- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:381.18-382.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了属天周转运动中自然、灵魂与理智的分工(自然提供生来的被动适合性,灵魂赋予推动动力,理智赋予永恒规则性),并注解了亚里斯多德关于天之依自然而非受迫运动契合于人类对神圣至福之坚定预感(共同概念)的论述。
αὕτη γάρ ἐστιν ἡ πρακτική. Ἀλλὰ ταῦτα μέν, οἶμαι, πρόδηλα, ζητεῖν δὲ οὐδὲν ἧττον περιλείπεται, τίνα μὲν ἡ φύσις κίνησιν κινεῖ τὸ οὐράνιον σῶμα, τίνα δὲ ἡ ψυχή. καὶ ῥητέον, οἶμαι, ὅτι ἡ φύσις καθ’ ἑαυτὴν οὐκ ἔστιν ἱκανὴ κινῆσαι τελείαν καὶ αὐτοφυᾶ τοπικὴν κίνησιν· οὐδὲ γὰρ ἡ τῶν τεσσάρων στοιχείων κατὰ τὴν ἐπὶ τὸ ὅλον ῥοπὴν γινομένη κίνησις τελεία κίνησίς ἐστι καὶ αὐτοφυὴς ὡς ἐνυπάρχοντος τοῦ κινοῦντος, ἀλλὰ πτώσει μᾶλλον ἔοικεν ἢ ὁλκῇ τινι κατὰ τὴν ἀπὸ τῆς ὁλότητος ἐνδιδομένην τῷ μέρει δύναμιν ἐπιτελουμένη. οὐδὲ γὰρ ἔχει ταῦτα ἐν ἑαυτοῖς ὡς φυσικὰ μόνως τὸ κυρίως κινοῦν· ἡ γὰρ φύσις μὴ οὖσα αὐτοκίνητος ἑτέρωθεν κινουμένη κινεῖ, διὸ οὐδὲν μᾶλλον κινεῖν ἢ κινεῖσθαι λέγοιτο ἄν, καὶ τὰ μὲν μόρια τῶν ὅλων ἀποσπασθέντα τῆς μὲν ἐν τῷ ὅλῳ ψυχώσεως καὶ τῆς τελείας φύσεως ἐστέρηται, φύσιν δὲ ἔχειν λέγεται, καθὸ πέφυκε πάλιν συνάπτεσθαι τῷ ὅλῳ κινούμενα, τὸ δὲ ὅλον φυσικόν τε καὶ ἔμψυχον ὑπὸ ψυχῆς κυρίως κινεῖται διὰ μέσης τῆς φύσεως· ἡ γὰρ φύσις ζωή τίς ἐστιν ἐν ὑποκειμένῳ τῷ σώματι ἐπιτηδειότης οὖσα καὶ εὐφυΐα πρὸς τὸ κινεῖσθαι τὰ σώματα ὑπὸ ψυχῆς καὶ διὰ μέσης ἑαυτῆς τὴν τῆς ψυχῆς δύναμιν τὴν κινητικὴν εἰς τὸ σῶμα διαπορθμεύουσα. καὶ ταῦτα, οἶμαι, καὶ τῷ Ἀριστοτέλει δοκοῦντα λέγω, εἴπερ τὴν ψυχὴν ἐντελέχειαν σώματος φυσικοῦ φησι, καὶ εἴπερ ἐν τοῖς ἑξῆς, ἐν οἷς φησι “τῶν γὰρ ἄλλων ἐν οὐδενὶ ὁρῶμεν, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως” καὶ πάλιν “ἡμῖν δὲ ἐπεὶ διώρισται πρότερον, ὅτι ἐν τοῖς ἔχουσιν ἀρχὴν κινήσεως αἱ τοιαῦται δυνάμεις ἐνυπάρχουσιν”, ἀρχὴν κινήσεως ἔχειν σαφῶς τὰ ψυχὴν ἔχοντα λέγει καὶ οὐ τὰ φυσικά, ὡς καὶ ὁ Ἀλέξανδρος ἐξηγεῖται. καὶ τῷ Πλάτωνι δὲ πρὸ τοῦ Ἀριστοτέλους ταῦτα δοκεῖ, εἴπερ ἐν τῷ δεκάτῳ τῶν Νόμων τὴν ἐνάτην κίνησιν τὴν κινουμένην μὲν ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα, τὴν φύσιν εἶναί φησι κατὰ τὴν τοῦ κινεῖσθαι εὐφυΐαν ἀλλ’ οὐ κατὰ τὸ κινεῖν ὑφεστῶσαν. ὥστε, εἴ τις ἔροιτο, τίνα μὲν τοπικὴν κίνησιν ἡ φύσις, τίνα δὲ ἡ ψυχὴ τὸν οὐρανὸν κινεῖ, ἐροῦμεν, ὅτι ἡ ψυχὴ διὰ μέσης τῆς φύσεως κύκλῳ κινεῖσθαι τὸν οὐρανὸν ποιεῖ μιᾶς μὲν οὔσης καὶ τῆς αὐτῆς κινήσεως, ἀλλ’ ἀπὸ μὲν τῆς φύσεως ἐχούσης τὴν αὐτοφυᾶ καὶ ἀβίαστον καὶ κατ’ αὐτὸ τὸ εἶδος ἐπιτηδειότητα πρὸς τὸ κινεῖσθαι, ἀπὸ δὲ τῆς ψυχῆς τὴν μεταβατικὴν ἐνέργειαν, πρὸς ἣν ἐπεφύκει διὰ τὴν φύσιν, ὥσπερ ἀπὸ τοῦ νοῦ τὸ ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ περιφέρεσθαι· ὑπὸ γὰρ τούτων ἀπὸ τοῦ νοῦ χορηγουμένων ἡ ψυχικὴ κίνησις ἡ διὰ τῆς φύσεως ἐνδιδομένη τῷ σώματι συναιρεῖταί τε καὶ εἰς ὁμοιότητα τῆς νοερᾶς ἐνεργείας ἀποκαθίσταται. διὸ καὶ ὁ θεῖος ἐκεῖνος ἐρωτήσας, διότι κύκλῳ κινεῖται ὁ οὐρανός, ὅτι νοῦν μιμεῖται, φησίν.1 Ἀλλὰ τῶν μὲν τοιούτων λόγων ἅλις ἔστω τὸ νῦν κατὰ τὸν Ἀριστοτέλην. δείξας δέ, ὅτι κατ’ οὐδένα τρόπον τῶν εἰρημένων βίαιον εἶναι δυνατὸν τὴν τοῦ οὐρανοῦ κίνησιν, ἀλλὰ κατὰ φύσιν ἔχειν ἀνάγκη, εἴπερ ἀΐδιός ἐστιν, ἐπήγαγεν, ὅτι οὐ μόνον τῇ ἀϊδιότητι τοῦτο συνᾴδει τοῦ παντὸς τὸ μὴ βίαιον κατὰ φύσιν δὲ ἔχειν τὴν κίνησιν, ἀλλὰ καὶ τῇ μαντείᾳ, ἣν ἔχομεν περὶ παντὸς τοῦ θείου, ὅτι ἄπονον αὐτὸ χρὴ εἶναι καὶ ἐν ῥᾳστώνῃ καὶ μακαριότητι διάγειν, μόνως ἂν οὕτως ἔχοιμεν ἀναμφιλέκτως συμφώνους ἀποδιδόναι τοὺς λόγους, εἰ λέγοιμεν μὴ βίαιον, ἀλλὰ κατὰ φύσιν αὐτοῦ τὴν ἐνέργειαν.2 μαντείαν δὲ ἐκάλεσε τὴν κοινὴν ταύτην ἔννοιαν, ἣν ἔχομεν περὶ τῆς ἀπονίας καὶ μακαριότητος τοῦ θείου, ὅτι κρειττόνως ἢ κατὰ ἀπόδειξιν ἐνυπάρχουσα βεβαιοτάτη καὶ ἀμετάπειστός ἐστιν· τοιαῦται γὰρ αἱ μαντεῖαι κατὰ θείαν γνῶσιν ὑπὲρ πᾶσαν ἀπόδειξιν προερχόμεναι μετὰ πίστεως ἀμεταθέτου.
