← 辛普里丘

亚里士多德《论天》注释

§378.24-380.5

关于天体之魂与圆周运动反驳亚历山大

辛普里修驳斥了亚历山大关于神圣灵魂因与身体同在而劣于必死灵魂的指责,引用《蒂迈欧》论证天体在受赋魂前就本性上适宜于圆周运动而非受强力驱迫,并引述特拉勒斯的尤利安与赫尔米诺斯关于灵魂对天体运动作用的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#4

πῶς δὲ ταῖς τῶν θνητῶν ζῴων ψυχαῖς τὰς θείας παραβάλλων ἐν χείρονι μοίρᾳ φησὶν αὐτὰς ἐκείνων εἶναι κατὰ Πλάτωνα ἀεὶ συνεῖναι τὰς θείας ψυχὰς τοῖς σώμασι λέγοντα,1 εἴ γε καὶ τὰς ψυχὰς τὰς ἐν τοῖς θνητοῖς σώμασιν ἐντελεχείας ἀχωρίστους τῶν σωμάτων οὗτος ὑπολαμβάνει, καὶ τὸν Ἀριστοτέλην πάνυ ἀπιθάνως ἐν τοῖς τοιούτοις παρεξηγούμενος;2 ὅτι δὲ οὐχ ὡς ὑπὸ ψυχῆς κινεῖσθαι λέγοντι τὸν οὐρανὸν μέμφεται ὁ Ἀριστοτέλης τῷ Πλάτωνι, δῆλον, εἴπερ καὶ αὐτὸς ἔμψυχον λέγει τὸν οὐρανὸν ἔχοντα κινήσεως ἀρχὴν ἐν ἑαυτῷ, δηλονότι τὴν ψυχήν· περὶ γὰρ ταύτης ἦν ὁ λόγος αὐτῷ. ἀλλ’ εἰπόντος τοῦ Πλάτωνος περὶ τῆς ψυχῆς “ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλεκεῖσα ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου” ηὐλαβήθη, μή τις τῆς συνεκτάσεως καὶ τῆς συνδιαπλοκῆς ἀκούσας σωματικήν τινα καὶ βίαιον κατὰ ὠθισμὸν γινομένην ὑπονοήσῃ τὴν ψυχικὴν κίνησιν οὐ πεφυκότος οὕτω κινεῖσθαι τοῦ σώματος· διὸ καὶ τὸν Ἰξίονα παρήγαγεν. ἐπεί, ὅτι οὔτε συνεκτετάσθαι τῷ σώματι τὴν ψυχὴν οὔτε συνδιαπεπλέχθαι σωματικῶς ἐνόμιζεν ὁ Πλάτων, δηλοῖ λέγων, ὅτι τὸ σωματοειδὲς ἅπαν ὁ δημιουργὸς ἐντὸς αὐτῆς ἐτεκτήνατο ὡς αὐτὸ τῇ ψυχῇ ἐνιδρυμένον. ὅτι δὲ οὐδὲ βιαίως ὑπὸ τῆς ψυχῆς νομίζει κύκλῳ κινεῖσθαι τὸν οὐρανὸν ὁ Πλάτων, ἀλλὰ φυσικῶς, κἂν ἐκ τῆς τῶν τεσσάρων στοιχείων ἀκρότητος αὐτὸν συνεστάναι βούλοιτο,3 μάθοις ἂν ἐκ τοῦ καὶ πρὸ τῆς ψυχώσεως τάδε περὶ τῆς τοῦ σώματος κινήσεως γράψαι· “κίνησιν γὰρ ἀπένειμεν αὐτῷ τὴν τοῦ σώματος οἰκείαν τῶν ἑπτὰ τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν· διὸ δὴ κατὰ τὰ αὐτὰ ἐν τῷ αὐτῷ καὶ ἐν ἑαυτῷ περιαγαγὼν αὐτὸ ἐποίησε κύκλῳ κινεῖσθαι στρεφόμενον”. εἰ τοίνυν πρὸ τῆς ψυχώσεως αὐτοῦ ταῦτά φησι, δῆλον, ὅτι τὴν φυσικὴν ἐπιτηδειότητα παρίστησι τοῦ σώματος τοῦ οὐρανίου πρὸς τὴν ἐγκύκλιον κίνησιν. πῶς οὖν ἔτι δυνατὸν ἐγκαλεῖν τῷ Πλάτωνι ὡς ἄλλως πεφυκότα κινεῖσθαι τὸν οὐρανὸν ἄλλως ὑπὸ τῆς ψυχῆς λέγοντι φέρεσθαι; καὶ πάντων, οἶμαι, μᾶλλον ὁ Ἀριστοτέλης τὴν ἐν Τιμαίῳ περὶ τούτων τοῦ Πλάτωνος γνώμην ἠπίστατο, ὃς καὶ σύνοψιν ἢ ἐπιτομὴν τοῦ Τιμαίου γράφειν οὐκ ἀπηξίωσεν. “Ἀλλὰ μὴν οὐδὲ ὑπ’ ἄλλης ψυχῆς”, ὁ Ἀλέξανδρός φησιν, “βίᾳ κινηθήσεται τὸ κύκλῳ κινούμενον σῶμα. δεῖ μὲν γάρ, εἰ μέλλοι ψυχὴ κινήσειν βίᾳ, μετὰ σώματος αὐτὴν εἶναι· ἀδύνατον γὰρ βίᾳ κινεῖσθαι σῶμα ὑπό τινος ἄνευ ἁφῆς τε καὶ ἀντερείσεως, ταῦτα δὲ σωματικά· δεήσει ἄρα μετὰ σώματος αὐτὴν εἶναι, δι’ οὗ κινουμένου καὶ αὐτὴ κινήσει τὸ κύκλῳ παρὰ φύσιν· καὶ δῆλον, ὅτι καὶ τὸ αὐτῆς σῶμα κύκλῳ κινοῖτο ἄν, εἰ μέλλοι συμπεριφέρειν ἐκεῖνο καὶ βιάζεσθαι καὶ μὴ πεφυκὸς οὕτω· μόνως γὰρ οὕτως ὁμαλήν τε καὶ ἀίδιον κίνησιν αὐτὸ κινήσει· κύκλῳ δὲ κινούμενον κατὰ τὴν ἐν αὐτῷ ψυχὴν συνεχῶς τε καὶ κατὰ φύσιν ἀεὶ ἂν κινοῖτο· τὸ γὰρ κατὰ τὴν οἰκείαν ψυχὴν οὕτω κινούμενον κατὰ φύσιν κινεῖται· εἰ δὲ τοῦτο, ἐκεῖνο ἂν εἴη τὸ κυκλοφορητικόν.” ταῦτα ὁ Ἀλέξανδρος τοῖς ῥήμασι λέγων πῶς οὐκ ἐπέστησεν, ὅτι καὶ τὸ οὐράνιον κατὰ τὴν οἰκείαν ψυχὴν κυκλοφορούμενον οὐδὲν κωλύει κατὰ φύσιν κινεῖσθαι; Τὰ δὲ ἐφεξῆς ὑπὸ τοῦ Ἀλεξάνδρου λεγόμενα πλείονος ἢ οὐκ ἐλάττονος ἐπιστάσεως τῶν ἤδη ῥηθέντων ἄξια νομίζω. “ἐζητήσαμεν γάρ”, φησί, “κατὰ τούσδε τοὺς τόπους τοῦ δευτέρου γενόμενοι, τίνα κίνησιν ἡ ψυχὴ τὸ κυκλοφορητικὸν σῶμα κινεῖ, εἴ γε τὴν κύκλῳ φύσει κινεῖται, καὶ ἡ μὲν ζήτησις ἀναγκαία καὶ πάντως ὀφείλουσα προβεβλῆσθαι, τὰς δὲ λύσεις ἐπισκεπτέον. Ἰουλιανοῦ μέν, φησί, τοῦ Τραλλιανοῦ δόξα ἦν τῆς ἐπὶ δεξιὰ κινήσεως αἰτίαν αὐτῷ τὴν ψυχὴν εἶναι καὶ τῆς ὁμαλοῦς καὶ τεταγμένης. Ἑρμῖνος δὲ τοῦ εἰς ἄπειρον αὐτὸ κινεῖσθαι τὴν ψυχὴν ἔλεγε αἰτίαν· μηδὲν γὰρ σῶμα πεπερασμένον ἔχειν τῇ ἑαυτοῦ φύσει δύναμιν τῆς ἐπ’ ἄπειρον κινήσεως”.

