← 辛普里丘

亚里士多德《论天》注释

§386.14-387.25

毕达哥拉斯学派对左右的重视与天的动因

辛普利丘阐明了毕达哥拉斯学派基于善恶象征意义及空间维度的包摄性而选取右与左的原由,并在天体运动问题上批判了亚历山大将自然本性与灵魂等同视之的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#4

καὶ τῶν τοπικῶν οὖν σχέσεων τὸ δεξιὸν καὶ ἀριστερὸν παρέλαβον, ἅμα μὲν ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐνδείκνυται ταῦτα· δεξιὰν γοῦν φύσιν καὶ δεξιὰν τύχην λέγομεν τὰς ἀγαθὰς δηλοῦντες καὶ λαιὰς τὰς ἐναντίας· ἅμα δὲ ὅτι, ἐν οἷς μὲν τὸ δεξιὸν καὶ ἀριστερόν ἐστιν, ἐν τούτοις καὶ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, ὡς ὁ Ἀριστοτέλης διώρισεν, οὐ μέντοι ἀνάπαλιν· εἰκότως οὖν ἐκ τούτων καὶ τὰς ἄλλας τοπικὰς ἀντιθέσεις ἐδήλωσαν. τὸ γοῦν δεξιὸν καὶ ἄνω καὶ ἔμπροσθεν καὶ ἀγαθὸν ἐκάλουν, τὸ δὲ ἀριστερὸν καὶ κάτω καὶ ὄπισθεν καὶ κακὸν ἔλεγον, ὡς αὐτὸς Ἀριστοτέλης ἱστόρησεν ἐν τῇ τῶν Πυθαγορείοις ἀρεσκόντων συναγωγῇ. Ὁ μὲν οὖν ὅλος τῶν προκειμένων σκοπὸς εἴρηται, ἐν δὲ τοῖς κατὰ μέρος, ὅταν λέγῃ “τοῖς μὲν τὰ τοιαῦτα μόρια, λέγω δὲ οἷον τό τε δεξιὸν καὶ τὸ ἀριστερόν”, ἐνδεῖ τῇ λέξει “τό τε ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ ἄνω καὶ τὸ κάτω”, ἅπερ ὡς γνώριμα διὰ τῶν εἰρημένων ἐσόμενα παρῆκεν. ὅταν δὲ λέγῃ “ταύτας δὲ τὰς διαστάσεις εὔλογον ὑπάρχειν τοῖς σώμασι τοῖς τελείοις”, οὐχὶ τὸ μῆκος λέγει καὶ πλάτος καὶ βάθος· ταῦτα γὰρ παντὶ σώματι ὑπάρχει· ἀλλὰ τὰς τρεῖς ἀντιθέσεις, ἄνω κάτω, πρόσθεν ὄπισθεν, δεξιὸν ἀριστερόν. τέλεια δὲ σώματα λέγει, ὅσα οὐ μόνον ζωὴν ἔχει θρεπτικὴν καὶ αὐξητικήν, ὥσπερ τὰ φυτά, οὐδὲ αἴσθησιν πρὸς τούτοις μόνον, ὥσπερ τὰ ζωόφυτα, ἀλλὰ καὶ ὄρεξιν καὶ τὴν κατὰ τόπον μεταβολήν, ὡς τὰ τέλεια ζῷα· διὸ καὶ ἐπήγαγεν “ἔστι δὲ τὸ μὲν ἄνω τοῦ μήκους ἀρχὴ” καὶ τὰ ἑξῆς. Ἐπιστῆσαι δὲ χρὴ καὶ τῇ λέξει τῇ λεγούσῃ “τῶν γὰρ ἀψύχων ἐν οὐδενὶ ὁρῶμεν, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως”1 καὶ τῇ τοῦ Ἀλεξάνδρου ἐξηγήσει λέγοντος “ἀρχὴν δὲ κινήσεως λέγοι ἂν τὴν δύναμιν τὴν κινητικήν. ἔχει μὲν γὰρ καὶ τὰ ἄψυχα ἀρχήν τινα κινήσεως, εἴ γε ἔστι φυσικὰ σώματα, ἀλλ’ οὐ τὴν κινοῦσαν ἀρχὴν ἔχει οὐδὲ κινητικὴν δύναμιν ἐν αὑτοῖς· ἔξωθεν γάρ ἐστι τὸ κινοῦν αὐτά· ἀλλὰ ἀρχὴν καὶ δύναμιν ἔχει τοῦ κινεῖσθαι τὴν παθητικήν”, οἷον φύσιν ἔχει τοῦ κινεῖσθαι, οὐκ ἐξ ἑαυτῶν δέ, ἀλλὰ ὑπ’ ἄλλου, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει. ὥστε, εἴ τις ζητεῖ, πῶς μὲν ἡ φύσις κινεῖ τὸν οὐρανόν, πῶς δὲ ἡ ψυχή, οὐ ῥητέον, ὡς ὁ Ἀλέξανδρος ἔλεγεν, ὅτι ταὐτόν ἐστιν ἐκεῖ φύσις καὶ ψυχή· πῶς γὰρ ἂν εἴη ταὐτόν, εἴπερ ἡ μὲν φύσις δύναμις παθητικὴ τοῦ κινεῖσθαί ἐστιν ἐν ὑποκειμένῳ οὖσα τῷ κινουμένῳ, ἡ δὲ ψυχὴ τὸ ἔξωθεν κινοῦν; οὐκ ἄρα ταὐτὸν ῥητέον ψυχὴν καὶ φύσιν ἐπὶ τοῦ οὐρανοῦ, τὴν αὐτὴν μέντοι κίνησιν κατ’ ἄμφω κινεῖσθαι,2 ἀλλὰ κατὰ μὲν τὴν ψυχὴν ὡς κινοῦσαν ἔξωθεν, κατὰ δὲ τὴν φύσιν ὡς ἀρχὴν τοῦ κινεῖσθαι ἐνυπάρχουσαν. ὅταν δὲ ἐπὶ τῶν ἀψύχων λέγῃ “τὰ μὲν γὰρ ὅλως οὐ κινεῖται, τὰ δὲ κινεῖται μέν, ἀλλ’ οὐ πανταχόθεν ὁμοίως”, μὴ κινεῖσθαι μὲν λέγει τὰ τὸν οἰκεῖον τόπον κατειληφότα ἤδη, ἐν ᾧ μένει λοιπόν, μὴ πανταχόθεν δὲ κινεῖσθαι, τουτέστι μὴ κατὰ τὰς ἓξ διαστάσεις, ἀλλ’ ἢ ἄνω μόνον, ὡς τὸ πῦρ, ἢ κάτω, ὡς ἡ γῆ. Ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.

