← 辛普里丘

亚里士多德《论天》注释

§384.6-385.12

空间的六个方位与对毕达哥拉斯派左右说的批判

辛普里丘征引《动物行进》确立有灵魂与无灵魂物体中空间方位的根据,并详述亚里士多德针对毕达哥拉斯学派在六个空间方位中仅取右与左所提出的三项批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#2

τὰ γὰρ πρὸς ἡμᾶς λαμβανόμενα ἐὰν ἀνάπαλιν στραφῇ, τὰ ἐναντία τῶν πρότερον ἐροῦμεν δεξιὰ καὶ ἀριστερὰ καὶ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν. τούτων τὰ πλεῖστα σαφῶς ἡμῖν ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ πορείας ζῴων παραδέδωκεν, εἰς ἣν πραγματείαν καὶ νῦν τὸν λόγον ἀνέπεμψε. γράφει δὲ ἐν ἐκείνοις οὕτως· “τὸ μὲν ἄνω καὶ κάτω μόριον πάντα ἔχει τὰ ζῶντα· οὐ μόνον γὰρ ἐν τοῖς ζῴοις ἐστὶ τὸ ἄνω καὶ κάτω, ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς”· καὶ ὀλίγον προβάς· “ὅσα δὲ μὴ μόνον ζῇ, ἀλλὰ καὶ ζῷά ἐστι, τοῖς τοιούτοις ὑπάρχει τό τε ἔμπροσθεν καὶ ὄπισθεν· αἴσθησιν γὰρ ἔχει πάντα ταῦτα”· καὶ πάλιν ὀλίγον προβάς· “ὅσα δὲ τῶν ζῴων μὴ μόνον αἰσθήσεως κοινωνεῖ, ἀλλὰ δύναται ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολὴν αὐτὰ δι’ ἑαυτῶν, ἐν τούτοις δὲ διώρισται πρὸς τοῖς λεχθεῖσι τό τε ἀριστερὸν καὶ τὸ δεξιόν, καὶ ὁμοίως τοῖς πρότερον εἰρημένοις ἔργῳ τινὶ καὶ οὐ θέσει διωρισμένον ἑκάτερον αὐτῶν”·1 ἔνια δὲ τῶν ζῴων, ὅσα μὴ κινεῖται κατὰ τόπον, ὡς τὰ ζωόφυτα λεγόμενα, ταῦτ’ οὐκ ἂν ἔχοι τὸ ἀριστερόν τε καὶ δεξιόν. Ὡς δὴ τούτων οὕτως ἐχόντων τρία ταῦτα τοῖς Πυθαγορείοις ἐγκαλεῖ ὁ Ἀριστοτέλης· πρῶτον μέν, ὅτι ἓξ οὐσῶν τῶν τοιούτων διαφορῶν δύο μόνας οὗτοι παρέλαβον τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν τὰς τέσσαρας παραλιπόντες τό τε ἄνω καὶ τὸ κάτω καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν· δεύτερον, ὅτι τὰς κυριωτέρας παραλελοίπασι τό τε ἄνω καὶ τὸ κάτω· τοῦτο δὲ διὰ πλειόνων δείκνυσιν ἐπιχειρημάτων· πρῶτον μέν, ὅτι καὶ ἐν τούτοις διαφοραὶ ἐναργεῖς εἰσιν οὐκ ἔλαττον ἢ τῷ δεξιῷ πρὸς τὸ ἀριστερὸν ἢ τό γε ἀληθὲς καὶ ἔτι μᾶλλον καὶ φυσικώτερον ἐν τούτοις ἤπερ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· οἷον δεξιὰ χεὶρ καὶ ἀριστερὰ καὶ πόδες ὁμοίως οὐδὲν ἀλλήλων κατὰ τὰ σχήματα διαφέροντα τῇ δυνάμει μόνον διαφέρουσι· χεὶρ μὲν γὰρ δεξιὰ τῆς λαιᾶς ἐρρωμενεστέρα, τῶν δὲ ποδῶν ὁ μὲν λαιὸς πρὸς τὸ στηρίζεσθαι μᾶλλον ἐπιτήδειος, ὁ δὲ δεξιὸς πρὸς τὸ ἄρχειν κινήσεως, καὶ τῶν ὤμων ὁμοίως ὁ μὲν λαιὸς πρὸς τὸ ἀχθοφορεῖν, ὁ δὲ δεξιὸς πρὸς τὸ κινεῖσθαι ἐπιτήδειος, καίτοι κατὰ τὸ σχῆμα μηδὲν ἀλλήλων διαφέροντα· κεφαλὴ δὲ ποδῶν καὶ ἀκρεμόνες ῥιζῶν καὶ ὅλως τὰ ἄνω τῶν κάτω καὶ τὰ ἔμπροσθεν τῶν ὄπισθεν οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῷ σχήματι διενηνόχασι. τοῦτό τε οὖν ἐγκαλεῖ τοῖς Πυθαγορείοις, ὅτι τῶν ἓξ ἀρχῶν οὗτοι δύο μόνας παρέλαβον τὰς μᾶλλον διαφερούσας καὶ κυριωτέρας παραλιπόντες, καὶ δεύτερον, ὅτι τὰς κοινοτέρας καὶ καθολικωτέρας παρέλιπον, εἴπερ τὸ μὲν ἄνω καὶ τὸ κάτω πᾶσι τοῖς ἐμψύχοις ἔνεστιν ὁμοίως ζῴοις τε καὶ φυτοῖς, τὸ δὲ δεξιὸν καὶ τὸ ἀριστερὸν οὐκ ἐνυπάρχει τοῖς φυτοῖς· καὶ τρίτον, ὅτι τὰ πρότερα τῇ φύσει παραλιπόντες τὰ ὕστερα παρέλαβον· πρότερον γὰρ τὸ μῆκος τοῦ πλάτους, εἴπερ ἡ γραμμὴ τῆς ἐπιφανείας προτέρα τῇ φύσει καὶ ἀρχοειδεστέρα ὡς καὶ τὸ σημεῖον τῆς γραμμῆς, καὶ εἴπερ ἡ ἐπὶ τὸ μῆκος αὔξησις προτέρα γίνεται τοῖς ζῴοις τῆς ἐπὶ τὸ πλάτος, καὶ εἰ συναναιρεῖ μὲν ἡ γραμμή, οὐ συναναιρεῖται δέ.2

