← 辛普里丘

亚里士多德《论天》注释

§385.12-386.13

上下相对于左右的优先性与毕达哥拉斯对立表

辛普利丘阐发了上与下在本性、生成和尊荣上均先于右与左的各项论证,梳理了亚里士多德对毕达哥拉斯学派将右与左普遍应用于一切事物的批评,并进而解释毕达哥拉斯学派确立十对对立范畴的象征性意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#3

εἰ οὖν μῆκος πλάτους πρότερον τῇ φύσει, τῶν δὲ προτέρων τῇ φύσει καὶ αἱ ἀρχαὶ πρότεραι,1 αἱ τοῦ μήκους ἄρα ἀρχαί, τουτέστι τὸ ἄνω καὶ τὸ κάτω, τῶν τοῦ πλάτους ἀρχῶν τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ πρότεραί εἰσι τῇ φύσει. πολλαχῶς δὲ τοῦ προτέρου λεγομένου,2 ἢ θέσει ὡς ἐπὶ τῶν προκαθημένων ἢ τάξει ὡς τὰ προοίμια τῶν διηγήσεων ἢ δυνάμει καὶ τιμῇ ὡς ὁ ἄρχων τῶν ἀρχομένων ἢ τῇ φύσει ὡς τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ ἢ χρόνῳ καὶ γενέσει ὡς πατὴρ υἱέος, τὸ ἄνω, φησί, τοῦ δεξιοῦ κατὰ γένεσιν ἂν εἴη πρότερον, διότι ἡ ἐπὶ τὸ μῆκος αὔξησις, ὡς εἴρηται, προτέρα γίνεται τοῖς ζῴοις τῆς ἐπὶ τὸ πλάτος. εἰ οὖν πρότερον τὸ μῆκος γίνεται τοῦ πλάτους, ἐστὶ δὲ τοῦ μὲν μήκους ἀρχὴ τὸ ἄνω, τοῦ δὲ πλάτους τὸ δεξιόν, καὶ ἡ ἀρχὴ ἡ τοῦ προτέρου πρότερον ἂν εἴη κατὰ γένεσιν. τέταρτον δὲ πρὸς τούτοις, εἰ τὸ μὲν ἄνω ἐστὶ τὸ ὅθεν ἡ κίνησις ἡ κατὰ τὴν αὔξησιν εἰδοποιεῖται, τὸ δὲ δεξιὸν ἀφ’ οὗ ἡ κίνησις ἄρχεται, καὶ τὸ εἰς τὸ πρόσθεν τὸ ἐφ’ ὃ πρόεισιν αὕτη, κυριωτέρα δὲ καὶ οὐσιωδεστέρα ἐστὶν ἡ κατὰ αὔξησιν κίνησις τῷ ζῴῳ τῆς κατὰ τόπον, δῆλον, ὅτι καὶ τὸ ἄνω κυριωτέραν δύναμιν ἀρχῆς ἂν ἔχοι πρὸς τὰς ἄλλας διαφοράς· ἀτόπως οὖν τὸ δεξιὸν καὶ ἀριστερὸν παραλαβόντες τὸ ἄνω καὶ τὸ κάτω παρέλιπον. οὕτω μὲν οὖν κατεσκεύασεν ὁ Ἀριστοτέλης τὸ τὰς κυριωτέρας καὶ ἀρχηγικωτέρας παραλελεῖφθαι3 διὰ πλειόνων ἐπιχειρημάτων, δυνατὸν δὲ ἀπὸ τῆς διαφορᾶς τῶν προθέσεων τῆς τε ὅθεν καὶ τῆς ἀφ’ οὗ καὶ τῆς ἐφ’ ὃ οὐ πρότερον νῦν τὸ ἄνω τοῦ δεξιοῦ καὶ τοῦ ἔμπροσθεν δεικνύναι, ἀλλ’ ἕτερον μόνον· εἰ γὰρ ἕτεραι αἱ προθέσεις, ἕτεραι καὶ αἱ κατ’ αὐτὰς λεγόμεναι ἀρχαί. τρίτον δὲ αὐτοῖς ἐγκαλεῖ ἢ δεύτερον, εἴ τις ὡς ἓν πάντα τὰ πρῶτα λαμβάνοι τὸ τὰ κυριώτερα παραλελεῖφθαι δι’ αὐτῶν λέγων κατεσκευάσθαι, τρίτον δ’ οὖν αὐτοῖς ἢ δεύτερον ἐπάγει, διότι κοινῶς ἐν ἅπασιν ὑπάρχειν ταύτας τὰς ἀρχὰς ἐνόμιζον τὴν κατὰ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, καίτοι γε ἐν τοῖς ἀψύχοις μὴ ὑπαρχούσας κατὰ φύσιν· κἂν γὰρ λέγωνται καὶ ἐν ἐκείνοις, κατὰ τὴν πρὸς ἡμᾶς ἀναφορὰν λέγονται, ὡς εἴρηται πρότερον. τὸ δὲ ἐν πᾶσιν αὐτοὺς τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν λέγειν ἔλαβεν ἐκ τοῦ τῶν δέκα συστοιχιῶν, ἃς πάντων κοινὰς ἀρχὰς ἔλεγον, μίαν τὴν κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν λαμβάνειν, ἐπεὶ οὐχ ὡς ἐπὶ τοῦ οὐρανοῦ ἰδικῶς ταῦτα θεωρούντων. τίς οὖν ὁ τῶν Πυθαγορείων σκοπὸς καὶ πῇ καλῶς ἐκείνων λεγόντων ὁ Ἀριστοτέλης πρὸς τὸ φαινόμενον ἀντεῖπε τοῦ λόγου; οἱ μὲν οὖν Πυθαγόρειοι εἰς δύο συστοιχίας πάσας τὰς ἀντιθέσεις ἀναγαγόντες, τὴν μὲν χείρονα, τὴν δὲ κρείττονα, ἤτοι τοῦ ἀγαθοῦ καὶ κακοῦ, καὶ τῇ δεκάδι συμβολικῶς ὡς τῷ παντὶ ἀριθμῷ συμπληρώσαντες ἑκατέραν ἑκάστην ἀντίθεσιν τῶν δέκα οὕτω παρέλαβον ὡς πάσας τὰς ἑαυτῆς συγγενείας συνεμφαίνουσαν.