因此,在空间关系中他们也采纳了右与左,这一方面是因为它们指明了善与恶;至少,我们称善的性质与幸运为“右方的本性”与“右方的运气”,而称相反者为“左方的”;另一方面则是因为,在凡有右与左存在之处,亦有上与下以及前与后存在,正如亚里士多德所界定的那样,然而反之则不然;因此,他们合情合理地根据这些也表明了其他空间对立。至少,他们把右、上与前亦称为善,而把左、下与后称为恶,正如亚里士多德本人在《毕达哥拉斯学派学说集》中所记述的那样。那么,所论课题的总体旨趣已经说明,但在具体细节上,当他说“某些事物〔具有〕这样的部分,我是指如右与左”时,该语句中缺少了“以及前与后、上与下”,他是因为这些将通过所述之言为人所知而将其省略的。而当他说“这些广延理应属于完全的物体”时,他指的并非长、宽与深——因为这些属于一切物体——而是三对对立:上下、前后、右左。他所谓的完全物体,是指那些不仅如植物那样拥有滋养与生长的生命,也不仅如植形动物那样在此之上仅拥有感觉,而且如完全动物那样还兼具欲求与空间运动的物体;因此他接着说道:“而上是长的本原”等等。还应当注意那句“因为在任何无灵魂之物中,我们都未见运动的本原来自何处”以及亚历山大的如下解释:“所谓运动的本原,他指的当是致动能力。因为无灵魂之物若确实是自然物体,也拥有某种运动本原,但它们自身内部既不具有致动的本原,也不具有致动能力;因为致动它们者来自外部;相反,它们拥有的是被运动的受动本原与能力”,即拥有被运动的自然本性,但这并非出自自身,而是由他者所致,正如他在《物理学》中所指出的那样。因此,若有人探究自然本性如何运动天体,而灵魂又如何运动天体,绝不可如亚历山大所言称那里的自然本性与灵魂是同一的;因为如果自然本性是存在于被运动的主体之中的被运动的受动能力,而灵魂是来自外部的致动者,二者又怎会是同一的?因此,对于天体而言,不可说灵魂与自然本性是同一的,而应说[天体]依两者经历同一种运动,但依灵魂而言是作为从外部致动者,依自然本性而言则是作为内在的被运动本原。而当他在谈到无灵魂之物时说“因为有些全然不动,有些虽运动,但并非从各方同等地运动”,他说不动是指那些已经占据了固有场所、此后便停留于其中的事物;说并非从各方运动,即不是依六个广延运动,而是或者仅向上(如火),或者仅向下(如土)。但我们应当进入接下来的内容。

语法注2 条
  1. 2.4ἐν οὐδενὶ ὁρῶμεν, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως

    由关系副词或间接疑问词 ὅθεν 引导的从句(ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως)充当动词 ὁρῶμεν 的宾语。此结构既可视为包含先行词的关系分句(“[在无灵魂之物中]我们未见有其运动本原由之产生者”),亦可视为省略系动词 ἐστί 的间接疑问从句(“我们未见运动本原来自何处”),两种解读均指向无灵魂之物缺乏内在运动起点这一事实。

  2. 2.4τὴν αὐτὴν μέντοι κίνησιν κατ’ ἄμφω κινεῖσθαι

    此处承接前句的形容动词 ῥητέον(“应当说”),省略了逻辑主语[天体(τὸν οὐρανόν)],构成宾格不定式结构。短语 τὴν αὐτὴν... κίνησιν 与被动不定式 κινεῖσθαι 构成同源宾格(内部宾格),整句意为“[应当说天体]依两者经历同一种运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:386.14-387.25