因为相对于我们而被认定的事物若是反转过来,我们就会把与先前相反的事物称为右与左、上与下以及前与后。这些内容的大部分,亚里士多德已经在《动物行进》中清晰地传授给我们,并且在眼下他也把讨论引向了该论著。他在那部论著中这样写道:“所有活着的事物都拥有上与下的部分;因为上与下不仅存在于动物中,而且也存在于植物中”;稍后他又写道:“凡不仅活着而且也是动物的事物,前与后属于这类事物;因为所有这些都具有感觉”;再稍后他又写道:“而在动物中,凡不仅分有感觉,而且能够自身通过自身产生空间位移的动物,在这些动物中除了已提及的各部分外,左与右也被区分开来,并且与先前所述者类似,它们中的每一者都是依据某种功能而非依据位置被区分的”;而动物中的某些不作空间位移的动物,如所谓的植虫,就不会具有左与右。事情既是如此,亚里士多德确实向毕达哥拉斯学派提出了这三项指责:第一,这类差异虽有六种,他们却省略了上与下、前与后这四种,仅采纳了右与左这两种;第二,他们遗漏了更具主导性的上与下;而这一点他是通过多项论证来表明的:首先,在这些之中也存在显著的差异,绝不下于右相对于左的差异,或者说实话,在这些之中的差异甚至比在右与左中更为显著且更顺应自然;例如右手与左手,以及同样地脚,在形状上彼此毫无差异,仅仅在能力上有所差异;因为右手比左手更有力,而两脚之中左脚更适合支撑,右脚更适合开启运动,两肩之中也同样是左肩适合负重,右肩适合活动,尽管在形状上它们彼此毫无差异;但头之于脚、枝桠之于根、以及总体而言上方之于下方、前方之于后方,不仅在能力上,而且在形状上也迥然不同。因此,他指责毕达哥拉斯学派的正是这一点:在六个本原中,他们省略了差异更大且更具主导性的本原,而仅采纳了两个;其次,他指责他们遗漏了更普遍且更通用的本原,因为上与下同样存在于一切有灵魂者中,无论是动物还是植物,而右与左并不存在于植物中;第三,他指责他们遗漏了本性在先者而采纳了在后者;因为长先于宽,因为线在本性上先于面且更具本原的性质,正如点对于线也是如此,并且因为对于动物而言,向长维度的生长先于向宽维度的生长,而且因为线连带消除[面],却不被连带消除。

语法注2 条
  1. 2.4διωρισμένον ἑκάτερον αὐτῶν

    διωρισμένον 为中性单数完成时被动分词,在性、数、格上与 ἑκάτερον αὐτῶν 一致;后者对前述主格并列短语 τό τε ἀριστερὸν καὶ τὸ δεξιόν 起分配性同位语的作用。

  2. 2.4συναναιρεῖ μὲν ἡ γραμμή, οὐ συναναιρεῖται δέ

    συναναιρεῖ 为主动及物动词,其直接宾语(面)依语境省略;随后的 οὐ συναναιρεῖται 则为以“线”(ἡ γραμμή)为主语的被动语态。这种主动与被动的非对称对立在句法上表明了本性上的非对称先后次序:线消除则连带消除面,但线本身并不随面的消除而被消除。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:384.6-385.12