- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:380.5-381.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察了赫尔米诺斯、尤利安和亚历山大关于天体无限圆周运动原因的论述,批评了亚历山大将天体的自然与灵魂等同起来的主张与亚里斯多德的定义不符。
καὶ τούτῳ μὲν ἐπέσκηψεν ὁ Ἀλέξανδρος λέγων τοῦ ἐπ’ ἄπειρον κινεῖσθαι μὴ τὴν οἰκείαν ψυχὴν αἰτίαν εἶναι, ἀλλὰ τὸ κινοῦν πρῶτον. καὶ εἰ μέχρι τούτου προήγαγεν τὸν λόγον, καλῶς ἄν, οἶμαι, ἔλεγεν.1 ὥσπερ γὰρ ἡ κίνησις ἀπὸ ψυχῆς διὰ τὴν αὐτοκίνητον αὐτῆς δύναμιν, οὕτω τὸ ἐπ’ ἄπειρον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ὅσα τοιαῦτα ἀπὸ τῆς ἀκινήτου νοερᾶς αἰτίας ἐφήκει τῷ οὐρανῷ. ὁ δὲ εἰς τὴν οἰκείαν σχολὴν ἀπάγων τὸν λόγον μετὰ τὸ εἰπεῖν, ὅτι τῆς ἐπ’ ἄπειρον κινήσεως τὸ πρῶτον κινοῦν ἐστιν αἴτιον, ἐπάγει· “ἡ γὰρ οἰκεία ψυχὴ κατὰ τὸ εἶδος καὶ τὴν δύναμιν μᾶλλόν ἐστιν, εἴ γε ἐντελέχεια, ὥστε κατὰ τὰ προειρημένα οὐχ οἷόν τε ταύτην τοῦ εἰς ἄπειρον κινεῖν εἶναι2 δύναμίν γε οὖσαν τοῦ πεπερασμένου”. ἀλλ’ ὅτι μέν, κἂν ἐντελέχειαν λέγῃ τὴν ψυχὴν Ἀριστοτέλης, διττὴν οἶδε τὴν ἐντελέχειαν, τὴν μὲν ἀχώριστον, τὴν δὲ χωριστήν, καὶ τὴν ψυχὴν μάλιστα τὴν λογικὴν ὡς χωριστὴν ἐντελέχειαν λέγει ἐν τοῖς Περὶ ψυχῆς, πολλοῖς ἀνδράσι καὶ κλεινοῖς ἀποδέδεικται. Πρὸς δὲ τὸν Ἰουλιανὸν μηδὲν εἰπόντος τοῦ Ἀλεξάνδρου ῥητέον, ὅτι, εἰ τῆς ἐπὶ δεξιὰ κινήσεως ἡ ψυχὴ τῷ οὐρανῷ αἰτία, δῆλον, ὅτι ἡ τῆς ἀπλανοῦς· αὕτη γὰρ ἡ ἐπὶ δεξιὰ κινουμένη καὶ τὰς ἄλλας ἐπὶ τοῦτο συμπεριάγουσα. αἱ οὖν τῶν πλανᾶσθαι λεγομένων σφαιρῶν ψυχαὶ τίνα κίνησιν αὐτὰς κινοῦσι; τὴν μὲν γὰρ ἐπὶ δεξιὰ τῇ ἀπλανεῖ συγκινοῦνται, εἰ δὲ τὴν ἐπ’ ἀριστερὰ τὴν οἰκείαν, ἡ ἀπορία μένει ζητοῦσα, ποίαν μὲν ἡ φύσις κινεῖ κίνησιν, ποίαν δὲ ἡ ψυχή, καὶ εἰ τὴν ἐπὶ δεξιὰ κίνησιν τὴν ἀπ’ ἀνατολῶν τὴν τῆς ἀπλανοῦς ἡ ψυχὴ κινεῖ, ποίαν κίνησιν ἡ φύσις ἐκείνην κινήσει. “Ἡμεῖς δέ”, φησὶν ὁ Ἀλέξανδρος, “ἐπιχειροῦμεν δεικνύναι τοῦ θείου σώματος