ἐμοὶ προσκυνητῶν φιλοσόφων
形容词 προσκυνητός 是带后缀 -τός 的动词性形容词,表达“受尊崇的”、“当敬拜的”含义,与格 ἐμοί 作其施事与格或关系与格(“受我敬仰的”)。
- 2.5ἄλλα μὲν τὰ ἔμψυχα ἄλλα δὲ τὰ φυσικὰ λέγοντα
在由 ἀξιῶ 支配的带不定式结构(αὐτοὺς ... ἀποδέχεσθαι)中,动词 ἀποδέχεσθαι(接纳、认可)带宾格加分词补足语(τὸν Ἀριστοτέλην ... λέγοντα)。在分词短语内部,ἄλλα μὲν ... ἄλλα δέ 作表语,表达相异性(“有灵魂之物是一回事,自然之物是另一回事”)。
