← 辛普里丘

亚里士多德《论天》注释

§36.21-38.5

天文学假说与月下引火物的超自然圆周运动

辛普里丘针对菲洛波庞援引天文学本轮及质变来为引火物运动的单一性辩护的论点进行反驳,指明其对天文学假说目的的无知及质变对位移速度的影响;他揭露了菲洛波庞对亚历山大引文的歪曲曲解,并重申月下元素的圆周运动因其超乎自然而得以保全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#12

καὶ τῆς τοῦ ἑωσφόρου δέ, φησί, περιαγομένης σφαίρας αὐτὸς ὁ ἑωσφόρος ἐν τῷ ἰδίῳ κινούμενος ἐπικύκλῳ ποτὲ μὲν περιγειότερος, ποτὲ δὲ ἀπογειότερος γίνεται, καὶ ἐπὶ τῶν λοιπῶν πλανωμένων ὡσαύτως. ἀλλ’ οὖν ὁ ὅλος οὐρανὸς μίαν καὶ ἁπλῆν κινεῖται κίνησιν. καὶ χρὴ μὲν ἐφιστάνειν, ὅτι νῦν ταῦτα ὁμολογεῖ, ὅτε νομίζει δύνασθαι ἐξ αὐτῶν ἄλλα ἀνατρέπειν, ἐφιστάνειν δὲ καί, ὅτι ὑπὸ ἀπειρίας τῶν ἀστρονομικῶν ὑποθέσεων ταῦτα φθέγγεται. τίς γὰρ οὐκ οἶδε τῶν ὁπωσοῦν πεπαιδευμένων, ὅτι τοῦτον ἔχουσι τὸν σκοπὸν αἱ τῶν ἀστρονόμων ὑποθέσεις τὸ ἐγκυκλίου καὶ ὁμαλῆς φυλαττομένης πάσης τῆς τῶν οὐρανίων κινήσεως δι’ αὐτῶν τάς τε προσθαφαιρέσεις τῶν κινήσεων καὶ ἀναβάσεις καὶ καταβάσεις καὶ προποδισμοὺς καὶ ὑποποδισμοὺς καὶ φάσεις καὶ πάντα τὰ φαινόμενα περὶ αὐτοὺς ἀποδεῖξαι τίνα τρόπον γίνονται.1 καὶ γὰρ ἑκάστου τῶν ἐκεῖ ἡ κίνησις ἁπλῆ τε καὶ ὁμαλή· κἂν συμπεριάγωνται οὖν τοῖς ὁλικωτέροις τὰ μερικώτερα, οὔτε ἡ τῶν ὁλικωτέρων κίνησις σύνθετος γίνεται, ἀλλ’ ἁπλῆ μένει καὶ τοῖς μερικωτέροις ἑαυτῆς μεταδιδοῦσα, οὔτε τὰ μερικώτερα τὴν ἑαυτῶν κίνησιν σύνθετον ἴσχει, ἀλλ’ ἐκείνης μενούσης ἁπλῆς ἄλλην θειοτέραν καὶ ἁπλουστέραν ἀπὸ τῶν ὁλικωτέρων προσλαμβάνουσιν. ἀλλ’ οὐδὲ εἴ τι, φησί, μόριον τοῦ ἀέρος ἢ τοῦ ὑπεκκαύματος μανοῦται ἢ πυκνοῦται, τοῦτο ποιεῖ μὴ ἁπλῆν εἶναι τὴν τοῦ ὅλου κίνησιν· ὅλως γὰρ ἡ μάνωσις καὶ ἡ πύκνωσις ἀλλοιώσεις εἰσὶν καὶ οὐ κατὰ τόπον κινήσεις· καὶ γάρ, εἰ βῶλον συμβῇ φερομένην ἐπὶ τὸ μέσον θερμαίνεσθαι ἢ ψύχεσθαι, οὐ γίνεται τοῦτο αἴτιον τοῦ μὴ ἁπλῆν εἶναι τὴν κίνησιν. ὅρα, ὅπως ἀσύνετα τὰ λεγόμενα μὴ ἐννοῦντος, ὅτι τὸ μὲν μανούμενον κουφότερον γίνεται, τὸ δὲ πυκνούμενον βαρύτερον, καὶ οὕτως ἀνισοταχεῖς αἱ τῶν μορίων γίνονται κινήσεις καὶ κατὰ τόπον. ἀλλ’ οὐδὲ τὸ ὕδωρ, ὅταν καταφερόμενον γένηται κρύσταλλος, ἁπλῆν ἴσχει τὴν ἐπὶ τὸ κάτω φοράν, ὡς οἴεται οὗτος· ἀλλὰ καὶ τοῦ Ἀλεξάνδρου πάλιν παραθέμενος ῥῆσιν λέγουσαν “ἅμα γὰρ αὐτὸ ἐπιφερόμενον ἀνάγκη καὶ κατὰ τὴν οἰκείαν ῥοπὴν κινεῖσθαι ἢ ἄνω, εἴ τι τῶν κούφων εἴη, ἢ κάτω, εἴ τι τῶν βαρέων· γίνεσθαι οὖν αὐτοῦ τὴν κίνησιν μικτὴν ἔκ τε τῆς εὐθείας καὶ τῆς κύκλῳ” διασπᾷ κακοσχόλως αὐτὴν ὡς περὶ τοῦ ὅλου τὸ ἄνω καὶ τὸ κάτω ἀκούων2 καὶ πειρᾶται δεικνύναι, ὅτι οὔτε ἄνω δύναται κινεῖσθαι τὸ ὑπέκκαυμα ἁπτόμενον τῆς σεληνιακῆς σφαίρας οὔτε κάτω κατὰ φύσιν. δῆλον δέ, ὅτι τοῦ ὅλου ὑπὸ τοῦ οὐρανοῦ κύκλῳ κινουμένου μέρη φησὶν αὐτοῦ τὰ μὲν ἄνω, τὰ δὲ κάτω κινεῖσθαι, ὡς δηλοῖ ἡ ὑπ’ αὐτοῦ πρότερον ἐκτεθεῖσα τοῦ Ἀλεξάνδρου ῥῆσις· “οὔτε γὰρ ἁπλῶς”, φησί, “κινεῖται κύκλῳ τήνδε τὴν κίνησιν τό τε πῦρ καὶ ὁ ἀὴρ οὔτε ἐπ’ εὐθείας, ἀλλὰ μικτήν· καὶ γὰρ εἰς ὕψος τινὰ αὐτῶν πρόεισιν καὶ ταπεινότερα γίνεται ἐν τῇ τοιᾷδε περιαγωγῇ, ἔτι τε μανοῦται ἢ πυκνοῦται”· ὥστε τινὰ αὐτῶν εἶπεν καὶ οὐχ ὅλα μανοῦσθαι ἢ πυκνοῦσθαι, ἅπερ διαφορὰν κινήσεως τοπικῆς ποιοῦντα οὐ συγχωρεῖ μένειν ἁπλῆν τὴν κίνησιν τὴν κατὰ τόπον. ἐπειδὴ δὲ πολλαχοῦ παράγει τό, εἰ μὴ κατὰ φύσιν ἐστὶν ἡ κυκλοφορία τῷ ὑπεκκαύματι καὶ τῷ ἀέρι, παρὰ φύσιν οὖσαν μὴ ἂν ἐπὶ πολὺ διαμένειν· καὶ γὰρ τὸν Ἀριστοτέλην λέγειν, ὅτι3 τάχιστα φθείρεται τὰ παρὰ φύσιν· μνημονεύειν χρή, καὶ ὅτι οὐ πάντη ἁπλῆ ἐστιν ἡ ἐκείνων κίνησις, ὡς ὁ Ἀλέξανδρος ἔδειξε, διὰ τὸ παραπεπλέχθαι τὴν ἐπ’ εὐθείας κίνησιν τῶν ἀναβαινόντων καὶ καταβαινόντων, καὶ ὅτι τὸ κυκλικὸν ἔχει ὑπὲρ φύσιν, ὅπερ σώζει μᾶλλον τὰ μετέχοντα. κἂν Πτολεμαῖος οὖν κἂν Πλωτῖνος κἂν Πρόκλος κἂν Ἀριστοτέλης αὐτὸς κινεῖσθαι τὸ ὑπέκκαυμα λέγῃ, οὐκ ἰδίαν αὐτοῦ ταύτην τὴν κίνησιν ἐρεῖ διὰ τὴν μετὰ τῆς ἀπλανοῦς συναποκατάστασιν, ἀλλὰ πεφυκέναι μὲν πρὸς αὐτήν, ὡς μὴ βίᾳ ἕλκεσθαι, ἄλλῳ δὲ συγκινεῖσθαι, ὡς καὶ τὸ πλανώμενον τῇ ἀπλανεῖ· καὶ τούτου γὰρ οὐκ ἰδία ἡ κίνησις αὕτη, οὐ μὴν βίαιος, ἀλλ’ ὑπερφυής. Ταῦτα μὲν οὖν τὰ μέχρι τῶνδε τῶν λόγων καὶ ὑπὸ τούτου πρὸς τὸν Ἀριστοτέλην ἀντειρημένα τε καί, ὡς οἶμαι, διαλελυμένα· ἐπανιτέον δὲ πάλιν ἐπὶ τὰ ἑξῆς.