因此,如果长在本性上先于宽,而在本性上先于者,其本原亦先于,那么长的本原,即上与下,在本性上便先于宽的本原,即右与左。既然“先于”有多种说法,或依据位置如坐在前排者,或依据次序如序言之于叙述,或依据潜能与尊荣如统治者之于被统治者,或依据本性如使他者随之消亡自身却不随之消亡者,或依据时间与生成如父亲之于儿子,那么他说,上在生成上会先于右,因为如前所述,对动物而言向长维度的生长先于向宽维度的生长。因此,如果长在生成上先于宽,而长的本原是上,宽的本原是右,那么先于者的本原在生成上也就会是先于的。此外第四点,如果上是依生长的运动由之被赋形者,右是运动从之开始者,向前则是运动向之前进者,并且依生长的运动对动物而言比空间运动更具主导性且更具本质性,那么显而易见,相对于其他差异,上亦会拥有更具主导性的本原能力;因此,他们采纳了右与左却遗漏了上与下,实属不当。亚里士多德便是这样通过多项论证确立了更具主导性且更具根源性的本原被遗漏了这一点;然而,根据介词的差异,即“从那里(ὅθεν)”、“自其(ἀφ’ οὗ)”与“向其(ἐφ’ ὃ)”的区别,现在亦有可能不证明上先于右与前方,而仅证明其不同;因为如果介词不同,依其所言的本原亦各不相同。第三,他向他们提出指责——或者若有人把所有第一类论证合为一体,称通过它们确立了更具主导者被遗漏,这便是第二项指责——无论如何,他向他们提出第三或第二项指责,是因为他们认为这些本原,即依右与左的本原,共同地属于一切事物,尽管依本性它们并不属于无灵魂之物;因为即便在那些事物中也被提及,它们也是依据相对于我们的指涉被提及的,正如先前所述。而他们在一切事物中谈论右与左,亚里士多德是从以下事实中得出的:在他们称之为万物共有本原的十对对应列中,他们采纳了依右与左的一对,因为他们并非特指在天体上来考察这些。那么,毕达哥拉斯学派的旨趣何在,而在他们言之有理的情况下,亚里士多德又在何种意义上反对了其说法的表面现象?毕达哥拉斯学派把所有的对立归入两列对应列,即较劣的与较优的,也就是善与恶的对应列,并以作为完全数的十数象征性地补足了每一列,从而将十对对立中的每一项采纳为连带表明其自身所有同族对立者。

语法注3 条
  1. 2.4τῶν δὲ προτέρων τῇ φύσει καὶ αἱ ἀρχαὶ πρότεραι

    条件句前件的后半部分,省略了系动词 εἰσί。τῶν προτέρων 为从属于 αἱ ἀρχαί 的属格,并与谓语形容词 πρότεραι 形成呼应,与前面的 εἰ οὖν μῆκος πλάτους πρότερον τῇ φύσει 构成并列前提。

  2. 2.4πολλαχῶς δὲ τοῦ προτέρου λεγομένου

    属格独立结构。在插入了以 ἢ θέσει ... ἢ χρόνῳ καὶ γενέσει 引导的五种“先于”的示例后,作为逻辑铺垫引出归结句 τὸ ἄνω ... ἂν εἴη πρότερον。

  3. 2.4τὸ τὰς κυριωτέρας καὶ ἀρχηγικωτέρας παραλελεῖφθαι

    带有定冠词的完成时不定式从句(宾格不定式结构),作动词 κατεσκεύασεν 的直接宾语。τὰς κυριωτέρας καὶ ἀρχηγικωτέρας(省略了 ἀρχάς“本原”)作不定式意义上的主语(宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:385.12-386.13