- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:382.33-384.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《论天》第2卷第2章(284b6)转入考察天界各部分(特别是右/左、前/后、上/下等相对本原),辛普利丘由此总结此前关于整个天界的论断,解释为何必须审视毕达哥拉斯学派的对照表学说,并阐明这些维度和方位作为有灵魂之物的运动本原的依据。
" Ἐπειδὴ δέ τινές εἰσιν, οἵ φασιν εἶναι ἕως τοῦ ἐν ἅπασιν ὁμοίως ἐνόμιζον ὑπάρχειν." Εἰπὼν περὶ τοῦ ὅλου οὐρανοῦ, ὅτι ἁπλοῦς, ὅτι τῶν τεσσάρων στοιχείων ἐξῃρημένος, ὅτι κυκλοφορητικός, ὅτι ἀγένητος καὶ ἄφθαρτος καὶ ἀναυξὴς καὶ ἀναλλοίωτος καὶ ἀπαθὴς πάσης θνητῆς δυσχερείας, ἔτι δὲ ἄπονος ὡς ἀβιάστως καὶ κατὰ φύσιν κινούμενος, καὶ τῶν περὶ αὐτοῦ κοινῶν ἐννοιῶν ὡς περὶ θεοῦ μαντευομένων ὑπομνήσας ἡμᾶς· καὶ γὰρ πρῶτον τὸν οὐρανὸν καὶ τὰ ἐν οὐρανῷ παρὰ τὸ θέειν θεοὺς ἐκάλεσαν1 ἄνθρωποι καὶ ἀπὸ τούτων εἰς ἐπίγνωσιν ἦλθον τοῦ τε δημιουργοῦ καὶ τῶν ἄλλων θείων τάξεων· ταῦτα οὖν εἰπὼν εἰκότως λοιπὸν περὶ τῶν μερῶν τοῦ οὐρανοῦ προτίθεται διδάξαι.2 διττὰ δὲ τὰ μέρη, τὰ μὲν καθ’ αὑτά, ὡς αἱ σφαῖραι καὶ οἱ ἀστέρες, τὰ δὲ πρός τι καὶ κατὰ σχέσιν, ὡς τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν τό τε ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ ἄνω καὶ τὸ κάτω· διχῶς δὲ καὶ ταῦτα θεωρεῖται κατά τε τὴν θέσιν καὶ κατὰ τὴν κίνησιν. καὶ περὶ πρώτων διαλέγεται τῶν κατὰ σχέσιν, διότι τοῖς μὲν πολλοῖς ἀμφισβητήσιμον ἐδόκει τὸ ἔχειν ὅλως ταῦτα τὸν οὐρανὸν ἁπλοῦν ὄντα καὶ ὁμοιομερῆ, οἱ δὲ Πυθαγόρειοι τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐτίθεσαν ἐν ταῖς δέκα συστοιχίαις, ὡς ἁπάντων κοινὰς ἀρχὰς ἔλεγον, ὥστε καὶ τοῦ οὐρανοῦ. εἴπερ οὖν ὅλως, φησίν, ἐν οὕτως ὁμοιομερεῖ τῷ τοῦ οὐρανοῦ σώματι, ταὐτὸν δὲ εἰπεῖν τῷ τοῦ παντὸς τοῦ κατὰ τὸν οὐρανὸν ὁριζομένου, ταύτας χρὴ τὰς ἀρχὰς ἐνορᾶν τὰς κατὰ τὸ δεξιὸν καὶ ἀριστερόν, σκεπτέον, πότερον τοῦτον ἔχει τὸν τρόπον, ὡς οἱ Πυθαγόρειοι λέγουσιν αὐτά, ἢ μᾶλλον ἑτέρως, ὡς ἡμεῖς ἐπινοοῦμεν. τριῶν γὰρ οὐσῶν τοῦ σώματος διαστάσεων, μήκους, πλάτους, βάθους, καὶ δύο καθ’ ἑκάστην διάστασιν περάτων τρεῖς γίνονται συζυγίαι διάφοροι ἐν τοῖς τῶν ζῴων σώμασι. τοῦ μὲν γὰρ μήκους πέρατα τὸ ἄνω καὶ τὸ κάτω, τοῦ δὲ πλάτους τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, τοῦ δὲ βάθους τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, καί ἐστι τὸ μὲν ἄνω τοῦ μήκους ἀρχή, τὸ δὲ δεξιὸν τοῦ πλάτους, τὸ δὲ ἔμπροσθεν τοῦ βάθους. ἀρχαὶ δὲ τῶν κινήσεων αὗται· ἀπὸ γὰρ τούτων ἄρχονται πρῶτον αἱ κινήσεις τοῖς ἔχουσιν αὐτά, τουτέστι τοῖς ζῴοις, ἀπὸ μὲν τοῦ ἄνω ἡ αὔξησις, ἀπὸ δὲ τῶν δεξιῶν ἡ κατὰ τόπον, ἀπὸ δὲ τῶν ἔμπροσθεν ἡ κατὰ τὴν αἴσθησιν καὶ μάλιστα τὴν εἰς τὸ πρόσω τεινομένην· διὸ οὐδὲ ἐν