- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:388.26-389.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德《论天》卷二第二章(285a31),阐释了亚里士多德如何提出针对球形、均质且永恒旋转的天体缺乏方向性差异的两条异议,并通过能力而非形状的差异以及设定假想的静止来予以化解。
" Οὐ δεῖ γὰρ ἀπορεῖν διὰ τὸ σφαιροειδὲς εἶναι ἕως τοῦ κἂν εἰ σταίη, κινηθείη ἂν πάλιν." Ἀποδείξας τὸ δεῖν καὶ ἐν τῷ οὐρανῷ ζητεῖν τὰς τοιαύτας ἀρχὰς δύο φερομένας πρὸς τὸν λόγον τοῦτον ἐνστάσεις τίθησί τε καὶ διαλύει τὴν μὲν κοινὴν πρὸς πάσας ταύτας τὰς ἀντιθέσεις τὴν ἀπὸ τῆς ὁμοιότητος τῶν τοῦ οὐρανοῦ μορίων. πῶς γὰρ σφαιροειδὴς ὢν ὁ οὐρανὸς καὶ ὁμοιομερὴς τὸ δεξιὸν ἔχει καὶ τὸ ἀριστερὸν ἢ τὸ ἄνω καὶ τὸ κάτω ἢ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τοῖς σχήμασι τούτων διαφέρειν ὀφειλόντων;1 αὐτὸς δὲ τὸ δεξιὸν μόνον καὶ τὸ ἀριστερὸν ὠνόμασεν ἀπὸ τούτων, οἶμαι, καὶ τὰ ἄλλα δηλῶν, διότι τὰ τὸ δεξιὸν καὶ ἀριστερὸν ἔχοντα ζῷα ὄντα καὶ τὰς ἄλλας ἔτι πρότερον ἀντιθέσεις ἔχει. τὴν δὲ ἑτέραν ἔνστασιν πρὸς τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐνισταμένην συντόμως ᾐνίξατο διὰ τοῦ καὶ κινουμένων τὸν ἅπαντα χρόνον. εἰ γὰρ τὸ δεξιὸν ἐν τοῖς ζῴοις τοῦτό ἐστιν, ἀφ’ οὗ ἡ ἀρχὴ ἐπὶ τῆς κατὰ τόπον κινήσεως, ἐπὶ τοῦ ἀεὶ κινουμένου καὶ μηδέποτε τῆς κινήσεως ἀρξαμένου πῶς οἷόν τε λέγειν ἀρχὴν τῆς κατὰ τόπον κινήσεως; ταύτας δὴ τὰς ἐνστάσεις ὑπενεγκών, τὴν μὲν προτέραν διὰ πλειόνων, ἄμφω δὲ συντόμως διὰ τοῦ ὁμοίων γε ὄντων πάντων τῶν μορίων καὶ κινουμένων τὸν ἅπαντα χρόνον, ἐπιλύεται τὴν μὲν προτέραν, ὅτι οὐκ ἀπὸ τοῦ σχήματος χρὴ λαμβάνειν τὴν διαφοράν, ἀλλ’ ἀπὸ τῆς δυνάμεως· καὶ γὰρ ἐν τοῖς ζῴοις, ἐν οἷς δοκεῖ καὶ κατὰ σχῆμα καὶ κατὰ δύναμιν εἶναι ἡ διαφορά, εἴ τις σφαιρικὸν σχῆμα περιθείη, οὐ διὰ τὴν τοῦ σχήματος ὁμοιότητα τὴν κατὰ τὰς δυνάμεις διαφορὰν ἀναιρεῖ. ἀλλ’ ἐρεῖ τις ἴσως, ὅτι, ἡ περίθεσις τοῦ σφαιρικοῦ σχήματος εἰ μενούσης γίνεται τῆς κατὰ τὸ σχῆμα διαφορᾶς, οὐδὲν θαυμαστόν, εἰ καὶ ἡ κατὰ δύναμεις παραμένει· ἡ γὰρ σφαιρικὴ περίθεσις οὕτω λέγεσθαι δοκεῖ ὡς μενούσης ἔνδον τῆς κατὰ τὸ σχῆμα διαφορᾶς. ἀλλὰ μήποτε οὐχ οὕτως ἀκούειν χρὴ τοῦ σφαῖραν περιθεῖναι·2 τί γὰρ ἂν ἦν τὸ ἔξωθεν ὡς ἱματίῳ περικαλύψαι τῇ σφαίρᾳ; ἀλλ’ ἀντὶ τῆς ἀνομοιομεροῦς διοργανώσεως εἴ τις σφαῖραν περιθείη τῶν δυνάμεων τῶν διαφόρων μενουσῶν, ἡ διαφορὰ σωθήσεται, καὶ ἐκεῖθεν ἄρξονται αἱ ἐνέργειαι καὶ τῆς αὐξήσεως καὶ τῆς αἰσθήσεως καὶ τῆς κινήσεως, ὅθεν καὶ νῦν ἄρχονται· ὅλως δὲ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς οὐδὲ ἔστι διαφορὰ τῶν