他说,甚至当启明星的天球周转时,启明星本身在其固有的本轮中运动,有时离地较近,有时离地较远,其余行星亦同样如此。然而,整个天体依然作单一且简单的运动。人们一方面应当指出,他如今承认这些事实,正是在他自以为能够由此推翻其他论点的时候;另一方面亦应当指出,他口出此言乃是出于对天文学假说的无知。因为在稍受教养的人当中,有谁不知道天文学家的诸假说具有如下目的:在天体的一切运动保持为圆周且匀速的前提下,通过它们来证明运动的增减、升降、顺行与逆行、相位以及关于它们的一切显象是以何种方式生成的?因为确实,那里每一样事物的运动都是单一且匀速的;因此,即使较为局部的天球随着较为全盘的天球一同周转,较为全盘之物的运动亦不会变成复合的,而是保持单一,并将自身分享给较为局部之物;较为局部之物亦不将其自身的运动作为复合运动来持有,而是在原运动保持单一的同时,从较为全盘之物额外接纳另一种更为神圣且更为单一的运动。 但是他说,即使空气或引火物的某些微粒变稀疏或变稠密,这亦不会使整体的运动不成其为单一运动;因为概括地说,变稀与变稠是质变而非位置运动;因为确实,即便一块土在运移向中心时偶然受热或变冷,这亦不成其为该运动不成其为单一运动的原因。看看他的这番话是何等缺乏见识,他竟未想到变稀者变得更轻,而变稠者变得更重,从而诸微粒在位置上的运动亦变得速度不均。甚至当水向下运移变成冰时,它亦并不像这个家伙所认为的那样具有单一的向下移运;不仅如此,他再次引述亚历山大的一段话,该话说“因为当它自身被运移的同时,必然亦根据固有倾向性运动,若属于轻物则向上,若属于重物则向下;从而它的运动成为由直线与圆周构成的混合运动”,他却恶意曲解这段话,将“向上”与“向下”理解为关于整体而言的,并试图证明引火物既不能向上运动(因为它接触着月亮天球),亦不能依乎自然向下运动。然而显然,在整体被天体带动着作圆周运动时,亚历山大是说引火物的某些部分向上运动,某些部分向下运动,正如这个家伙先前列出的亚历山大那段话所表明的:“因为火和空气”,他说,“作这一运动既非纯粹作圆周运动,亦非作直线运动,而是作混合运动;因为在这样的周转中,它们的某些部分确实走向高处,某些部分变低,此外还变稀或变稠”;因此,亚历山大是说它们的某些部分而非整体变稀或变稠,而正是这些造成了位置运动的差异,不容许位置上的运动保持为单一。 既然他在许多地方提出如下论点:如果圆周运行对引火物和空气而言并非依乎自然,那么由于它是反乎自然的便不可能长久存续——因为他说亚里士多德亦称反乎自然之物最快灭亡——那么便应当记住两点:其一,正如亚历山大所表明的,由于上升和下降之物的直线运动交织在其中,它们的运动绝非全然单一;其二,它具有超乎自然的圆周要素,而这反倒保全了分有它的事物。因此,即使托勒密、普罗提诺、普罗克洛或亚里士多德本人说引火物在运动,他们亦不会由于引火物与恒星天球一同复原,便称这一运动是引火物所固有的;而是会说它自然地适合于这一运动,因而不至于被强力拖拽,但它是与另一物一同运动的,正如行星亦与恒星天球一同运动一样;因为对于行星而言,这一运动亦非固有,但绝非受强力的,而是超乎自然的。 那么,直到这些论证为止由这个家伙针对亚里士多德所提出的反驳,以及正如我认为已经被消解的内容,就是这些;现在必须重新回到接下来的文本。