πᾶσι τοῖς σώμασι ζητοῦμεν ταύτας τὰς ἀρχάς, ἀλλ’ ἐν τοῖς ἔχουσιν ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς ἐπὶ πάσας τὰς διαστάσεις φοιτώσης, ταῦτα δέ ἐστι τὰ ἔμψυχα. τὰ γὰρ ἄψυχα, οἷον βῶλος ἢ σπινθήρ, κἂν ἔχῃ κινήσεως ἀρχήν, οὐ ψυχικῆς ἔχει τῆς ἐπὶ πάντα ἰούσης, ἀλλὰ φυσικῆς τῆς ἐφ’ ἓν ἀφωρισμένης· ἡ μὲν γὰρ βῶλος ἐπὶ τὸ μέσον μόνον, ὁ δὲ σπινθὴρ ἐπὶ τὸ ἄνω. κἂν λέγωμέν ποτε καὶ ἐπὶ τῶν μορίων τῶν ἐν τοῖς ἀψύχοις τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, πρὸς ἡμᾶς ἀναφέροντες λέγομεν· ἢ γὰρ δεξιὰ λέγομεν τὰ κατὰ τὰ ἡμέτερα δεξιά, ὥσπερ οἱ μάντεις· καὶ γὰρ δεξιὸν ὄρνιν τὸν ἐν τοῖς δεξιοῖς ἡμῶν καὶ σύμβολον δεξιὸν οὕτω λέγομεν· ἢ καθ’ ὁμοιότητα τοῖς ἡμετέροις, ὡς ἐπὶ τῶν ἀνδριάντων δεξιὰν χεῖρα λέγομεν καὶ ἀριστεράν, ἢ τὰ ἐναντίως ἔχοντα τῇ θέσει ὡς ἀντιπρόσωπα δοκεῖν ἡμῖν εἶναι, ὡς ἐν τοῖς κατόπτροις δεξιὸν μὲν τὸ κατὰ τὸ ἡμέτερον ἀριστερόν, ἀριστερὸν δὲ τὸ κατὰ τὸ ἡμέτερον δεξιόν· ἐν τοῖς ἀψύχοις δὲ οὐ μίαν ὁρῶμεν κατὰ φύσιν διαφοράν.
“既然有些人声称存在”至“他们认为同样地存在于一切之中”。 在论述了关于整个天界的内容之后——即它是单一的,它超脱于四种元素之外,它是作圆周运动的,它是无始无灭、不增长、不生变异且不受任何属死的困厄影响的,并且因为是不受强力逼迫且顺从本性运动的而不知疲倦,并且提醒我们注意关于它如同关于神被直觉知晓的共通观念(因为人们最初正是由于“奔跑”(theein)而把天和天中的事物称为“诸神”(theoi),并由此达到了对造物主和其他神圣位阶的认识)——,在说了这些之后,他顺理成章地进而提议讲授关于天界各部分的内容。部分有两类:一类是就自身而言的,如天球与星宿;另一类是相对的且依据关系的,如右与左、前与后、上与下;而这些又依据方位以及依据运动双重地被审视。他首先讨论依据关系的部分,这是因为,对于大众而言,天既然是单一且同质的,它究竟是否拥有这些似乎是有争议的,而毕达哥拉斯学派则把右与左置于十对范畴系列之中,声称它们是一切事物的共通本原,从而也是天界的本原。他说,因此,如果在天界这样一个如此同质的物体中——也就是说在依天界而划定的宇宙物体中——终究必须看准这些依据右和左的本原,那么就必须考察:它们是如毕达哥拉斯学派关于它们所言的那样具有这种方式,还是更像我们所构想的那样具有另一种方式。因为物体的维度有三个——长、宽、深——,而每个维度有两个端点,所以在动物的物体中产生了三种不同的配对。因为长的端点是上和下,宽的端点是右和左,深的端点是前和后,且上是长的本原,右是宽的本原,前是深的本原。而这些是运动的本原;因为对于拥有它们的东西即动物而言,运动最先是从这些开始的:生长从上开始,空间位移从右开始,依据感觉的运动(尤其是伸向正前方的感觉)从前开始。因此,我们不是在一切物体中寻求这些本原,而是在自身中拥有通向所有维度扩展的运动本原的那些物体中寻求,这些就是有灵魂之物。因为无灵魂之物,如土块或火花,纵使拥有运动的本原,所拥有的也不是通向各处的灵魂运动的本原,而是限定于单一方向的自然运动的本原;因为土块仅仅向中心运动,而火花仅仅向上运动。即使我们有时在无灵魂之物的各部分上也说上与下、右与左、前与后,我们也是通过指涉我们自身来说的。因为我们或者像占卜者那样把依据我们自身的右侧的事物称为右——因为我们以这种方式把在我们右侧的鸟称为右侧的鸟,把兆头称为右侧的兆头——;或者依据与我们自身的相似性,如同在雕像上我们说右手和左手;或者对因方位而处于相反态势以至于在我们看来是面对面的事物这样说,如同在镜子中依据我们左边的被称为右,依据我们右边的被称为左。但在无灵魂之物中,我们看不到任何一种依据本性的差异。
- 2.4παρὰ τὸ θέειν θεοὺς ἐκάλεσαν
介词 παρά 支配宾格(τὸ θέειν,“奔跑”)表示词源由来(“源自于”)。θεούς(“诸神”)是动词 ἐκάλεσαν 的直接宾语,体现了古代将名词 θεός 与动词 θέειν 联系起来的词源学解释。
- 2.4Εἰπὼν περὶ τοῦ ὅλου οὐρανοῦ ... ταῦτα οὖν εἰπὼν εἰκότως λοιπὸν περὶ τῶν μερῶν τοῦ οὐρανοῦ προτίθεται διδάξαι.
由于句首的分词 Εἰπὼν(“在说了……之后”)后接多个 ὅτι 从句以及插入的解释(καὶ γὰρ πρῶτον... τάξεων),导致与主动词的距离过长,因而通过 ταῦτα οὖν εἰπὼν(“在说了这些之后”)对分词结构进行了复显(resumptio),最终引出主句谓语 προτίθεται διδάξαι(“提议讲授”)。