οὐκ ἄλλην μὲν τὴν φύσιν οὖσαν, ἄλλην δὲ τὴν ψυχήν, ἀλλ’ ὡς ἡ βαρύτης τῆς γῆς καὶ τοῦ πυρὸς ἡ κουφότης· ὡς γὰρ ταῦτα λέγοντες φύσει κινεῖσθαι κατὰ τὰς δυνάμεις ταύτας κινεῖσθαι λέγομεν, καὶ οὐκ ἄλλη τις αὐτῶν παρὰ τὴν κατὰ φύσιν ἡ κατὰ τὰς οἰκείας δυνάμεις κίνησίς ἐστιν, οὕτω καὶ τὴν φύσιν τοῦ θείου σώματος εὔλογον ἐφαίνετο εἶναι καὶ τὴν δύναμιν τὴν ψυχήν· τίς γὰρ ἄν ἄλλη παρὰ ταύτην εἴη φύσις αὐτοῦ; τελειοτέρα γὰρ φύσεως ἡ ψυχή, εὔλογον δὲ τοῦ τελειοτέρου σώματος καὶ τὴν φύσιν εἶναι τελειοτέραν, καθ’ ἣν φύσιν τε καὶ ψυχήν ἐστι κυκλοφορητικόν.” πῶς οὖν ταῦτα συνᾴδει τοῖς Ἀριστοτελικοῖς δόγμασιν; εἴπερ ὁ Ἀριστοτέλης σαφῶς ἄλλην μὲν τὴν φύσιν, ἄλλην δὲ τὴν ψυχὴν εἶναι βούλεται, τὴν μὲν ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως ὁριζόμενος ἀρχὴν κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ἔστι, τὴν δὲ ἐν τῷ δευτέρῳ τῆς Περὶ ψυχῆς ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. εἰ οὖν πᾶσα ψυχὴ φυσικοῦ σώματός ἐστιν ἐντελέχεια, καὶ ἄλλο μὲν τὸ φυσικὸν σῶμά ἐστιν, ἄλλο δὲ ἡ ἐντελέχεια αὐτὴ καὶ μάλιστα ἡ χωριστή, πῶς ταὐτὸν ἂν εἴη φύσις καὶ ψυχή; ἀλλ’ οὗτος ἀχώριστον ἐντελέχειαν νομίζων τὴν ψυχήν, ἐπειδὴ καὶ ἡ φύσις ἀχώριστός ἐστι τοῦ φυσικοῦ σώματος καὶ εἰς ταὐτόν πως ἔρχεται τῷ εἴδει, συνέφυρε τὴν φύσιν καὶ τὴν ψυχὴν ἑκατέρᾳ τὸ τῆς ἐντελεχείας ὄνομα προσήκειν οἰόμενος,3 διὸ καὶ δύναμιν καὶ ψυχὴν καὶ φύσιν τὴν αὐτὴν ἐνόμισεν. οὕτω δὲ σαφῶς εἰπόντος τοῦ Ἀριστοτέλους, ὅτι ἡμεῖς ὡς περὶ σωμάτων μόνον ἀψύχων τῶν οὐρανίων διακείμεθα, δεῖ δὲ ὡς μετεχόντων αὐτῶν ὑπολαμβάνειν πράξεως καὶ ζωῆς, εἰ καὶ τὰ ἄψυχα σώματα φυσικά ἐστιν, ἡ δὲ φύσις ἐπ’ ἐκείνων ψυχή, ὡς οὗτος λέγει, τίς ἦν χρεία προσθεῖναι τὴν πρᾶξιν καὶ τὴν ζωὴν τὴν ψυχικήν;