σχημάτων, ἀλλ’ αἱ δυνάμεις εἰσὶν αἱ ποιοῦσαι τὴν διαφοράν. τὴν δὲ δευτέραν ἔνστασιν λύει ὑποτιθέμενος ἄρξασθαι ἄν ποτε τῆς κινήσεως τὸν οὐρανὸν καὶ ἱστῶν αὐτὸν τῷ λόγῳ καὶ σκοπῶν, πόθεν ἂν ἄρξαιτο κινεῖσθαι. πολλὰ γὰρ καὶ τῶν ἀδυνάτων ὑποτιθέμεθα τῷ λόγῳ τὴν τῶν πραγμάτων ἀκολουθίαν ζητοῦντες, ὡς ὅταν τὰς ποιότητας καὶ ποσότητας τῆς ἐνύλου οὐσίας χωρίζωμεν οὔτε τῆς ποιότητος καὶ ποσότητος χωρὶς οὐσίας εἶναι δυναμένων οὔτε τῆς οὐσίας τούτων χωρίς. καὶ τοῦτο δὲ Πλατωνικῶς ὁ Ἀριστοτέλης εἶπεν· ἐν γὰρ τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων· “εἰ σταίη” φησὶ “τὰ πάντα ὁμοῦ γενόμενα, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων”; Κατὰ δὲ τὴν λέξιν, ὅταν λέγῃ δόξει δὲ οὐ διὰ τὴν ὁμοιότητα τοῦ σχήματος, ἐν τῷ “δόξει δὲ οὐ” ὑποστικτέον.3
“因为不应由于它是球形的而产生疑难”至“即便它静止下来,亦会再度运动”。 在论证了在天体上亦当探求此类本原之后,他提出并化解了针对该论说的两个异议:其一对于所有这些对立而言是共通的,源于天体各部分的齐一性。因为天体既然是球形且各部分均质的,在这些部分理应亦在形状上有所不同的情况下,它又如何拥有右与左、或上与下、或前与后呢?然而他仅提到了右与左,依我看,他是借由这些亦表明了其余者,因为拥有右与左的事物作为动物,更在先就拥有其余的对立。而针对右与左提出的另一异议,他则通过“且历经一切时间均在运动”简要地予以暗示。因为如果动物中的右乃是空间运动的本原所自发之处,那么对于永恒运动且从未开始其运动者而言,又怎能谈论空间运动的本原?在提出了这些异议之后——前者用较详尽的言论,而两者均通过“各部分至少皆相类似且历经一切时间均在运动”简要地[提出]——,他化解了前一个异议,指出不应从形状中把握其差异,而应从能力中把握;因为即使在那些看似无论在形状上还是在能力上都存在差异的动物中,假若有人给它们套上球形的外形,他也绝不会由于形状的齐一而消除依能力的差异。但或许有人会说,如果球形外形的加诸是在依形状的差异依然留存的情况下发生的,那么依能力的差异亦留存下来便不足为奇;因为加诸球形外形似乎被说得仿佛依形状的差异在内部依然留存一样。但或许不应如此理解加诸球形;因为用球形如同外衣一般从外部加以包覆究竟意味着什么呢?相反,如果有人用球形代替非均质的器官构造,而使相异的能力依然留存,那么这种差异将被保全,生长、感觉以及运动的现实活动亦将从如今它们开始之处开始;而且总的来说,在左右部分中甚至根本不存在形状的差异,而是诸能力在造成差异。至于第二个异议,他通过设定天体可能曾经开始运动、在言论中使其静止并考察它会从何处开始运动来加以解决。因为我们在探求事物的必然关联时,在言论中亦会设定许多不可能之事,正如我们将性质与数量从具质料的实体中分离出来一样(尽管性质与数量脱离实体既不能存在,实体脱离它们亦不能存在)。亚里士多德此说是依柏拉图的方式言说的;因为柏拉图在《法律篇》第十卷中说道:“如果万物聚集在一起而静止下来,那么在所说的运动之中,哪一种必然在它们之中首先发生?”就字句而言,当他说“但似乎不是由于形状的齐一”时,应当在“但似乎不是”处加上标点。
- 2.6καὶ τοῖς σχήμασι τούτων διαφέρειν ὀφειλόντων
以 τούτων 为逻辑主语的属格绝对结构。与连词 καί 连用,在此作让步状语(“即便这些部分理应在形状上亦有所不同”),强化了前述修辞疑问句(“又如何拥有右与左……”)中疑难成立的依据。τούτων 指代前文提及的左右、上下、前后等对立部分。
- 2.6ἀλλὰ μήποτε οὐχ οὕτως ἀκούειν χρὴ τοῦ σφαῖραν περιθεῖναι
虚词 μήποτε 与无人称结构 οὐχ ... χρή 结合,表示审慎的否定或温和的主张(“或许不应当如此理解……”)。带冠词的属格不定式短语 τοῦ σφαῖραν περιθεῖναι 作为动词 ἀκούειν(“理解、听取”)所支配的宾语(关于理解对象的属格)。
- 2.6ἐν τῷ “δόξει δὲ οὐ” ὑποστικτέον
动词性形容词 ὑποστικτέον(源自 ὑποστίζω)意为“应当加上次级标点/逗号”。此处指示在亚里士多德原文 δόξει δὲ οὐ διὰ τὴν ὁμοιότητα τοῦ σχήματος 中,应当在 δόξει δὲ οὐ 之后断句,从而将句法理解为 δόξει δὲ οὔ, διὰ τὴν ὁμοιότητα τοῦ σχήματος(“但由于形状的齐一,似乎并不[具有这种差异]”),即将 οὐ 与 δόξει[ἔχειν]而非 διὰ τὴν ὁμοιότητα 连读。