因为这种[生命]正是行动性的。依我看,这些固然是显而易见的,但依然留待探究的是:自然推动属天身体作何种运动,而灵魂又推动何种运动。依我看,应当指出:自然本身并不足以推动完全且生来的位置运动;因为四元素依其朝向总体的倾向而产生的运动,也并非作为推动者内在于其中那种意义上的完全且生来的运动,而是毋宁类似于坠落或某种牵引,是按照从总体赋予部分的能力而完成的。因为这些元素仅仅作为自然之物,在自身之中并不具有本义上的推动者;因为自然并非自行动的,而是由他物推动着来推动,因此可以说它被推动并不亚于它去推动。各部分一旦脱离它们的总体,固然被剥夺了在总体之中的赋灵和完全的自然,但既然它们在运动中天然适于再次与总体结合,它们便被称为具有自然;相反,作为既自然又具有灵魂的总体,则是通过自然的媒介在本义上由灵魂推动的。因为自然是作为底层基质的身体之中的某种生命,是身体由灵魂推动的适合性与禀赋,并通过自身将灵魂的推动能力转运入身体之中。依我看,我说这些也是表达亚里斯多德所赞同的见解,倘若他称灵魂为自然身体的现实态,并且倘若在接下来的论述中他说“因为在其他事物之中,我们看不到何处是运动的本原”,又说“对于我们而言,既然此前已经规定,此类能力存在于具有运动本原的事物之中”,他明确地说具有运动本原的是具有灵魂之物而非单纯的自然之物,正如亚历山大所阐释的那样。柏拉图在亚里斯多德之前亦持有此见,倘若他在《法律篇》第十卷中称那由他物推动又推动他物的第九种运动为自然,指出它是依被推动的禀赋而非依主动推动而持存的。因此,如果有人问,自然推动天作何种位置运动,灵魂又推动何种运动,我们便会回答:灵魂通过自然的媒介使天作周转运动,运动虽是单一且同一的,但从自然那里获得了生来的、非强迫的且依照该形式自身的被推动的适合性,从灵魂那里获得了它因自然而已然生就适合朝向的推移活动,正如从理智那里获得了始终、依据同一事物、以同一方式、围绕同一事物且在同一处所之中周转;因为通过从理智供给的这些性质,通过自然赋予身体的灵魂性运动被统摄并复归于与理智活动的相似之中。正因如此,那位神圣的人物[柏拉图]在自问天为何周转运动时,也说“因为它在模仿理智”。然而按照亚里斯多德所言,“凡此类论述目前且告一段落”。在表明天的运动绝不可能以所说的任何方式成为强迫的、而倘若是永恒的则必然依照自然之后,他补充说,宇宙的运动并非强迫而是依自然,这不仅与它的永恒相契合,而且对于我们关于一切神圣事物所抱有的预感——即神圣事物必然是不辛劳的,且在安闲与至福中度日——唯有当我们说它的活动并非强迫而是依照自然时,我们才能毫无争议地给出与之相一致的论说。他将我们关于神圣事物之无劳与至福的这种共同概念称为“预感”,是因为它以优越于论证的方式内在于我们,最为坚固且不可动摇;因为预感正是如此,乃依神圣知识超越一切论证而生,并伴随着不可移易的坚信。
- 2.3διὸ καὶ ὁ θεῖος ἐκεῖνος ἐρωτήσας, διότι κύκλῳ κινεῖται ὁ οὐρανός, ὅτι νοῦν μιμεῖται, φησίν.
主动分词 ἐρωτήσας 与主语 ὁ θεῖος ἐκεῖνος(指柏拉图)一致,引出间接疑问从句 διότι κύκλῳ κινεῖται ὁ οὐρανός(“为何天作周转运动”)。在句法上,它构成了自问自答的结构,即主语自己提出设问,并由 φησίν 引出的 ὅτι 从句予以回答。
- 2.3μόνως ἂν οὕτως ἔχοιμεν ἀναμφιλέκτως συμφώνους ἀποδιδόναι τοὺς λόγους, εἰ λέγοιμεν μὴ βίαιον, ἀλλὰ κατὰ φύσιν αὐτοῦ τὴν ἐνέργειαν.
在该条件句中,由现在祈愿语气构成的条件从句(εἰ λέγοιμεν)与带有 ἄν 的祈愿语气主句(ἂν... ἔχοιμεν)相呼应,构成表达潜在可能性的条件句。动词 ἔχω 配合不定词 ἀποδιδόναι 表达能力(“我们才能给出/提供”)。