亚历山大责难此人[赫尔米诺斯],称向无限运动的原因不是其固有的灵魂,而是第一推动者。依我看,如果他的论述仅停留于此,本是说得很妥当的。因为正如运动由于灵魂自身的自行动力而来自灵魂一样,向无限、且始终依据同一事物、以同一方式、围绕同一事物且在同一处所之中,以及凡此类的一切,都是从不动的理智原因达于天的。但他把论述拉回到自己的学派,在说了第一推动者是向无限运动的原因之后,又补充道:“因为固有的灵魂毋宁属于形式和能力这一边,倘若它是现实态的话,所以按照前述各点,它不可能成为使之向无限运动[的原因],既然它不过是有限事物的一种能力”。然而,即便亚里斯多德将灵魂称为现实态,他也深知现实态有两重,其一是不可分离的,其一是可分离的,并且他在《论灵魂》中将灵魂、特别是理性灵魂称为可分离的现实态,这一点已被许多显赫的前辈所证明。 至于对尤利安,虽然亚历山大未予置评,但我们必须指出:如果灵魂对于天而言是向右运动的原因,那显然是指恒星天球的灵魂;因为正是这个天球向右运动,并将其他天球一并带动朝向这一方向。那么,所谓行星天球的灵魂推动它们作何种运动呢?因为它们随同恒星天球一起向右运动,但如果它们推动的是向左的固有运动,那么这一困惑仍然存在,即需要探究:自然推动何种运动,而灵魂又推动何种运动;并且如果从东方开始的、恒星天球向右的运动是由灵魂推动的,那么自然将推动那一天球作何种运动呢? “然而我们,”亚历山大说,“试图表明:对于神圣身体而言,自然并非一物而灵魂是另一物,而是如同大地的重与火的轻那样。因为正如我们在说这些元素依自然运动时,是指它们按照这些能力运动,且它们按照固有能力的运动并不是在依自然的运动之外的某种别的运动,同样,神圣身体的自然与其能力即灵魂似乎也理当如此;因为除此以外它还能有什么别的自然呢?因为灵魂比自然更完满,而更完满身体的自然也更完满乃是合乎情理的,它正是按照这自然与灵魂而成为周转运动的。”那么,这些说法怎能与亚里斯多德的学说相符呢?既然亚里斯多德明确主张自然是一物而灵魂是另一物,在《物理学》第二卷中将前者定义为“其所居之物之中的运动与静止的本原”,而在《论灵魂》第二卷中将后者定义为“潜在地具有生命的自然有机身体的现实态”。因此,如果每一个灵魂都是自然身体的现实态,且自然身体是一物,而现实态本身、特别是可分离的现实态是另一物,自然与灵魂怎能是同一的呢?但他认为灵魂是不可分离的现实态,既然自然也与自然身体不可分离,且在某种程度上与形式归为同一物,他便混淆了自然与灵魂,以为现实态这一名称同时适于二者,由此他也认定能力、灵魂与自然是同一的。亚里斯多德曾如此清晰地说过:我们对于属天的物体往往当作仅仅对于无灵魂的身体那样来看待,但应当把它们理解为分有行动与生命;倘若无灵魂的身体也是自然的,且如这人所说在那些〔天体〕身上自然就是灵魂,那么又何需额外加上行动与灵魂性的生命呢?
- 2.3καὶ εἰ μέχρι τούτου προήγαγεν τὸν λόγον, καλῶς ἄν, οἶμαι, ἔλεγεν.
由条件从句中的直说语气不定过去时(προήγαγεν)与主句中的 ἄν 搭配未完成过去时(ἔλεγεν)构成的与过去相反的虚拟语气:“如果他……停留在这一步,他本会说得很妥当(而实际上他进一步发挥了)”,表达对亚历山大后续发挥的批评。
- 2.3οὐχ οἷόν τε ταύτην τοῦ εἰς ἄπειρον κινεῖν εἶναι
非人称句式 οὐχ οἷόν τε [ἐστί] 搭配宾格加不定词(ταύτην ... εἶναι)。带冠词的不定词属格 τοῦ εἰς ἄπειρον κινεῖν 承接前文的 αἴτιον,作为 εἶναι 的属格补足语(即“成为推动至无限[的原因/能力]”)。
- 2.3συνέφυρε τὴν φύσιν καὶ τὴν ψυχήν ἑκατέρᾳ τὸ τῆς ἐντελεχείας ὄνομα προσήκειν οἰόμενος
主动词 συνέφυρε(συμφύρω 的不定过去时)支配宾语 τὴν φύσιν καὶ τὴν ψυχήν(“混淆了自然与灵魂”)。分词短语 ἑκατέρᾳ τὸ τῆς ἐντελεχείας ὄνομα προσήκειν οἰόμενος 表示原因,其内部包含依附于 οἰόμενος 的宾格加不定词结构(τὸ ὄνομα 为主格性宾格,ἑκατέρᾳ 为 προσήκειν 所要求的与格)。