再者,他[亚历山大]把神圣的灵魂与必死动物的灵魂相比,声称按照柏拉图的说法神圣灵魂处于比后者更差的境遇中,而他又称柏拉图主张神圣灵魂始终与身体同在——既然他自己也认为必死身体中的灵魂是不能脱离身体的现实态,且在这些事情上极无说服力地误解了亚里斯多德,那么他怎能如此主张呢?亚里斯多德并非因为柏拉图说天受灵魂推动而责备他,这一点是显而易见的,倘若亚里斯多德自己也说天是有灵魂的,在其自身内具有运动的本原,这显然就是灵魂;因为他的论述正是关于它的。然而,在柏拉图关于灵魂说了“而灵魂从中心到极处的天各处交织在一起,开始了不息且有智慧的生命”之后,亚里斯多德产生戒心,惟恐有人听到这共延展与共交织,便猜想灵魂的运动是某种身体性的、通过推挤而发生的强力运动,而身体按本性并非如此运动;这也是他之所以引入伊克西翁的原因。因为,柏拉图既不认为灵魂与身体共延展,也不认为它们在身体的意义上交织在一起,这在他指出造物主是在灵魂内部构作全部具有身体性质的事物、使其自身安置在灵魂之中时就表明了。至于柏拉图甚至根本不认为天是被灵魂强力地推动作圆周运动,而是本性上如此运动——哪怕他希望天由四元素的顶极精微部分构成——,你从他甚至在赋魂之前就关于身体的运动写下如下话语也能得知:“因为他在七种运动中,将最关乎理智与明智的、身体固有的运动分配给了它;因此他在同一状态中、在同一位置且在其自身内使之周转,造成它旋转着作圆周运动”。如果他在它受赋魂之前就说了这些,显然他是在揭示属天的身体对于圆周运动所具有的本性适宜性。那么,又怎能指责柏拉图说天按本性以一种方式运动却被灵魂以另一种方式运载呢?而且依我看,亚里斯多德比所有人更深知柏拉图在《蒂迈欧》中关于这些问题的意图,他甚至不曾拒绝为《蒂迈欧》撰写概述或梗概。 “再者,”亚历山大说,“周转的身体也不会被另一个灵魂以强力推动。因为如果一个灵魂要以强力推动它,它就必须伴随身体;因为任何物体若无接触和反作用力,都不可能被任何事物以强力推动,而这些都是身体性的;因此它将需要伴随一个身体,通过这个身体的被推动,它自身也将反乎本性地推动作圆周运动之物;并且显然,若它要带动那一物体周转并在其不具备如此本性的情况下施加强力,它自身的身体也当会作圆周运动;因为唯有通过这种方式,它才能以均匀而永恒的运动来推动它;然而,按照其自身之内的灵魂作圆周运动之物,应当会连续且始终按本性运动;因为按照其固有灵魂如此运动的事物乃是按本性运动的;若是如此,那物体便应当是周转之物了。”亚历山大以这些文句说了这些话,怎么就没有觉察到:属天的物体按照其固有灵魂作周转运动,也完全不妨碍它是按本性运动的呢? 我认为亚历山大接下来说的话比已经说过的那些更值得、或者绝不亚于它们地值得关注。“因为我们曾探讨过,”他说,“在到达《第二卷》的这些章节时,若周转的身体按本性作圆周运动,灵魂推动这个身体作何种运动;并且这一探讨是必然的、必须予以提出的,我们须当考察其解决方案。特拉勒斯的尤利安,”他说,“其主张是灵魂对于它是向右运动的原因,以及均匀和有序运动的原因。而赫尔米诺斯则说,灵魂是它向无限运动的原因;因为没有一个有限的身体按其自身的本性拥有向无限运动的能力。”

语法注3 条
  1. 2.3λέγοντα

    宾格现在分词,与前方的宾格专有名词 Πλάτωνα 一致,表修饰,意为“[指责那]主张神圣灵魂始终与身体同在的柏拉图”。它并非与整句主语(亚历山大)一致的主格,而是指亚历山大所转述的柏拉图的观点。

  2. 2.3παρεξηγούμενος

    主格阳性单数分词,与前述条件从句的主语 οὗτος(亚历山大)一致,作为伴随情况分词,附加了“在这些事情上误解了亚里斯多德”这一批判性评价。

  3. 2.3κἂν ἐκ τῆς τῶν τεσσάρων στοιχείων ἀκρότητος αὐτὸν συνεστάναι βούλοιτο

    让步从句(κἂν = καὶ ἐάν 搭配祈愿语气 βούλοιτο)。主语是柏拉图,代词 αὐτόν 指天。ἀκρότης 意指四元素的“顶极”或“最高精微部分”,指代柏拉图将天视为由四元素最纯粹部分构成(而非第五元素)的学说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:378.24-380.5