语法注3 条
  1. 1.11τοῦτον ἔχουσι τὸν σκοπὸν αἱ τῶν ἀστρονόμων ὑποθέσεις τὸ ἐγκυκλίου καὶ ὁμαλῆς φυλαττομένης πάσης τῆς τῶν οὐρανίων κινήσεως δι’ αὐτῶν τάς τε προσθαφαιρέσεις τῶν κινήσεων καὶ ἀναβάσεις καὶ καταβάσεις καὶ προποδισμοὺς καὶ ὑποποδισμοὺς καὶ φάσεις καὶ πάντα τὰ φαινόμενα περὶ αὐτοὺς ἀποδεῖξαι τίνα τρόπον γίνονται

    冠词加不定式短语 τὸ ... ἀποδεῖξαι 作为指示代词 τοῦτον ... τὸν σκοπόν 的同位语(解释性成分)。在该短语内部嵌入了属格绝对结构 ἐγκυκλίου καὶ ὁμαλῆς φυλαττομένης πάσης τῆς τῶν οὐρανίων κινήσεως(在天体一切运动保持圆周且匀速的条件下),ἀποδεῖξαι 支配一系列并列的名词短语(τάς τε προσθαφαιρέσεις ... καὶ πάντα τὰ φαινόμενα)以及后接的间接疑问从句 τίνα τρόπον γίνονται(它们以何种方式发生)。

  2. 1.11διασπᾷ κακοσχόλως αὐτὴν ὡς περὶ τοῦ ὅλου τὸ ἄνω καὶ τὸ κάτω ἀκούων

    分词 ἀκούων 与主语(对手菲洛波诺斯)一致,表示其主观曲解的方式与依据(“理解/听作”)。连接词 ὡς 带有“自以为/当作”的主观色彩,介词短语 περὶ τοῦ ὅλου(关于整体)作为表语性修饰语说明 τὸ ἄνω καὶ τὸ κάτω(“向上”与“向下”)。

  3. 1.11ἐπειδὴ δὲ πολλαχοῦ παράγει τό, εἰ μὴ κατὰ φύσιν ἐστὶν ἡ κυκλοφορία ... μνημονεύειν χρή, καὶ ὅτι... καὶ ὅτι...

    以原因从属连词 ἐπειδὴ δὲ πολλαχοῦ παράγει τό 开头的长句,其主句为无人称结构 μνημονεύειν χρή(应当记住)。冠词 τό 将其后整句条件论证(εἰ μὴ κατὰ φύσιν...)实体化为 παράγει(提出、引介)的宾语;而 μνημονεύειν 则支配由两个并列的 ὅτι 从句构成的宾语(καὶ ὅτι οὐ πάντη ἁπλῆ ἐστιν... 与 καὶ ὅτι τὸ κυκλικὸν ἔχει ὑπὲρ φύσιν...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:36.21-38.5